- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0094.tlg003.humanitext-grc2:4.22-4.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记述了恩培多克勒、阿斯克勒皮亚德与赫罗菲卢关于呼吸机制(肺与胸腔的运动及吸气呼气)的解释,随后陈述了斯多亚派、伊壁鸠鲁与斯特拉同关于肉体受动与感觉所在位置(局部抑或统治部分)的观点。
Περὶ ἀναπνοῆς. Ἐμπεδοκλῆς τὴν πρώτην ἀναπνοὴν τοῦ πρώτου ζῴου γενέσθαι,1 τῆς μὲν ἐν τοῖς βρέφεσιν ὑγρασίας ἀποχώρησιν λαμβανούσης, πρὸς δὲ τὸ παρακενωθὲν ἐπεισόδου τοῦ ἐκτὸς ἀερώδους γινομένης εἰς τὰ παρανοιχθέντα τῶν ἀγγείων τὸ δὲ μετὰ τοῦτο ἤδη τοῦ ἐμφύτου θερμοῦ τῇ πρὸς τὸ ἐκτὸς ὁρμῇ τὸ ἀερῶδες ὑπαναθλίβοντος, τὴν ἐκπνοήν, τῇ δʼ εἰς τὸ ἐντὸς ἀνθυποχωρήσει τῷ ἀερώδει τὴν ἀντεπείσοδον παρεχομένου, τὴν εἰσπνοήν. τὴν δὲ νῦν κατέχουσαν2 φερομένου τοῦ αἵματος ὡς πρὸς τὴν ἐπιφάνειαν καὶ τὸ ἀερῶδες διὰ τῶν ῥινῶν ταῖς ἑαυτοῦ ἐπιρροίαις ἀναθλίβοντος κατὰ τὴν ἐκχώρησιν αὐτοῦ γίνεσθαι τὴν ἐκπνοήν· παλινδρομοῦντος δὲ καὶ τοῦ ἀέρος ἀντεπεισιόντος εἰς τὰ διὰ τοῦ αἵματος ἀραιώματα, τὴν εἰσπνοήν. ὑπομιμνήσκει δʼ αὐτὸ ἐπὶ τῆς κλεψύδρας. Ἀσκληπιάδης τὸν μὲν πνεύμονα χώνης δίκην συνίστησιν, αἰτίαν δὲ τῆς ἀναπνοῆς τὴν ἐν τῷ θώρακι λεπτομέρειαν ὑποτίθεται, πρὸς ἣν τὸν ἔξωθεν ἀέρα ῥεῖν τε καὶ φέρεσθαι παχυμερῆ ὄντα, πάλιν δʼ ἀπωθεῖσθαι, μηκέτι τοῦ θώρακος οἵου τʼ ὄντος μήτʼ ἐπεισδέχεσθαι μήθʼ ὑποστέγειν ὑπολειπομένου δέ τινος ἐν τῷ θώρακι λεπτομεροῦς ἀεὶ βραχέος ʽοὐ γὰρ ἅπαν ἐκκρίνεταἰ, πρὸς τοῦτο πάλιν τὸ εἴσω ὑπομένον βαρύτητα τοῦ ἐκτὸς ἀντεπεισφέρεσθαι.3 ταῦτα δὲ ταῖς σικύαις παρεικάζει· τὴν δὲ κατὰ προαίρεσιν ἀναπνοὴν γίνεσθαί φησι, συναγομένων τῶν ἐν τῷ πνεύμονι λεπτοτάτων πόρων καὶ τῶν βραγχίων στενουμένων τῇ γὰρ ἡμετέρᾳ ταῦθʼ ὑπακούει προαιρέσει. Ἡρόφιλος δυνάμεις ἀπολείπει περὶ τὰ σώματα τὰς κινητικὰς ἐν νεύροις ἐν ἀρτηρίαις ἐν μυσί· τὸν οὖν πνεύμονα νομίζει μόνον ὀρέγεσθαι διαστολῆς τε καὶ συστολῆς φυσικῶς· εἶτα δὲ καὶ τἆλλα. ἐνέργειαν μὲν οὖν εἶναι τοῦ πνεύμονος τὴν ἔξωθεν τοῦ πνεύματος ὁλκήν ὑπὸ δὲ τῆς πληρώσεως τῆς θύραθεν γινομένης ἐφέλκεται παρακειμένως δὲ διὰ τὴν δευτέραν ὄρεξιν ἐφʼ αὑτὸν ὁ θώραξ τὸ πνεῦμα μετοχετεύει, πληρωθεὶς δὲ καὶ μηκέτι ἐφέλκεσθαι δυνάμενος πάλιν εἰς τὸν πνεύμονα τὸ περιττὸν ἀντιμετερᾷ, διʼ οὗ πρὸς τὰ ἐκτὸς τὰ τῆς ἀποκρίσεως γίνεται, τῶν σωματικῶν μερῶν ἀντιπασχόντων ἀλλήλοις. ὅτε μὲν γὰρ διαστολὴ ὅτε δὲ συστολὴ γίνεται πνεύμονος, ταῖς ἀλλήλων ἀντιμεταλήψεσι πληρώσεώς τε καὶ κενώσεως γινομένης, ὡς τέσσαρας μὲν γίνεσθαι κινήσεις περὶ τὸν πνεύμονα, τὴν μὲν πρώτην καθʼ ἣν ἔξωθεν ἀέρα δέχεται, τὴν δὲ δευτέραν καθʼ ἣν τοῦθʼ ὅπερ ἐδέξατο θύραθεν ἐντὸς αὑτοῦ πρὸς τὸν θώρακα μετερᾷ, τὴν δὲ τρίτην καθʼ ἣν τὸ ἀπὸ τοῦ θώρακος συστελλόμενον αὖθις εἰς αὑτὸν ἐκδέχεται, τὴν δὲ τετάρτην καθʼ ἣν τὸ ἐξ ὑποστροφῆς ἐν αὐτῷ γινόμενον θύραζε ἐξερᾷ τούτων δὲ τῶν κινήσεων δύο μὲν εἶναι διαστολάς, τὴν τʼ ἔξωθεν τὴν τʼ ἀπὸ τοῦ θώρακος· δύο δὲ συστολάς, τὴν μὲν ὅταν ὁ θώραξ ἐφʼ αὑτὸν τὸ πνευματικὸν ἑλκύσῃ, τὴν δʼ ὅταν αὐτὸς εἰς τὸν ἐκτὸς ἀέρα ἀποκρίνῃ δύο γὰρ μόναι γίνονται περὶ τὸν θώρακα, διαστολὴ μὲν ὅταν ἀπὸ τοῦ πνεύμονος ἐφέλκηται, συστολὴ δʼ ὅταν τούτῳ πάλιν ἀνταποδιδῷ Περὶ παθῶν σωματικῶν καὶ εἰ συναλγεῖ τούτοις ἡ ψυχή. οἱ Στωικοὶ τὰ μὲν πάθη ἐν τοῖς πεπονθόσι τόποις, τὰς δʼ αἰσθήσεις ἐν τῷ ἡγεμονικῷ. Ἐπίκουρος καὶ τὰ πάθη καὶ τὰς αἰσθήσεις ἐν τοῖς πεπονθόσι τόποις· τὸ γὰρ ἡγεμονικὸν ἀπαθές. Στράτων καὶ τὰ πάθη τῆς ψυχῆς καὶ τὰς αἰσθήσεις ἐν τῷ ἡγεμονικῷ οὐκ ἐν τοῖς πεπονθόσι τόποις συνίστασθαι. ἐν γὰρ ταύτῃ κεῖσθαι τὴν ὑπομονήν,4 ὥσπερ ἐπὶ τῶν δεινῶν καὶ ἀλγεινῶν καὶ ὥσπερ ἐπὶ τῶν ἀνδρείων καὶ δειλῶν.
关于呼吸。 恩培多克勒认为,最初动物的最初呼吸之所以发生,是由于胎儿体内的水分发生退却,外部的气状物质便涌入血管豁开的部分,以补充腾空的处所;紧接着,先天之热由于向外的冲动而挤压出气状物质,便产生了呼气,而由于先天之热向内的退缩又为气状物质提供了重新进入的通道,便产生了吸气。而现今普遍存在的呼吸,则是当血液流向表面,并在其外流过程中以自身的涌流通过鼻孔挤出气状物质时,产生呼气;当血液退回,空气随之反向涌入因血液退回而留下的空隙时,便产生吸气。他用漏壶的例子来说明这一点。 阿斯克勒皮亚德将肺构想为类似漏斗之物,并假定呼吸的原因是胸腔内具有细微颗粒的物质;外部的空气由粗大颗粒构成,因而向这细微物质流动涌入,但当胸腔不再能够容纳或包容时,空气便再次被推挤出去;然而由于胸腔内总是残留着些许微细的物质(因为并非全部被排出),外部空气的沉重颗粒便再次迎向这留在体内的物质涌入。他把这些现象比作火罐;他还说,随意识支配的呼吸之发生,是因为肺中最细微的孔隙收拢以及气管分支变窄,因为这些部分顺从我们的意愿支配。 赫罗菲卢将身体各处的运动机能归于神经、动脉和肌肉;因此他认为唯有肺在自然状态下欲望扩张与收缩,继而其他部分亦然。肺的活动就是从外部汲取气脉;由于外部所产生的充盈,气脉被吸入;紧邻其旁的胸腔则由于第二种欲望将气脉引向自身,当胸腔被填满且无法再行吸纳时,便将多余的部分倒流回肺中,通过肺完成向外的排泄,各个身体部位彼此相互作用。因为有时肺发生扩张,有时发生收缩,充盈与排空通过彼此的交替而进行,从而在肺周围产生四种运动:第一种是肺从外部接受空气;第二种是将从外部接受的空气在自身内部导向胸腔;第三种是再度将从胸腔收缩返回的气脉接纳回自身;第四种是将逆流回自身内部的气脉倾泻到体外。在这些运动中,有两种是扩张(来自外部的扩张与来自胸腔的扩张),两种是收缩(一种是胸腔将气性物质拉向自身时,另一种是肺自身将其排向外部空气时);因为在胸腔周围仅发生两种运动:从肺部汲取时为扩张,再次返还给肺部时为收缩。 关于肉体受动,以及灵魂是否与肉体同感痛苦。 斯多亚派认为,受动发生于受影响的部位,感觉则位于统治部分。 伊壁鸠鲁认为,受动和感觉都位于受影响的部位;因为统治部分是无所受动的。 斯特拉同认为,灵魂的受动和感觉都确立于统治部分,而非在受影响的部位;因为承受力正是居于这灵魂之中,正如面对可怕和痛苦的事物时,以及在勇敢和怯懦的人身上所显现的那样。
- 903dτὴν πρώτην ἀναπνοὴν τοῦ πρώτου ζῴου γενέσθαι
省略了发话动词(如 φησί)的宾格带不定式结构。句首的 Ἐμπεδοκλῆς 为主语,后文一系列宾格名词短语(如 τὴν ἐκπνοήν、τὴν εἰσπνοήν 等)皆作为补出的 γενέσθαι 的逻辑主语而并列。
- 903dτὴν δὲ νῦν κατέχουσαν
名词 ἀναπνοήν 的省略。承接前文语境,意指“现今维持的(日常)呼吸”。分词 κατέχουσαν 作不及物用法,意为“居于支配地位的、现存的”。
- 903eπρὸς τοῦτο πάλιν τὸ εἴσω ὑπομένον βαρύτητα τοῦ ἐκτὸς ἀντεπεισφέρεσθαι
宾格带不定式结构。βαρύτητα τοῦ ἐκτὸς(外部空气的重力/沉重粗粒)作为被动不定式 ἀντεπεισφέρεσθαι 的逻辑主语。介词短语 πρὸς τοῦτο τὸ εἴσω ὑπομένον 则表示“朝向这留在体内的细微物质”。
- 904cἐν γὰρ ταύτῃ κεῖσθαι τὴν ὑπομονήν
阴性单数与格指示代词 ταύτῃ 的先行词。它并未与紧邻的中性名词 τὸ ἡγεμονικόν 一致,而是在语法上指代前句出现的“灵魂”(源自 τὰ πάθη τῆς ψυχῆς 中的 ἡ ψυχή),表明承受力(ὑπομονή)居于灵魂自身之中。
