- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0094.tlg003.humanitext-grc2:4.10-4.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节论述了感觉的数目(五感与通感等)、从感觉、记忆和经验形成概念及理性的过程,以及克律西波斯对表象、表象对象、空想能力与幻影四者的严格区分与定义。
Πόσαι εἰσὶν αἱ αἰσθήσεις. οἱ Στωικοὶ πέντε τὰς εἰδικὰς αἰσθήσεις, ὅρασιν ἀκοὴν ὄσφρησιν γεῦσιν ἁφήν. Ἀριστοτέλης ἕκτην μὲν οὐ λέγει, κοινὴν δʼ αἴσθησιν τὴν τῶν συνθέτων εἰδῶν κριτικήν, εἰς ἣν πᾶσαι συμβάλλουσιν αἱ ἁπλαῖ τὰς ἰδίας ἑκάστη φαντασίας·1 ἐν ᾗ τὸ μεταβατικὸν ἀφʼ ἑτέρου πρὸς ἕτερον, οἱονεὶ σχήματος καὶ κινήσεως, δείκνυται. Δημόκριτος πλείους εἶναι αἰσθήσεις, περὶ τὰ ἄλογα ζῷα καὶ περὶ τοὺς σοφοὺς καὶ περὶ τοὺς θεούς.
感觉有多少种。 斯多亚派认为特种感觉有五种:视觉、听觉、嗅觉、味觉、触觉。 亚里士多德没有谈及第六种感觉,而是确立了判定复合形式的“通感”,所有单一感觉各自将自己固有的表象汇集于此;在此通感中,从一物向另一物的过渡转变——例如形状与运动——得以显现。 德谟克利特认为感觉更为多样,存在于无理性的动物、智者以及诸神之中。
Πῶς γίνεται ἡ αἴσθησις καὶ ἡ ἔννοια καὶ ὁ κατὰ ἐνδιάθεσιν λόγος. οἱ Στωικοί φασιν· ὅταν γεννηθῇ ὁ ἄνθρωπος, ἔχει τὸ ἡγεμονικὸν μέρος τῆς ψυχῆς ὥσπερ χάρτην εὐεργὸν εἰς ἀπογραφήν. εἰς τοῦτο μίαν ἑκάστην τῶν ἐννοιῶν ἐναπογράφεται. πρῶτος δʼ ὁ τῆς ἀναγραφῆς τρόπος ὁ διὰ τῶν αἰσθήσεων αἰσθανόμενοι γάρ τινος οἷον λευκοῦ, ἀπελθόντος αὐτοῦ μνήμην ἔχουσιν· ὅταν δʼ ὁμοειδεῖς πολλαὶ μνῆμαι γένωνται, τότε φαμὲν ἔχειν ἐμπειρίαν ἐμπειρία γάρ ἐστι τὸ τῶν ὁμοειδῶν πλῆθος. τῶν δʼ ἐννοιῶν αἱ μὲν φυσικῶς γίνονται κατὰ τοὺς εἰρημένους τρόπους καὶ ἀνεπιτεχνήτως, αἱ δʼ ἤδη διʼ ἡμετέρας διδασκαλίας καὶ ἐπιμελείας αὗται μὲν οὖν ἔννοιαι καλοῦνται μόνον, ἐκεῖναι δὲ καὶ προλήψεις. ὁ δὲ λόγος, καθʼ ὃν προσαγορευόμεθα λογικοί, ἐκ τῶν προλήψεων συμπληροῦσθαι λέγεται κατὰ τὴν πρώτην ἑβδομάδα.2 ἔστι δʼ ἐννόημα φάντασμα διανοίας λογικοῦ ζῴου τὸ γὰρ φάντασμα, ἐπειδὰν λογικῇ προσπίπτῃ ψυχῇ, τότε ἐννόημα καλεῖται, εἰληφὸς τοὔνομα παρὰ τοῦ νοῦ. διόπερ τοῖς ἀλόγοις ζῴοις οὐ προσπίπτει φαντάσματα· ὅσα δὲ καὶ τοῖς θεοῖς καὶ ἡμῖν γε ταῦτα φαντάσματα μόνον ἐστίν ὅσα δʼ ἡμῖν, ταῦτα καὶ φαντάσματα κατὰ γένος καὶ ἐννοήματα κατʼ εἶδος· ὥσπερ τὰ δηνάρια καὶ οἱ στατῆρες, αὐτὰ μὲν καθʼ αὑτὰ ὑπάρχει δηνάρια καὶ στατῆρες· ἐὰν δ’ εἰς πλοίων δοθῇ μίσθωσιν, τηνικαῦτα πρὸς τῷ δηνάρια εἶναι καὶ ναῦλα λέγεται.3
感觉、概念以及内在理性是如何产生的。 斯多亚派说:人出生时,其灵魂的统治部分就像一张适于书写的纸。概念中的每一项都逐一铭刻于其上。 铭刻的第一种方式是通过感觉进行的;因为当人们感知某物(例如白色物)时,在该物离去后仍保留其记忆;而当产生了许多同类的记忆时,我们便说拥有了经验,因为经验就是同类事物的聚集。 在概念中,有些是按照上述方式自然且非人为技术地产生的,有些则正是通过我们的受教与用心关照产生的。因此后者仅被称为“概念”,而前者还被称为“前概念(先知)”。我们在其根据下被称为理性者的理性,据传是在第一个七年期从这些前概念中完满形成的。 思想对象(所构想者)是理性动物思想的幻象(表象);因为幻象每当触及理性灵魂时,便因从理智取名而被称作思想对象。因此在无理性的动物身上不会产生此类幻象;那些属于诸神以及我们的,仅仅是幻象,而属于我们的那些,在属上是幻象,在种上又是思想对象;正如第纳尔银币与斯塔特金币本身作为第纳尔与斯塔特存在,但若被用作租船之资,届时除了作为第纳尔存在之外,还被称为“运费”。
Τίνι διαφέρει φαντασία φανταστὸν φανταστικὸν φάντασμα. Χρύσιππος διαφέρειν ἀλλήλων φησὶ τέτταρα ταῦτα. φαντασία μὲν οὖν ἐστι πάθος ἐν τῇ ψυχῇ γινόμενον, ἐνδεικνύμενον ἐν αὑτῷ καὶ τὸ πεποιηκός·4 οἷον, ἐπειδὰν ὅψεως θεωρῶμεν τὸ λευκόν, ἔστι πάθος τὸ ἐγγεγενημένον διὰ τῆς ὁράσεως ἐν τῇ ψυχῇ· καὶ κατὰ τοῦτο τὸ πάθος εἰπεῖν ἔχομεν, ὅτι ὑπόκειται λευκὸν κινοῦν ἡμᾶς. ὁμοίως καὶ διὰ τῆς ἁφῆς καὶ τῆς ὀσφρήσεως. εἴρηται δʼ ἡ φαντασία ἀπὸ τοῦ φωτός· καθάπερ γὰρ τὸ φῶς αὑτὸ δείκνυσι καὶ τὰ ἄλλα τὰ ἐν αὐτῷ περιεχόμενα, καὶ ἡ φαντασία δείκνυσιν ἑαυτὴν καὶ τὸ πεποιηκὸς αὐτήν. φανταστὸν δὲ τὸ ποιοῦν τὴν φαντασίαν· οἷον τὸ λευκὸν καὶ τὸ ψυχρόν, καὶ πᾶν ὅ τι ἂν δύνηται κινεῖν τὴν ψυχήν, τοῦτʼ ἔστι φανταστόν. φανταστικὸν δʼ ἐστὶ διάκενος ἑλκυσμός, πάθος ἐν τῇ ψυχῇ οῦδενὲις φανταστοῦ γινόμενον· καθάπερ ἐπὶ τοῦ σκιαμαχοῦντος καὶ κενοῖς ἐπιφέροντος τὰς χεῖρας τῇ γὰρ φαντασίᾳ ὑπόκειταί τι φανταστόν, τῷ δὲ φανταστικῷ οὐδέν. φάντασμα δʼ ἐστίν, ἐφʼ ὃ ἑλκόμεθα κατὰ τὸν φανταστικὸν διάκενον ἑλκυσμόν· ταῦτα δὲ γίνεται ἐπὶ τῶν μελαγχολώντων καὶ μεμηνότων. ὁ γοῦν τραγικὸς Ὀρέστης, ὅταν λέγῃ "ὦ μῆτερ, ἱκετεύω σε, μὴ πίσειέ μοι τὰς αἱματωποὺς καὶ δρακοντώδεις κόρας· αὗται γάρ, αὗται πλησίον θρώσκουσί μου" λέγει μὲν αὐτὰ ὡς μεμηνὼς ὁρᾷ δʼ οὐδέν, ἀλλὰ δοκεῖ μόνον· διὸ καί φησιν αὐτῷ Ἠλέκτρα "ὁρᾷς γὰρ οὐδὲν ὧν δοκεῖς σάφʼ εἰδέναι," ὡς καὶ παρʼ Ὁμήρῳ Θεοκλύμενος
表象、表象对象、空想能力与幻影有何区别。 克律西波斯说这四者互不相同。表象是灵魂中产生的受动,在自身之中亦显明造就它的致动者;例如,当我们以视觉观察白色物时,便有了通过视觉在灵魂中产生的受动;依据这一受动,我们能够说有作为底层的白色物在触动我们。通过触觉与嗅觉亦是如此。 “表象”之名源自于光;因为正如光显明自身以及包含在光之中的其余事物,表象亦显明自身以及造就它的致动者。 表象对象则是造就表象之物:例如白色物、寒冷物,以及一切能够触动灵魂之物,皆为表象对象。 空想能力(幻象性活动)是空洞的牵引,是在无任何表象对象的情况下在灵魂中产生的受动;正如影子格斗者向虚空挥舞双手的情形一样;因为表象有其底层的表象对象,而空想能力则一无所有。 幻影则是我们在空想能力的空洞牵引下被吸引朝向的对象;这些情况发生在忧郁症患者和发狂者身上。正如悲剧中的俄瑞斯忒斯所说: “啊,母亲,我恳求你,不要向我摇晃 那些满面血污、盘绕毒蛇的少女; 因为看啊,她们就在我的身边跳跃,”他作为发狂者说出这些话,却什么也没看见,只是自以为如此;因此厄勒克特拉亦对他说: “你以为自己清楚知道的事物,其实一件也未看见,”正如荷马史诗中的忒俄克吕墨诺斯亦是如此。
- 900aεἰς ἣν πᾶσαι συμβάλλουσιν αἱ ἁπλαῖ τὰς ἰδίας ἑκάστη φαντασίας
单数分配代词 ἑκάστη 与复数主语 αἱ ἁπλαῖ(单纯感觉)构成部分同位语,表示“每一种单纯感觉各自分别汇集其固有的表象”。
- 900cκατὰ τὴν πρώτην ἑβδομάδα
名词 ἑβδομάς 指人生成长阶段中的“七年周期”。依照斯多亚派学说,人的理性在满七岁(第一个七年期)时初步形成,此处特指这一发育节点。
- 900dπρὸς τῷ δηνάρια εἶναι καὶ ναῦλα λέγεται
介词 πρός 接与格冠词不定式(τῷ εἶναι),表附加之意,即“除了本身作为第纳尔存在之外”,并与前文说明的本质属性(αὐτὰ μὲν καθʼ αὑτά)形成对比。
- 900dἐνδεικνύμενον ἐν αὑτῷ καὶ τὸ πεποιηκός
中性完成时主动态分词的名词化用法 τὸ πεποιηκός 指“造就它之物(致动原因)”。副词 καί 表示“亦/也”,体现了克律西波斯关于表象既显明自身、又揭示其外在致动者的双重揭示性定义。
