- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0094.tlg003.humanitext-grc2:4.intro-4.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者在考察完宇宙整体之后转向讨论具体事物,概述了古代诸学派关于尼罗河泛滥的原因、灵魂的定义、灵魂是否为物体及其本质、以及灵魂的组成部分的学说。
περιωδευμένων δὲ τῶν τοῦ κόσμου μερῶν, διαβήσομαι πρὸς τὰ, πατὰ μέρος.1
在巡览了宇宙的各个部分之后,我将进而讨论各个局部的事物。
Περὶ Νείλου ἀναβάσεως. Θαλῆς τοὺς ἐτησίας ἀνέμους οἴεται πνέοντας τῇ Αἰγύπτῳ ἀντιπροσώπους ἐπαίρειν τοῦ Νείλου τὸν ὄγκον διὰ τὸ τὰς ἐκροὰς αὐτοῦ τῇ παροιδήσει τοῦ ἀντιπαρήκοντος πελάγους ἀνακόπτεσθαι. Εὐθυμένης ὁ Μασσαλιώτης ἐκ τοῦ Ὠκεανοῦ καὶ τῆς ἔξω θαλάσσης γλυκείας κατʼ αὐτὸν οὔσης νομίζει πληροῦσθαι τὸν ποταμόν. Ἀναξαγόρας ἐκ τῆς χιόνος τῆς ἐν τῇ Αἰθιοπίᾳ, τηκομένης μὲν τῷ θέρει ψυχομένης δὲ τῷ χειμῶνι. Δημόκριτος, τῆς χιόνος τῆς ἐν τοῖς πρὸς ἄρκτον μέρεσιν ὑπὸ θερινὰς τροπὰς ἀναλυομένης τε καὶ διαχεομένης, νέφη μὲν ἐκ τῶν ἀτμῶν πιλοῦσθαι τούτων δʼ ἀπελαυνομένων πρὸς μεσημβρίαν καὶ τὴν Αἴγυπτον ὑπὸ τῶν ἐτησίων ἀνέμων, ἀποτελεῖσθαι ῥαγδαίους ὄμβρους, ὑφʼ ὧν ἀναπίμπλασθαι τάς τε λίμνας καὶ τὸν Νεῖλον ποταμόν. Ἡρόδοτος ὁ συγγραφεὺς ἴσον μὲν ἐκ τῶν πηγῶν φέρεσθαι χειμῶνος καὶ θέρους, φαίνεσθαι δʼ ἐλάττονα τοῦ χειμῶνος διὰ τὸ ἐν τούτῳ τῷ καιρῷ πλησίον ἰόντα τὸν ἥλιον τῆς Αἰγύπτου ἐξατμίζειν τὰ νάματα. Ἔφορος ὁ ἱστοριογράφος κατὰ θέρος φησὶν ἀναχαλᾶσθαι τὴν ὅλην Αἴγυπτον καὶ οἱονεὶ ἐξιδροῦν τὸ πολὺ νᾶμα συνδίδωσι δʼ αὐτῇ καὶ ἡ Ἀραβία καὶ ἡ Λιβύη παρὰ τὸ ἀραιὸν καὶ ὑπόψαμμον. Εὔδοξος τοὺς ἱερεῖς φησι λέγειν τὰ ὄμβρια τῶν ὑδάτων κατὰ τὴν ἀντιπερίστασιν τῶν ὡρῶν ὅταν γὰρ ἡμῖν θέρος τοῖς ὑπὸ τὸν θερινὸν τροπικὸν οἰκοῦσιν, τότε τοῖς ὑπὸ τὸν χειμερινὸν τροπικὸν ἀντοίκοις χειμών ἐστιν, ἐξ ὧν τὸ πλημμῦρον ὕδωρ καταρρήγνυται.
论尼罗河泛滥。 泰勒斯认为,迎面吹向埃及的季风(信风)抬升了尼罗河的水位,因为河水的出口被迎面而来的海潮涌动所阻遏。 马萨利亚的欧堤墨涅斯认为,这条河流由大洋以及在他看来是淡水的外海所充盈。 阿那克西哥拉归因于埃塞俄比亚的积雪,它在夏季融化而在冬季冻结。 德谟克利特认为,当北方各处的积雪在夏至时节融解散溢时,蒸汽便凝结成云,这些云被信风驱赶向南方和埃及,遂形成倾盆暴雨,湖泊与尼罗河便由此被注满。 历史学家希罗多德认为,冬夏两季从源头流出的水量是相同的,但在冬季显得较少,乃是因为在此时节太阳行经靠近埃及之处,蒸发了流水。 历史学家埃福洛斯说,夏季时整个埃及都松弛开裂,仿佛流汗般渗出充沛的流水;而阿拉伯与利比亚也由于土质疏松且多沙,与之共同渗出水分。 欧多克索斯说,祭司们称雨水是由于季节的反转;因为当我们这些居住在北回归线(夏至线)下的人处于夏季时,那些居住在南回归线(冬至线)下的对跖居民则处于冬季,泛滥之水即从那里倾泻而下。
Περὶ ψυχῆς. Θαλῆς ἀπεφήνατο πρῶτος τὴν ψυχὴν φύσιν ἀεικίνητον ἢ αὐτοκίνητον. Πυθαγόρας ἀριθμὸν ἑαυτὸν κινοῦντα, τὸν δʼ ἀριθμὸν ἀντὶ τοῦ νοῦ παραλαμβάνει. Πλάτων οὐσίαν νοητήν, ἐξ ἑαυτῆς κινητὴν, κατʼ ἀριθμὸν ἐναρμόνιον κινουμένην. Ἀριστοτέλης ἐντελέχειαν πρώτην σώματος φυσικοῦ, ὀργανικοῦ, δυνάμει ζωὴν ἔχοντος· τὴν δʼ ἐντελέχειαν ἀκουστέον ἀντὶ τῆς ἐνεργείας.2 Δικαίαρχος ἁρμονίαν τῶν τεσσάρων στοιχείων. Ἀσκληπιάδης ὁ ἰατρὸς συγγυμνασίαν τῶν αἰσθήσεων.
论灵魂。 泰勒斯最早宣称灵魂是永恒运动的或自身运动的本性。 毕达哥拉斯称其为自转的数,并用这数来代替理性(心灵)。 柏拉图称其为理智可知的实体,自发运动,依和谐的数而运动。 亚里士多德称其为潜在具有生命的自然、有机物体的第一现实态(隐得来希);这隐得来希应当被理解为代替现实活动。 狄凯阿尔科斯称其为四元素的和谐。 医生阿斯克勒庇阿德斯称其为诸感觉的协同操练。
Εἰ σῶμα ἡ ψυχὴ καὶ τίς ἡ οὐσία αὐτῆς. οὗτοι πάντες οἱ προτεταγμένοι ἀσώματον τὴν ψυχὴν ὑποτίθενται, φύσιν λέγοντες αὐτοκίνητον καὶ οὐσίαν νοητὴν καὶ τοῦ φυσικοῦ ὀργανικοῦ ζωὴν ἔχοντος ἐντελέχειαν. οἱ δʼ ἀπʼ Ἀναξαγόρου ἀεροειδῆ ἔλεγόν τε καὶ σῶμα. οἱ Στωικοὶ πνεῦμα θερμόν. Δημόκριτος πυρῶδες σύγκριμα ἐκ τῶν λόγῳ θεωρητῶν, σφαιρικὰς μὲν ἐχόντων τὰς ἰδέας πυρίνην δὲ τὴν δύναμιν, ὅπερ σῶμα εἶναι. Ἐπίκουρος κρᾶμα ἐκ τεσσάρων, ἐκ ποιοῦ πυρώδους, ἐκ ποιοῦ ἀερώδους, ἐκ ποιοῦ πνευματικοῦ· ἐκ τετάρτου τινὸς ἀκατονομάστου, ὃ ἦν αὐτῷ αἰσθητικόν. Ἡράκλειτος τὴν μὲν τοῦ κόσμου ψυχὴν ἀναθυμίασιν ἐκ τῶν ἐν αὐτῷ ὑγρῶν, τὴν δʼ ἐν τοῖς ζῴοις ἀπὸ τῆς ἐκτὸς καὶ τῆς ἐν αὐτοῖς ἀναθυμιάσεως ὁμογενῆ.
灵魂是否为物体,及其本质为何。 所有上述思想家都设定灵魂是非物体的,称其为自身运动的本性、理智可知的实体,以及具有生命的自然有机物体的现实态。 阿那克西哥拉的追随者们则说灵魂似空气,并且是物体。 斯多亚派称其为热气(普纽玛)。 德谟克利特称其为由理性可观照且具有球形的形状与火的权能之物构成的似火结合体,这乃是物体。 伊壁鸠鲁称其为四种成分的混合物:某种似火之物、某种似气之物、某种风质之物,以及第四种无名之物,这第四种对他是感觉的承担者。 赫拉克利特认为,宇宙的灵魂是其中湿气的呼气,而动物体内的灵魂则是出于外部的呼气与动物体内的呼气,且是同类的。
Περὶ μερῶν ψυχῆς. Πυθαγόρας Πλάτων κατὰ μὲν τὸν ἀνωτάτω λόγον διμερῆ τὴν ψυχήν, τὸ μὲν γὰρ ἔχει λογικὸν τὸ δʼ ἄλογον κατὰ δὲ τὸ προσεχὲς καὶ ἀκριβὲς τριμερῆ, τὸ γὰρ ἄλογον διαιροῦσιν εἴς τε τὸ θυμικὸν καὶ τὸ ἐπιθυμητικόν. οἱ Στωικοὶ ἐξ ὀκτὼ μερῶν φασι συνεστάναι, πέντε μὲν τῶν αἰσθητικῶν, ὁρατικοῦ ἀκουστικοῦ ὀσφρητικοῦ γευστικοῦ ἁπτικοῦ, ἕκτου δὲ φωνητικοῦ, ἑβδόμου δὲ σπερματικοῦ, ὀγδόου δʼ αὐτοῦ τοῦ ἡγεμονικοῦ, ἀφʼ οὗ ταῦτα πάντα ἐπιτέταται διὰ τῶν οἰκείων ὀργάνων προσφερῶς ταῖς τοῦ πολύποδος πλεκτάναις. Δημόκριτος Ἐπίκουρος διμερῆ τὴν ψυχήν, τὸ μὲν λογικὸν ἔχουσαν ἐν τῷ θώρακι καθιδρυμένον, τὸ δʼ ἄλογον καθʼ ὅλην τὴν σύγκρισιν τοῦ σώματος διεσπαρμένον. ὁ δὲ Δημόκριτος πάντα μετέχειν φησὶ ψυχῆς ποιᾶς, καὶ τὰ νεκρὰ τῶν σωμάτων· διότι ἀεὶ διαφανῶς τινος θερμοῦ καὶ αἰσθητικοῦ μετέχει, τοῦ πλείονος διαπνεομένου.3
论灵魂的部分。 毕达哥拉斯与柏拉图认为,依最高原则灵魂分为两部分,因为灵魂具有理性部分与非理性部分;但依直接而精确的划分则分为三部分,因为他们将非理性部分划分为激情部分与欲望部分。 斯多亚派说灵魂由八个部分组成:五个感觉部分(视觉、听觉、嗅觉、味觉、触觉),第六为发声部分,第七为精种(生殖)部分,第八为统治中枢本身,所有这些部分都从统治中枢通过各自的器官伸展出来,正如章鱼的触手一般。 德谟克利特与伊壁鸠鲁主张灵魂分为两部分,理性部分安放于胸膛,非理性部分散布于整个身体结合体之中。 而德谟克利特说万物都分有某种灵魂,甚至死尸也是如此;因为尸体总是显著地分有某种发热且具感知力的成分,尽管其绝大部分已经消散。
- introδιαβήσομαι πρὸς τὰ, πατὰ μέρος
原文中的“πατὰ”系“κατὰ”之误写或异文,构成习语“τὰ κατὰ μέρος”(个别的部分/具体的事物),与句首相对于全宇宙的绝对属格“περιωδευμένων... τῶν τοῦ κόσμου μερῶν”形成宏观与微观、整体与局部的对比。
- 898cτὴν δʼ ἐντελέχειαν ἀκουστέον ἀντὶ τῆς ἐνεργείας
动词性形容词 ἀκουστέον 表示必然或应当(“当被理解/听作”),支配宾格 τὴν ἐντελέχειαν 作其直接宾语。介词短语 ἀντὶ τῆς ἐνεργείας 意为“代替现实活动(energeia)/指称现实活动”。
- 898eτοῦ πλείονος διαπνεομένου
绝对属格结构(genitive absolute),在此作让步状语(“尽管绝大部分已经消散/蒸发”)或背景性伴随情况。τοῦ πλείονος 作中性实质名词使用,意为“绝大部分/更大份额”。
