← 伪普鲁塔克

哲学家教义志

§3.15-3.18

关于地震海洋潮汐及晕的成因学说

本节依次概述了关于地震成因的诸家学说、海洋的形成及其咸苦的来源、潮汐的发生机制,以及天体周围出现的晕的成因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.15

Περὶ σεισμῶν γῆς. Θαλῆς μὲν καὶ Δημόκριτος ὕδατι τὴν αἰτίαν τῶν σεισμῶν προσάπτουσιν. οἱ δὲ Στωικοί φασι σεισμός ἐστι τὸ ἐν τῇ γῇ ὑγρὸν εἰς ἀέρα διακρινόμενον καὶ ἐκπῖπτον Ἀναξιμένης ξηρότητα καὶ ὑγρότητα τῆς γῆς αἰτίαν τῶν σεισμῶν, ὧν τὴν μὲν αὐχμοὶ γεννῶσι τὴν δʼ ἐπομβρίαι. Ἀναξαγόρας ἀέρος ὑποδύσει τῇ μὲν πυκνότητι τῆς ἐπιφανείας προσπίπτοντος τῷ δʼ ἔκκρισιν λαβεῖν μὴ δύνασθαι1 τρόμῳ τὸ περιέχον κραδαίνοντος. Ἀριστοτέλης διὰ τὴν τοῦ ψυχροῦ πανταχόθεν ἀντιπερίστασιν, κάτωθεν καὶ ἄνωθεν αὐτῇ περιστάντος· τὸ γὰρ θερμὸν ἀνωτέρω γενέσθαι σπεύδει ἅτε δὴ κοῦφον ὄν· διὰ τοῦτο, ἐν ἀπολήψει γινομένης τῆς ξηρᾶς ἀναθυμιάσεως, τῇ σφηνώσει καὶ τοῖς ἀντελιγμοῖς διαταράττεσθαι.2 Μητρόδωρος μηδὲν ἐν τῷ οἰκείῳ τόπῳ σῶμα κινεῖσθαι, εἰ μή τις προώσειεν ἢ καθελκύσειε κατʼ ἐνέργειαν διὸ μηδὲ τὴν γῆν, ἅτε δὴ κειμένην φυσικῶς, κινεῖσθαι, τόπους δέ τινας αὐτῆς νοστεῖν τοῖς σάλοις. Παρμενίδης Δημόκριτος διὰ τὸ πανταχόθεν ἴσον ἀφεστῶσαν μένειν ἐπὶ τῆς ἰσορροπίας, οὐκ ἔχουσαν αἰτίαν διʼ ἣν δεῦρο μᾶλλον ἢ ἐκεῖσε ῥέψειεν ἄν· διὰ τοῦτο μόνον μὲν κραδαίνεσθαι μὴ κινεῖσθαι δέ. Ἀναξιμένης διὰ τὸ πλάτος ἐποχεῖσθαι τῷ ἀέρι. οἱ δέ φασιν ἐφʼ ὕδατος, καθάπερ τὰ πλαταμώδη καὶ σανιδώδη ἐπὶ τῶν ὑδάτων· διὰ τοῦτο κινεῖσθαι. Πλάτων πάσης μὲν κινήσεως ἓξ εἶναι περιστάσεις, ἄνω καὶ κάτω, ἐπὶ τὰ δεξιὰ καὶ θάτερα, ἔμπροσθεν καὶ ὄπισθεν· κατʼ οὐδεμίαν δὲ τούτων ἐνδέχεσθαι τὴν γῆν κινεῖσθαι, ἐν τῷ πανταχόθεν κατωτάτην κειμένην· μένειν μὲν οὖν ἀκίνητον, μηδὲν ἔχουσαν ἐξαίρετον εἰς τὸ ῥέψαι μᾶλλον, τόπους δʼ αὐτῆς κατʼ ἀραιότητα σαλεύεσθαι. Ἐπίκουρος ἐνδέχεσθαι μὲν ὑπὸ πάχους ἀέρος τοῦ ὑποκειμένου ὑδατώδους ὄντος ἀνακρουομένην αὐτὴν καὶ οἷον ὑποτυπτομένην κινεῖσθαι, ἐνδέχεσθαι δὲ καὶ σηραγγώδη τοῖς κατωτέρω μέρεσι καθεστῶσαν ὑπὸ τοῦ διασπειρομένου πνεύματος εἰς τὰς ἀντροειδεῖς κοιλότητας ἐμπίπτοντος σαλεύεσθαι.

论地震。 泰勒斯与德谟克利特将地震的原因归于水。 斯多亚派说:地震是地中的湿气分解为空气并喷涌而出。 阿那克西美尼认为,大地的干燥与湿气是地震的原因,干旱产生前者,暴雨产生后者。 阿那克西哥拉认为,这是由于空气渗入,一方面冲击地表的稠密部分,另一方面因无法找到出口,遂以震颤摇撼周围的大地。 亚里士多德认为,这是由于冷气从各方相互挤压包围(反冲相斥),从下方和上方同时包围大地;盖因热者性轻,急于向上运动;因此,当干燥的呼气被截留时,因其楔入与回旋运动而剧烈扰动大地。 美特罗多洛认为,任何物体在它固有的位置上都不会运动,除非有人以外力将其向前推或向下拉;因此大地作为自然安放之物亦不运动,但大地的某些局部因震波而摇晃。 巴门尼德与德谟克利特认为,大地因与各方等距而保持平衡,没有任何原因使其偏向这一侧而非那一侧;因此大地只是震颤,并不发生位移。 阿那克西美尼认为,大地因其扁平宽广而乘托于空气之上。 另有人说大地处于水上,正如扁平木板状的物体浮于水面一样;因此大地会运动。 柏拉图认为,一切运动共有六个方位(方向):上与下、右与左、前与后;但大地绝不可能沿其中任何一个方位运动,因为从各方来看它都居于最下处;因此大地保持静止,没有偏向任何一方的特殊倾向,但大地的某些局部因其稀疏而发生摇晃。 伊壁鸠鲁认为,大地可能因被下方浓密的水性空气反弹并受到撞击而运动,也可能因其下部呈海绵空洞状,被冲入洞穴状空隙的散播风力所摇撼。

§3.16

Περὶ θαλάσσης πῶς συνέστη καὶ πῶς ἐστι πικρά. Ἀναξίμανδρος τὴν θάλασσάν φησιν εἶναι τῆς πρώτης ὑγρασίας λείψανον, ἧς τὸ μὲν πλεῖον μέρος ἀνεξήρανε τὸ πῦρ τὸ δʼ ὑπολειφθὲν διὰ τὴν ἔκκαυσιν μετέβαλεν. Ἀναξαγόρας, τοῦ κατʼ ἀρχὴν λιμνάζοντος ὑγροῦ περικαέντος ὑπὸ τῆς ἡλιακῆς περιφορᾶς καὶ τοῦ λιπαροῦ ἐξατμισθέντος, εἰς ἁλυκίδα καὶ πικρίαν τὸ λοιπὸν ὑποστῆναι. Ἐμπεδοκλῆς ἱδρῶτα τῆς γῆς ἐκκαιομένης ὑπὸ τοῦ ἡλίου διὰ τὴν ἐπὶ τὸ πλεῖον πίλησιν. Ἀντιφῶν ἱδρῶτα θερμοῦ, ἐξ οὗ τὸ περιληφθὲν ὑγρὸν ἀπεκρίθη, τῷ καθεψηθῆναι παραλυκίσαν, ὅπερ ἐπὶ παντὸς ἱδρῶτος συμβαίνει. Μητρόδωρος διὰ τὸ διηθεῖσθαι διὰ τῆς γῆς μετειληφέναι τοῦ περὶ αὐτὴν πάχους, καθάπερ τὰ διὰ τῆς τέφρας ὑλιζόμενα. οἱ ἀπὸ Πλάτωνος τοῦ στοιχειώδους ὕδατος τὸ μὲν ἐξ ἀέρος κατὰ περίψυξιν συνιστάμενον γλυκὺ γίνεσθαι, τὸ δʼ ἀπὸ γῆς κατὰ περίκαυσιν καὶ ἐκπύρωσιν ἀναθυμιώμενον ἁλμυρόν.

论海洋如何形成以及为何苦咸。 阿那克西曼德说,海洋是原始湿气的残余,其中大部分被火烤干,遗留下的部分则因炙热而发生了转化。 阿那克西哥拉认为,最初停滞的湿气被太阳的旋转环绕炙烤,其油脂部分蒸发,剩余部分沉淀为咸苦之物。 恩培多克勒认为,这是大地在太阳炙烤下,因受到更强烈的挤压而渗出的汗水。 安提丰认为是热质的汗水,从中被包围的湿气分离出来,因被彻底煮沸而变咸,这正如在一切汗水中所发生的情况一样。 美特罗多洛认为,水因在大地中渗析而获得了围绕大地的浓密杂质,正如从草木灰中滤出的液体一样。 柏拉图学派认为,在元素的水之中,由空气经冷却凝结而成的变为甜水(淡水),而从大地经灼热与焚化而化为呼气升起的则变为咸水。

§3.17

Πῶς ἀμπώτιδες γίνονται καὶ πλήμμυραι. Ἀριστοτέλης Ἡρακλείδης ὑπὸ τοῦ ἡλίου τὰ πλεῖστα τῶν πνευμάτων κινοῦντος καὶ συμπεριφέροντος· ὑφʼ ὧν ἐμβαλλόντων μὲν προωθουμένην ἀνοιδεῖν τὴν Ἀτλαντικὴν θάλασσαν, καὶ πατασκευάζειν τὴν πλήμμυραν, καταληγόντων δʼ ἀντιπερισπωμένην ὑποβαίνειν, ὅπερ εἶναι τὴν ἄμπωτιν. Πυθέας ὁ Μασσαλιώτης τῇ πληρώσει τῆς σελήνης τὰς πλημμύρας γίνεσθαι τῇ δὲ μειώσει τὰς ἀμπώτιδας. Πλάτων ἐπὶ τὴν αἰώραν φέρεται τῶν ὑδάτων εἶναι γάρ τινα αἰώραν διά τινος στομίου τρήματος περιφέρουσαν τὴν παλίρροιαν, ὑφʼ ἧς ἀντικυμαίνεσθαι τὰ πελάγη. Τίμαιος τοὺς ἐμβάλλοντας ποταμοὺς εἰς τὴν Ἀτλαντικὴν διὰ τῆς Κελτικῆς ὀρεινῆς αἰτιᾶται, προωθοῦντας μὲν ταῖς ἐφόδοις καὶ πλήμμυραν ποιοῦντας ὑφέλκοντας δὲ ταῖς ἀναπαύλαις καὶ ἀμπώτιδας κατασκευάζοντας. Σέλευκος ὁ μαθηματικὸς κινῶν καὶ οὗτος τὴν γῆν ἀντικόπτειν αὐτῆς τῇ δίνῃ φησὶ καὶ τῇ κινήσει τὴν περιστροφὴν τῆς σελήνης·3 τοῦ δὲ μεταξὺ ἀμφοτέρων τῶν σωμάτων ἀντιπερισπωμένου πνεύματος καὶ ἐμπίπτοντος εἰς τὸ Ἀτλαντικὸν πέλαγος, κατὰ λόγον αὐτῷ, συγκυκᾶσθαι τὴν θάλασσαν.

潮汐如何产生。 亚里士多德与赫拉克利德归因于太阳推动并带动了大部分风;当这些风冲击时,大西洋被向前推挤而隆起,形成满潮;当风势平息时,海水被反向拉回而退落,这便是落潮。 马萨利亚的皮西亚斯认为,满潮随月盈而生,落潮随月亏而至。 柏拉图归因于水体的振荡;盖因存在某种振荡,通过某个孔洞的开口使往复的海流循环往复,诸海因此而反向激荡。 提麦奥斯归因于通过凯尔特山区注入大西洋的诸河流,它们以奔流向前推挤海水形成满潮,以停歇使海水回缩而造成落潮。 天文学家塞琉古同样主张大地运动,他说月球的旋转抗衡着大地的旋涡与运动;而在两星体之间被反向牵引的风冲入大西洋,按照其比例剧烈搅拌着海水。

§3.18

Περὶ ἅλω. ἡ δʼ ἅλως οὑτωσὶν ἀποτελεῖται· μεταξὺ τῆς σελήνης ἤ τινος ἄλλου ἄστρου καὶ τῆς ὄψεως ἀὴρ παχὺς καὶ ὁμιχλώδης ἵσταται εἶτʼ ἐν τούτῳ τῆς ὄψεως κατακλωμένης καὶ εὐρυνομένης κᾆθʼ οὕτω τῷ κύκλῳ τοῦ ἄστρου προσπιπτούσης4 κατὰ τὴν ἔξω περιφέρειαν, κύκλος δοκεῖ περὶ τὸ ἄστρον φαίνεσθαι ὃς κύκλος φαινόμενος ἅλως καλεῖται, ὅτι ἐστὶν ἅλῳ προσεοικώς, ἐκεῖ δοκοῦντος τοῦ φάσματος γίνεσθαι, ἔνθα συνέπεσε τὸ πάθος τῆς ὄψεως.

论晕。 晕是这样形成的:月球或某种其他星体与视觉之间隔着稠密多雾的空气;随后视觉在其中发生折射并扩散,进而以这种方式落在星体外部边缘的圆周上,星体周围便看似显现出一个圆环;这个显现出的圆环因形似打谷场而被称为晕,其幻影看似显现于视觉发生受感变动的那个位置。

语法注4 条
  1. 896cτῇ μὲν πυκνότητι τῆς ἐπιφανείας προσπίπτοντος τῷ δʼ ἔκκρισιν λαβεῖν μὴ δύνασθαι

    该结构承接修饰 ἀέρος ὑποδύσει 的分词 προσπίπτοντος 与 κραδαίνοντος。τῇ μὲν πυκνότητι 作复合动词 προσπίπτοντος 的与格宾语,而 τῷ δʼ ἔκκρισιν λαβεῖν μὴ δύνασθαι 则是由定冠词引导的表原因的不定词与格('因无法获得排出口'),二者由 μέν...δέ 对举。

  2. 896dδιαταράττεσθαι

    作亚里士多德观点的主要动词的被动不定词。在语境中,被扰动/摇撼的逻辑主语自然应补入大地(τὴν γῆν)。前面的 ἐν ἀπολήψει γινομένης τῆς ξηρᾶς ἀναθυμιάσεως 为属格独立结构,随后的 τῇ σφηνώσει καὶ τοῖς ἀντελιγμοῖς 为表手段或原因的与格。

  3. 897cἀντικόπτειν αὐτῆς τῇ δίνῃ φησὶ καὶ τῇ κινήσει τὴν περιστροφὴν τῆς σελήνης

    动词 ἀντικόπτω 可以接与格或及物地接宾格。此处将间接引语中的宾格 τὴν περιστροφὴν τῆς σελήνης 视作受动/主动态的主语,即'月球的旋转与大地的旋涡和运动相抗衡/对冲(与格 αὐτῆς τῇ δίνῃ ...)'。语序和两重运动对抗的文意支撑了这一解读。

  4. 897dτῆς ὄψεως κατακλωμένης καὶ εὐρυνομένης κᾆθʼ οὕτω τῷ κύκλῳ τοῦ ἄστρου προσπιπτούσης

    基于古代视线外射说(视觉光线自眼发出)的连续属格独立结构。主语 τῆς ὄψεως 统摄三个按时间顺序(εἶτα, κᾆτα)连接的分词(κατακλωμένης, εὐρυνομένης, προσπιπτούσης),描述视线在雾气中折射、扩散,最终投射到天体外围边缘的物理/光学过程。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0094.tlg003.humanitext-grc2:3.15-3.18