← 伪普鲁塔克

哲学家教义志

§4.13-4.18

论视觉与镜象以及听觉嗅觉和味觉的成因

本节综述了各派哲学家关于视觉机制(流射说、光线说与同辉说)、镜面成像、黑暗的可视性以及听觉、嗅觉和味觉的生理成因所持的学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.13

Περὶ ὁράσεως καὶ πῶς ὁρῶμεν. Δημόκριτος Ἐπίκουρος κατʼ εἰδώλων εἰσκρίσεις ᾤοντο τὸ ὁρατικὸν συμβαίνειν, καὶ κατά τινων ἀκτίνων ἔκκρισιν μετὰ τὴν πρὸς τὸ ὑποκείμενον ἔνστασιν πάλιν ὑποστρεφουσῶν πρὸς τὴν ὄψιν. Ἐμπεδοκλῆς τοῖς εἰδώλοις τὰς ἀκτῖνας ἀνέμιξε, προσαγορεύσας τὸ γιγνόμενον ἀκτινείδωλον συνθέτως. Ἵππαρχος ἀκτῖνάς φησιν ἀφʼ ἑκατέρου τῶν ὀφθαλμῶν ἀποτεινομένας τοῖς πέρασιν αὑτῶν οἷον χειρῶν ἐπαφαῖς περικαθαπτούσας τοῖς ἐκτὸς σώμασι1 τὴν ἀντίληψιν αὐτῶν πρὸς τὸ ὁρατικὸν ἀποδιδόναι. Πλάτων κατὰ συναύγειαν, τοῦ μὲν ἐκ τῶν ὀφθαλμῶν φωτὸς ἐπὶ ποσὸν ἀπορρέοντος εἰς τὸν ὁμογενῆ ἀέρα,2 τοῦ δʼ ἀπὸ τῶν σωμάτων φερομένου, τοῦ δὲ περὶ τὸν μεταξὺ ἀέρα εὐδιάχυτον ὄντα καὶ εὔτρεπτον συνεκτεινομένου τῷ πυρώδει τῆς ὄψεως αὕτη λέγεται Πλατωνικὴ συναύγεια.

关于视觉,以及我们如何观看。 德谟克利特和伊壁鸠鲁认为,视觉作用是通过影像(流射体)的流入而发生的,也是通过某些光线的放射而发生的,这些光线在触碰底层对象之后又返回视觉。 恩培多克勒将光线与影像混和,将复合生成的产物称为“光线影像”。 希帕克认为,从双眼中伸展出的光线,其尖端如同手的触摸一般攀附在外在物体上,将对这些物体的把握传递给视觉能力。 柏拉图将视觉归因于“同辉”:从眼睛中发出的光在一定程度上流注到同质的空气中,而从物体中发出的光亦向前运行,介于其间且易于弥散和改变的空气周围的光,与视觉的火性要素一同伸展。这就是所谓的柏拉图式同辉。

§4.14

Περὶ κατοπτρικῶν ἐμφάσεων. Ἐμπεδοκλῆς κατʼ ἀπορροίας τὰς συνισταμένας μὲν ἐπὶ τῆς ἐπιφανείας τοῦ κατόπτρου τελειουμένας δʼ ὑπὸ τοῦ ἐκκρινομένου ἐκ τοῦ κατόπτρου πυρώδους καὶ τὸν προκείμενον ἀέρα, εἰς ὃν φέρεται τὰ ῥεύματα, συμμεταφέροντος. Δημόκριτος Ἐπίκουρος τὰς κατοπτρικὰς ἐμφάσεις γίνεσθαι κατʼ εἰδώλων ὑποστάσεις, ἅτινα φέρεσθαι μὲν ἀφʼ ἡμῶν συνίστασθαι δʼ ἐπὶ τοῦ κατόπτρου κατʼ ἀντιπεριστροφήν, οἱ ἀπὸ Πυθαγόρου κατʼ ἀντανακλάσεις τῆς ὄψεως· φέρεσθαι μὲν γὰρ τὴν ὄψιν τεταμένην ὡς ἐπὶ τὸν χαλκόν, ἐντυχοῦσαν δὲ πυκνῷ καὶ λείῳ πληχθεῖσαν ὑποστρέφειν αὐτὴν ἐφʼ ἑαυτήν, ὅμοιόν τι πάσχουσαν τῇ ἐκτάσει τῆς χειρὸς καὶ τῇ ἐπὶ τὸν ὦμον ἀντεπιστροφῇ. δύναταί τις πᾶσι τούτοις τοῖς κεφαλαίοις χρῆσθαι ἐπὶ τοῦ πῶς ὁρῶμεν.

关于镜面映像。 恩培多克勒认为,映像是通过流出物产生的,这些流出物聚集在镜子表面,并由从镜子中分泌放出的火性要素予以完满实现,此火性要素同时带动了前方的空气,即那些流出物所朝向运送的空气。 德谟克利特和伊壁鸠鲁认为,镜面映像是由于影像的留驻沉淀而产生的,这些影像从我们这里运出,并通过反向转折聚集在镜面上。 毕达哥拉斯学派则归因于视觉的折返反射;因为视觉张紧地射向铜镜,遇到致密而平滑的表面时受到撞击,便折返回自身,其遭遇类似于手臂的伸展及向肩膀的折回。 人们可以将所有这些要点应用于我们如何观看的问题上。

§4.15

εἰ ὁρατὸν τὸ σκότος. οἱ Στωικοὶ ὁρατὸν εἶναι τὸ σκότος· ἐκ γὰρ τῆς ὁράσεως προχεῖσθαί τινα εἰς αὐτὸ αὐγήν· καὶ οὐ ψεύδεται ἡ ὅρασις, βλέπεται γὰρ ταῖς ἀληθείαις, ὅτι ἔστι σκότος. Χρύσιππος κατὰ τὴν συνέντασιν τοῦ μεταξὺ ἀέρος ὁρᾶν ἡμᾶς, νυγέντος μὲν ὑπὸ τοῦ ὁρατικοῦ πνεύματος, ὅπερ ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρι τῆς κόρης διήκει, κατὰ δὲ τὴν πρὸς τὸν περικείμενον ἀέρα ἐπιβολὴν ἐντείνοντος αὐτὸν κωνοειδῶς,3 ὅταν ᾖ ὁμογενὴς ὁ ἀήρ. προχέονται δʼ ἐκ τῆς ὄψεως ἀκτῖνες πύριναι, οὐχὶ μέλαιναι καὶ ὁμιχλώδεις· διόπερ ὁρατὸν εἶναι τὸ σκότος.

黑暗是否可见。 斯多亚派认为黑暗是可见的;因为某种光芒从视觉中流注到黑暗之中,而视觉并未受骗,因为确实切实地看到了黑暗的存在。 克律西波斯认为,我们是通过介于其间的空气的协同张力来观看的:空气受到从统治部分延伸至瞳孔的视觉气脉的刺激,依据对周围空气的冲击,只要空气同质,气脉就将它绷紧成圆锥状。从视觉中倾泻出的是火性的光线,而非黑色或雾霭般的光线;正因如此,黑暗是可见的。

§4.16

Περὶ ἀκοῆς. Ἐμπεδοκλῆς τὴν ἀκοὴν γίνεσθαι κατὰ πρόσπτωσιν πνεύματος τῷ χονδρώδει, ὅπερ φησὶν ἐξηρτῆσθαι, ἐντὸς τοῦ ὠτὸς κώδωνος δίκην αἰωρούμενον καὶ τυπτόμενον. Ἀλκμαίων ἀκούειν ἡμᾶς τῷ κενῷ τῷ ἐντὸς τοῦ ὠτός· τοῦτο γὰρ εἶναι τὸ διηχοῦν κατὰ τὴν τοῦ πνεύματος ἐμβολήν· πάντα γὰρ τὰ κενὰ ἠχεῖ. Διογένης, τοῦ ἐν τῇ κεφαλῇ ἀέρος ὑπὸ τῆς φωνῆς τυπτομένου καὶ κινουμένου.4 Πλάτων καὶ οἱ ἀπʼ αὐτοῦ πλήττεσθαι τὸν ἐν τῇ κεφαλῇ ἀέρα· τοῦτον δʼ ἀνακλᾶσθαι εἰς τὸ ἡγεμονικὸν καὶ γίνεσθαι τῆς ἀκοῆς τὴν αἴσθησιν.

关于听觉。 恩培多克勒认为,听觉是通过气流对软骨部分的撞击而产生的;他说该部位悬挂在耳朵内部,像钟铃一样摇摆受击。 阿尔克迈翁认为我们依靠耳朵内部的虚空来倾听;因为这正是随着气流的涌入而产生回响之物;一切虚空都会发出声音。 狄奥根尼认为是由于头颅内部的空气受到声音的击打与运动。 柏拉图及其后继者认为,头颅内的空气受到撞击,该空气折射至统治部分,由此产生听觉的感受。

§4.17

Περὶ ὀσφρήσεως. Ἀλκμαίων ἐν τῷ ἐγκεφάλῳ εἶναι τὸ ἡγεμονικόν τούτῳ οὖν ὀσφραίνεσθαι ἕλκοντι διὰ τῶν ἀναπνοῶν τὰς ὀσμάς. Ἐμπεδοκλῆς ταῖς ἀναπνοαῖς ταῖς ἀπὸ τοῦ πνεύμονος συνεισκρίνεσθαι τὴν ὀδμήν· ὅταν γοῦν ἡ ἀναπνοὴ βαρεῖα γίνηται, κατὰ τραχύτητα μὴ συναισθάνεσθαι, ὡς ἐπὶ τῶν ῥευματιζομένων.

关于嗅觉。 阿尔克迈翁认为统治部分在大脑之中,因此它通过呼吸将气味吸纳进来,从而进行嗅闻。 恩培多克勒认为气味是随着来自肺部的呼吸一同渗入的;无论如何,当呼吸变得沉重时,便会因粗糙而无法感知,正如患感冒流涕者的情况那样。

§4.18

Περὶ γεύσεως. Ἀλκμαίων τῷ ὑγρῷ καὶ τῷ χλιαρῷ τῷ ἐν τῇ γλώττῃ πρὸς τῇ μαλακότητι διακρίνεσθαι τοὺς χυμούς. Διογένης τῇ ἀραιότητι τῆς γλώττης καὶ τῇ μαλακότητι καὶ διὰ τὸ συνάπτειν τὰς ἀπὸ τοῦ σώματος εἰς αὐτὴν φλέβας διαχεῖσθαι τοὺς χυμοὺς ἑλκομένους ἐπὶ τὴν αἴσθησιν καὶ τὸ ἡγεμονικόν, καθάπερ ἀπὸ σπογγιᾶς,

关于味觉。 阿尔克迈翁认为,是通过舌头中的湿分和温热,加上其柔软性,来辨别滋味的。 狄奥根尼认为,由于舌头的疏松与柔软,以及来自躯体的血管与舌头相连,滋味被吸引至感觉与统治部分,如同从海绵中那样弥散开来。

语法注4 条
  1. 901bἀποτεινομένας τοῖς πέρασιν αὑτῶν οἷον χειρῶν ἐπαφαῖς περικαθαπτούσας τοῖς ἐκτὸς σώμασι

    分词 ἀποτεινομένας 与 περικαθαπτούσας 均为阴性宾格复数,修饰 ἀκτῖνας。尽管插入了方式与工具与格以及比较短语 οἷον χειρῶν ἐπαφαῖς(“如同手的触摸一般”),句子骨架仍为宾格不定式结构:ἀκτῖνας ... περικαθαπτούσας τοῖς ἐκτὸς σώμασι ... ἀποδιδόναι(光线……攀附在外在物体上……传递)。

  2. 901bτοῦ μὲν ἐκ τῶν ὀφθαλμῶν φωτὸς ἐπὶ ποσὸν ἀπορρέοντος ... τοῦ δʼ ἀπὸ τῶν σωμάτων φερομένου ... τοῦ δὲ περὶ τὸν μεταξὺ ἀέρα

    用三个平行的属格绝对结构(τοῦ μὲν ... φωτὸς ἀπορρέοντος、τοῦ δʼ [sc. φωτὸς] φερομένου 与 τοῦ δὲ ... [sc. φωτὸς] συνεκτεινομένου)解释柏拉图的同辉说(συναύγεια),展示了构成同辉的三个光亮要素(来自眼睛的光、来自物体的光以及中间空气周围的光)之间的相互作用。

  3. 901eνυγέντος μὲν ὑπὸ τοῦ ὁρατικοῦ πνεύματος ... ἐντείνοντος αὐτὸν κωνοειδῶς

    注意此处属格绝对结构中分词的一致关系:被动分词 νυγέντος 与前面的 τοῦ μεταξὺ ἀέρος 一致,意为“空气受到视觉气脉的刺激”;而主动分词 ἐντείνοντος 则与其施事者 τοῦ ὁρατικοῦ πνεύματος(中性属格单数)一致,意为“视觉气脉将它(空气,αὐτόν)绷紧成圆锥状”,体现了主被动施事主体的交替。

  4. 901eΔιογένης, τοῦ ἐν τῇ κεφαλῇ ἀέρος ὑπὸ τῆς φωνῆς τυπτομένου καὶ κινουμένου.

    这是一种省略主述动词的学说摘要句式:人名主格 Διογένης 之后直接跟有属格绝对结构 τοῦ ... ἀέρος ... τυπτομένου καὶ κινουμένου。上下文需补出谓语动词(如 λέγει 或 τὴν ἀκοὴν γίνεσθαι),解作“狄奥根尼认为[听觉产生]是由于空气受到击打与运动”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0094.tlg003.humanitext-grc2:4.13-4.18