- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0094.tlg003.humanitext-grc2:4.5-4.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节综述了各派哲学家关于灵魂统治中枢的位置、灵魂的运动、灵魂的不灭性、感觉与感官的定义及机制,以及感觉与表象真伪的诸般学说。
Τί τὸ τῆς ψυχῆς ἡγεμονικὸν καὶ ἐν τίνι ἐστίν. Πλάτων Δημόκριτος ἐν ὅλῃ τῇ κεφαλῇ. Στράτων ἐν μεσοφρύῳ. Ἐρασίστρατος περὶ τὴν μήνιγγα τοῦ ἐγκεφάλου, ἣν ἐπικρανίδα λέγει. Ἡρόφιλος ἐν τῇ τοῦ ἐγκεφάλου κοιλίᾳ, ἥτις ἐστὶ καὶ βάσις. Παρμενίδης ἐν ὅλῳ τῷ θώρακι καὶ Ἐπίκουρος οἱ Στωικοὶ πάντες ἐν ὅλῃ τῇ καρδίᾳ ἢ τῷ περὶ τὴν καρδίαν πνεύματι. Διογένης ἐν τῇ ἀρτηριακῇ κοιλίᾳ τῆς καρδίας, ἥτις ἐστὶ καὶ πνευματική. Ἐμπεδοκλῆς ἐν τῇ τοῦ αἵματος συστάσει. οἱ δʼ ἐν τῷ τραχήλῳ τῆς καρδίας, οἱ δʼ ἐν τῷ περικαρδίῳ ὑμένι, οἱ δʼ ἐν τῷ διαφράγματι. τῶν νεωτέρων τινὲς διήκειν ἀπὸ κεφαλῆς μέχρι τοῦ διαφράγματος. Πυθαγόρας τὸ μὲν ζωτικὸν περὶ τὴν καρδίαν, τὸ δὲ λογικὸν καὶ νοερὸν περὶ τὴν κεφαλήν.
灵魂的统治中枢为何,且位于何处。 柏拉图与德谟克利特认为它位于整个头部。 斯特拉同认为位于双眉之间。 埃拉西斯特拉托斯认为位于脑膜周围,他称此脑膜为头盖膜。 赫罗菲洛斯认为位于脑室之中,此脑室亦是脑的基底。 巴门尼德认为位于整个胸膛,伊壁鸠鲁亦同此看法。 斯多亚派所有人都认为位于整个心脏,或者围绕心脏的气(普纽玛)中。 狄奥革涅斯认为位于心脏的动脉心室中,这亦是充气的心室。 恩培多克勒认为位于血液的结合构造中。 另有人认为位于心颈,有人认为位于心包膜,有人认为位于横膈膜。较晚近的一些学者认为它从头部一直延伸到横膈膜。 毕达哥拉斯认为生命部分在心脏周围,而理性且具智性的部分在头部周围。
Περὶ κινήσεως ψυχῆς. Πλάτων ἀεικίνητον μὲν τὴν ψυχήν, τὸν δὲ νοῦν ἀκίνητον τῆς μεταβατικῆς κινήσεως. Ἀριστοτέλης ἀκίνητον τὴν ψυχὴν πάσης κινήσεως προηγουμένην,1 τῆς δὲ κατὰ συμβεβηκὸς μετέχειν καθάπερ τὰ εἴδη τῶν σωμάτων.
论灵魂的运动。 柏拉图认为灵魂是永动者,但理智就位移运动而言是不动的。 亚里士多德认为灵魂作为先于一切运动者是不动的,但如同物体的形式一样,偶性地分有运动。
Περὶ ἀφθαρσίας ψυχῆς. Πυθαγόρας Πλάτων ἄφθαρτον εἶναι τὴν ψυχήν. ἐξιοῦσαν γὰρ εἰς τὴν τοῦ παντὸς ψυχὴν ἀναχωρεῖν πρὸς τὸ ὁμογενὲς οἱ Στωικοὶ ἐξιοῦσαν ἐκ τῶν σωμάτων ὑποφέρεσθαι τὴν μὲν ἀσθενεστέραν ἅμα τοῖς συγκρίμασι γίνεσθαι, ταύτην δʼ εἶναι τῶν ἀπαιδεύτων τὴν δʼ ἰσχυροτέραν, οἵα ἐστὶ περὶ τοὺς σοφούς, καὶ μέχρι τῆς ἐκπυρώσεως2 Δημόκριτος Ἐπίκουρος φθαρτὴν τῷ σώματι συνδιαφθειρομένην, Πυθαγόρας Πλάτων τὸ μὲν λογικὸν ἄφθαρτον καὶ γὰρ τὴν ψυχὴν οὐ θεὸν ἀλλʼ ἔργον τοῦ ἀιδίου θεοῦ ὑπάρχειν· τὸ δʼ ἄλογον φθαρτόν.
论灵魂的不灭。 毕达哥拉斯与柏拉图认为灵魂是不灭的;因为当它离开肉体时,便退归入宇宙的灵魂,回到同类之中。 斯多亚派认为灵魂脱离肉体后仍持续存在,较软弱的灵魂与身体结合体一同消解——这就是无教养之人的灵魂;而较强健的灵魂,如属于智者之灵魂,甚至能持续留存至大火(世界大火)之时。 德谟克利特与伊壁鸠鲁认为灵魂是可朽的,随肉体一同毁灭。 毕达哥拉斯与柏拉图认为理性部分是不灭的——因为灵魂并非神,而是永恒之神的造物——而非理性部分是可灭的。
Περὶ αἰσθήσεων καὶ αἰσθητῶν. οἱ Στωικοὶ ὁρίζονται οὕτως τὴν αἴσθησιν αἴσθησίς ἐστιν ἀντίληψις διʼ αἰσθητηρίου ἢ κατάληψις. πολλαχῶς δὲ λέγεται ἡ αἴσθησις· ἥ τε γὰρ ἕξις καὶ ἡ δύναμις καὶ ἡ ἐνέργεια καὶ ἡ φαντασία ἡ καταληπτικὴ διʼ αἰσθητηρίου γίνονται, καὶ αὐτὸ τὸ ἡγεμονικόν, ἀφʼ οὗ συνίσταται. πάλιν δʼ αἰσθητήρια λέγεται πνεύματα νοερὰ ἀπὸ τοῦ ἡγεμονικοῦ ἐπὶ τὰ ὄργανα τεταμένα. Ἐπίκουρος· τὸ μόριόν ἐστιν ἡ αἴσθησις ἥτις ἐστὶν ἡ δύναμις, καὶ τὸ ἐπαίσθημα ὅπερ ἐστὶ τὸ ἐνέργημα ὥστε διχῶς παρʼ αὐτῷ λέγεσθαι αἴσθησιν μὲν τὴν δύναμιν αἰσθητὸν δὲ τὸ ἐνέργημα. Πλάτων τὴν αἴσθησιν ἀποφαίνεται ψυχῆς καὶ σώματος κοινωνίαν πρὸς τὰ ἐκτός· ἡ μὲν γὰρ δύναμις ψυχῆς τὸ δʼ ὄργανον σώματος ἄμφω δὲ διὰ φαντασίας ἀντιληπτικὰ τῶν ἔξωθεν γίνεται. Λεύκιππος Δημόκριτος τὴν αἴσθησιν καὶ τὴν νόησιν γίνεσθαι, εἰδώλων ἔξωθεν προσιόντων· μηδενὶ γὰρ ἐπιβάλλειν μηδετέραν χωρὶς τοῦ προσπίπτοντος εἰδώλου.
论感觉与感觉对象。 斯多亚派这样界定感觉: 感觉是通过感觉器官的领会或把握(把握性领会)。 但“感觉”有多种说法:因为性态、潜能、现实活动以及通过感觉器官产生的把握性表象都被称为感觉,〔感觉〕由之构成的统治中枢本身亦是如此。再者,从统治中枢延伸到器官的智性之气,被称为“感觉器官”。 伊壁鸠鲁认为,感觉是身体部分,即潜能,以及所感知的产物,即现实动作,因此在他那里“感觉”有双重含义:潜能称为感觉,而现实动作则被称为感觉对象。 柏拉图表明,感觉是灵魂与身体针对外部事物的结合交融;因为潜能属于灵魂,器官属于身体,二者通过表象共同具备了领会外在事物的能力。 留基伯与德谟克利特认为,感觉与思维是在影像从外部临近时产生的;因为若没有飘落而来的影像,二者对任何事物都无法施加作用。
Εἰ ἀληθεῖς αἱ αἰσθήσεις καὶ αἱ φαντασίαι. οἱ Στωικοὶ τὰς μὲν αἰσθήσεις ἀληθεῖς, τῶν δὲ φαντασιῶν τὰς μὲν ἀληθεῖς τὰς δὲ ψευδεῖς. Ἐπίκουρος πᾶσαν αἴσθησιν καὶ πᾶσαν φαντασίαν ἀληθῆ, τῶν δὲ δοξῶν τὰς μὲν ἀληθεῖς τὰς δὲ ψευδεῖς· καὶ ἡ μὲν αἴσθησις μοναχῶς ψευδοποιεῖται κατὰ τὰ νοητά, ἡ δὲ φαντασία διχῶς καὶ γὰρ αἰσθητῶν ἔστι φαντασία καὶ νοητῶν. Ἐμπεδοκλῆς Ἡρακλείδης παρὰ τὰς συμμετρίας τῶν πόρων τὰς κατὰ μέρος αἰσθήσεις γίνεσθαι, τοῦ οἰκείου τῶν αἰσθητῶν ἑκάστῃ ἁρμόζοντος.3
感觉与表象是否为真。 斯多亚派认为感觉皆为真,但表象中有些为真,有些为假。 伊壁鸠鲁认为一切感觉和一切表象皆为真,但意见中有些为真,有些为假;感觉仅以单一方式在理智对象上被歪曲为假,而表象则以双重方式被歪曲为假,因为既有关于感觉对象的表象,亦有关于理智对象的表象。 恩培多克勒与赫拉克利德斯认为,各别的感觉是根据孔道的相称性而产生的,因为每种感官都适宜于接纳其固有的感觉对象。
- 899bπάσης κινήσεως προηγουμένην
分词 προηγουμένην(源自 προηγέομαι,“先于、居先”)为宾格阴性单数,与 τὴν ψυχήν 一致,并支配属格 πάσης κινήσεως(“先于一切运动”),与下文的 τῆς δὲ κατὰ συμβεβηκὸς(偶性的[运动])形成对比。
- 899cτὴν δʼ ἰσχυροτέραν, οἵα ἐστὶ περὶ τοὺς σοφούς, καὶ μέχρι τῆς ἐκπυρώσεως
承接前句的对比(τὴν μὲν ἀσθενεστέραν... γίνεσθαι)以及主句不定词 ὑποφέρεσθαι(留存、承续),此处省略了谓语动词(如 διαμένειν 等)。καὶ 为副词性用法,具有强调极端的意味(“甚至直到……”)。
- 899eτοῦ οἰκείου τῶν αἰσθητῶν ἑκάστῃ ἁρμόζοντος
属格独立结构。τοῦ οἰκείου(固有的部分)作其逻辑主语,受整体属格 τῶν αἰσθητῶν(感觉对象之中的)修饰;ἑκάστῃ 为与格补足语(“适合于每一感官”),ἁρμόζοντος 为分词谓语。
