← 伪普鲁塔克

哲学家教义志

§4.19-4.21

声音的本质与灵魂统治部分的构造

本节论述了声音的本质与传播机制(原子流出、空气波动、反响等)、关于声音是否具有形体的各派观点,以及斯多亚派关于灵魂统治部分及其七个分枝的学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.19

Περὶ φωνῆς. Πλάτων τὴν φωνὴν ὁρίζεται πνεῦμα διὰ στόματος ἀπὸ διανοίας ἠγμένον καὶ πληγὴν ὑπὸ ἀέρος διʼ ὤτων καὶ ἐγκεφάλου καὶ αἵματος μέχρι ψυχῆς διαδιδομένην.1 λέγεται δὲ καὶ καταχρηστικῶς ἐπὶ τῶν ἀλόγων ζῴων φωνὴ καὶ τῶν ἀψύχων, ὡς χρεμετισμοὶ καὶ ψόφοι· κυρίως δὲ φωνὴ ἡ ἔναρθρός ἐστιν, ὡς φωτίζουσα τὸ νοούμενον. Ἐπίκουρος τὴν φωνὴν εἶναι ῥεῦμα ἐκπεμπόμενον ἀπὸ τῶν φωνούντων ἢ ἠχούντων ἢ ψοφούντων· τοῦτο δὲ τὸ ῥεῦμα εἰς ὁμοιοσχήμονα θρύπτεσθαι θραύσματα ὁμοιοσχήμονα δὲ λέγεται τὰ στρογγύλα τοῖς στρογγύλοις καὶ σκαληνὰ καὶ τρίγωνα τοῖς ὁμοιογενέσι τούτων δʼ ἐμπιπτόντων ταῖς ἀκοαῖς, ἀποτελεῖσθαι τὴν αἴσθησιν τῆς φωνῆς· φανερὸν δὲ τοῦτο γίνεσθαι ἀπὸ τῶν ἀσκῶν ἐκρεόντων καὶ τῶν ἐμφυσώντων κναφέων τοῖς ἱματίοις. Δημόκριτος καὶ τὸν ἀέρα φησὶν εἰς ὁμοιοσχήμονα θρύπτεσθαι σώματα καὶ συγκαλινδεῖσθαι τοῖς ἐκ τῆς φωνῆς θραύσμασι κολοιὸς γὰρ παρὰ κολοιὸν ἱζάνει καὶ "ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον," καὶ γὰρ ἐν τοῖς αἰγιαλοῖς αἱ ὅμοιαι ψῆφοι κατὰ τοὺς αὐτοὺς τόπους ὁρῶνται, κατʼ ἄλλο μὲν αἱ σφαιροειδεῖς κατʼ ἄλλο δʼ αἱ ἐπιμήκεις· καὶ ἐπὶ τῶν κοσκινευόντων δʼ ἐπὶ τὸ αὐτὸ συναλίζεται τὰ ὁμοιοσχήμονα, ὥστε χωρὶς εἶναι τοὺς κυάμους καὶ ἐρεβίνθους. ἔχοι δʼ ἄν τις πρὸς τούτους εἰπεῖν, πῶς ὀλίγα θραύσματα πνεύματος μυρίανδρον ἐκπληροῖ θέατρον; οἱ δὲ Στωικοί φασι τὸν ἀέρα μὴ συγκεῖσθαι ἐκ θραυσμάτων, ἀλλὰ συνεχῆ εἶναι, διʼ ὅλου μηδὲν κενὸν ἔχοντα ἐπειδὰν δὲ πληγῇ πνεύματι, κυματοῦται κατὰ κύκλους ὀρθοὺς εἰς ἄπειρον, ἕως πληρώσῃ τὸν περικείμενον ἀέρα, ὡς ἐπὶ τῆς κολυμβήθρας τῆς πληγείσης λίθῳ· καὶ αὕτη μὲν κυκλικῶς κινεῖται ὁ δʼ ἀὴρ σφαιρικῶς Ἀναξαγόρας τὴν φωνὴν γίνεσθαι πνεύματος ἀντιπεσόντος μὲν στερεμνίῳ ἀέρι, τῇ δʼ ὑποστροφῇ τῆς πλήξεως μέχρι τῶν ἀκοῶν προσενεχθέντος· καθὸ καὶ τὴν λεγομένην ἠχὼ γίνεσθαι.

关于声音。 柏拉图将声音定义为从理性通过口腔导出的气脉,以及由空气引起的、通过耳朵、大脑和血液传播直至灵魂的撞击。声音一词也可借用于无理性的动物和无生命之物,如马嘶声和杂音;但严格意义上的声音是发音清晰的声音,因为它阐明所思之物。 伊壁鸠鲁认为,声音是从发声者、发响者或发噪音者那里发射出的流射物;且这种流射物碎裂为同形状的碎片。圆形相对于圆形、不等边形和三角形相对于同类之物,被称为同形状。当这些碎片落入听觉时,便完成了对声音的感知。这从皮囊流出的液体以及漂洗工向衣服吹气的现象中即可显明。 德谟克利特说,空气也被碎裂为同形状的微体,并与来自声音的碎片一同翻滚交混;“因为寒鸦与寒鸦栖止一处”,又如 “神明总是使同类趋向同类”;确实,在海滩上,相似的石子可见于同一处,球形的在一处,扁长形的在另一处;在用筛子筛选的人那里,同形状的颗粒也聚拢在一处,以致蚕豆与鹰嘴豆得以分离。但人们可以向他们提出反驳:少量的气脉碎片何以能充满容纳万人的剧场? 斯多亚派则认为,空气不是由碎片构成的,而是连续的,整体中不包含任何虚空。当空气受到气脉撞击时,它便以直立的同心圆向无限远处波动,直至充满周围的空气,正如被石头击中的蓄水池一样;池水作圆周运动,而空气则作球状运动。 阿那克萨哥拉认为,声音的产生是由于气脉与坚固的空气相撞,并由撞击的反折传递至听觉;所谓的反响也是由此产生的。

§4.20

Εἰ ἀσώματος ἡ φωνὴ καὶ πῶς ἠχὼ γίνεται. Πυθαγόρας Πλάτων Ἀριστοτέλης ἀσώματον· οὐ γὰρ τὸν ἀέρα, ἀλλὰ τὸ σχῆμα τὸ περὶ τὸν ἀέρα καὶ τὴν ἐπιφάνειαν κατὰ ποιὰν πλῆξιν γίνεσθαι φωνήν·2 πᾶσα δʼ ἐπιφάνεια ἀσώματος. συγκινεῖται μὲν γὰρ τοῖς σώμασιν αὐτὴ δʼ ἀσώματος πάντως καθέστηκεν, ὥσπερ ἐπὶ τῆς καμπτομένης ῥάβδου ἡ μὲν ἐπιφάνεια οὐδὲν πάσχει ἡ δʼ ὕλη ἐστὶν ἡ καμπτομένη. οἱ δὲ Στωικοὶ σῶμα τὴν φωνήν· πᾶν γὰρ τὸ δρῶν ἢ καὶ ποιοῦν σῶμα, ἡ δὲ φωνὴ ποιεῖ καὶ δρᾷ ἀκούομεν γὰρ αὐτῆς καὶ αἰσθανόμεθα προσπιπτούσης τῇ ἀκοῇ,· καὶ ἐκτυπούσης καθάπερ δακτυλίου εἰς κηρόν. ἔτι πᾶν τὸ κινοῦν καὶ ἐνοχλοῦν σῶμά ἐστι, κινεῖ δʼ ἡμᾶς ἡ εὐμουσία ἐνοχλεῖ δʼ ἡ ἀμουσία. ἔτι πᾶν τὸ κινούμενον σῶμά ἐστι· κινεῖται δʼ ἡ φωνὴ καὶ προσπίπτει εἰς τοὺς λείους τόπους καὶ ἀντανακλᾶται, καθάπερ ἐπὶ τῆς σφαίρας τῆς βαλλομένης εἰς τοῖχον ἐν γοῦν ταῖς κατʼ Αἴγυπτον πυραμίσιν ἔνδον μία φωνὴ ῥηγνυμένη τέτταρας ἢ καὶ πέντε ἤχους ἀπεργάζεται.

声音是否为无形体,以及反响如何产生。 毕达哥拉斯、柏拉图、亚里士多德认为声音是无形体的。因为不是空气本身,而是空气周围的形态和表面在某种撞击下成为声音;而一切表面都是无形体的。表面虽然与形体一同运动,但其自身全然是无形体的,正如弯曲的棍棒,表面不受任何变化,被弯曲的乃是质料。 斯多亚派则认为声音是形体。因为凡是施动或产生结果的都是形体,而声音既产生结果又施动;因为我们听到它,感觉到它撞击听觉并印下印记,如同印戒印在蜡上一般。此外,凡是促动和扰乱的都是形体,而优美的乐声促动我们,粗俗的声响扰乱我们。此外,凡是被运动的都是形体;声音运动,撞击平滑的处所并反射回去,正如击向墙壁的球一样。至少在埃及的金字塔内部,一声发出的叫声能产生四到五声回响。

§4.21

Πόθεν αἰσθητικὴ γίνεται ἡ ψυχὴ καὶ τί αὐτῆς τὸ ἡγεμονικόν. οἱ Στωικοί φασιν εἶναι τῆς ψυχῆς ἀνώτατον μέρος τὸ ἡγεμονικὸν τὸ ποιοῦν τὰς φαντασίας καὶ συγκαταθέσεις καὶ αἰσθήσεις καὶ ὁρμάς· καὶ τοῦτο λογισμὸν καλοῦσιν. ἀπὸ δὲ τοῦ ἡγεμονικοῦ ἑπτὰ μέρη ἐστὶ τῆς ψυχῆς ἐκπεφυκότα καὶ ἐκτεινόμενα εἰς· τὸ σῶμα, καθάπερ αἱ ἀπὸ τοῦ πολύποδος πλεκτάναι· τῶν δʼ ἑπτὰ μερῶν τῆς ψυχῆς πέντε μέν εἰσι τὰ αἰσθητήρια, ὅρασις ὄσφρησις ἀκοὴ γεῦσις καὶ ἁφή· ὧν ἡ μὲν ὅρασίς ἐστι πνεῦμα διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρις ὀφθαλμῶν, ἀκοὴ δὲ πνεῦμα διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρις ὤτων, ὄσφρησις δὲ πνεῦμα διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρι μυκτήρων, γεῦσις δὲ πνεῦμα διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ, μέχρι γλώττης, ἁφὴ δὲ πνεῦμα διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρις ἐπιφανείας εἰς θίξιν εὐαίσθητον τῶν προσπιπτόντων. τῶν δὲ λοιπῶν τὸ μὲν λέγεται σπέρμα, ὅπερ καὶ αὐτὸ πνεῦμά ἐστι διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρι τῶν παραστατῶν· τὸ δὲ φωνᾶεν ὑπὸ τοῦ Ζήνωνος εἰρημένον,3 ὃ καὶ φωνὴν καλοῦσιν, ἐστὶ πνεῦμα διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρι φάρυγγος καὶ γλώττης καὶ τῶν οἰκείων ὀργάνων. αὐτὸ δὲ τὸ ἡγεμονικὸν ὥσπερ ἐν κόσμῳ κατοικεῖ ἐν τῇ ἡμετέρᾳ σφαιροειδεῖ κεφαλῇ.

灵魂何以具有感觉能力,以及何为其统治部分。 斯多亚派认为,灵魂最高的部分是统治部分,它产生表象、同意、感觉和冲动;他们称之为理性。从统治部分萌生出灵魂的七个部分,伸展入身体之中,犹如章鱼的触须。在灵魂的七个部分中,有五个是感觉器官:视觉、嗅觉、听觉、味觉和触觉。其中视觉是从统治部分伸展至双眼的气脉;听觉是从统治部分伸展至双耳的气脉;嗅觉是从统治部分伸展至鼻孔的气脉;味觉是从统治部分伸展至舌头的气脉;触觉是从统治部分伸展至表面、对相触对象的感觉敏感的气脉。其余两个部分中,一个被称为精种,它本身也是从统治部分伸展至睾丸的气脉;而芝诺所称的发声部分,人们亦称之为声音,则是从统治部分伸展至咽喉、舌头及相应器官的气脉。统治部分自身则如居于宇宙之中一般,居住在我们球状的头颅内。

语法注3 条
  1. 19πνεῦμα διὰ στόματος ἀπὸ διανοίας ἠγμένον καὶ πληγὴν ὑπὸ ἀέρος διʼ ὤτων καὶ ἐγκεφάλου καὶ αἵματος μέχρι ψυχῆς διαδιδομένην

    由 ὁρίζεται 所带的两个平列宾语 πνεῦμα 和 πληγήν。声音被从两个维度予以定义:一是从智性由口导出的“气脉”,二是由空气引发并传播至灵魂的“撞击”。

  2. 902eοὐ γὰρ τὸν ἀέρα, ἀλλὰ τὸ σχῆμα τὸ περὶ τὸν ἀέρα καὶ τὴν ἐπιφάνειαν κατὰ ποιὰν πλῆξιν γίνεσθαι φωνήν

    间接引语中的“宾格加不定式”结构。通过 οὐ ... ἀλλά 对比宾格主语:成为声音(宾格补足语 φωνήν)的并非空气本身(τὸν ἀέρα),而是因某种撞击而在空气周围形成的形态与表面(τὸ σχῆμα ... καὶ τὴν ἐπιφάνειαν)。

  3. 903cτὸ δὲ φωνᾶεν ὑπὸ τοῦ Ζήνωνος εἰρημένον

    中性单数形容词 φωνᾶεν(相当于爱奥尼亚-阿提卡方言的 φωνῆεν)加上定冠词 τὸ 实词化,指“具发声能力的部分”或“发声功能”,为芝诺对灵魂从统治部分延伸出的第七个部分的专门命名。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0094.tlg003.humanitext-grc2:4.19-4.21