← 伪普鲁塔克

哲学家教义志

§3.intro-3.3

关于银河彗星以及雷鸣闪电的学说

作者结束了关于天体现象的论述,转向月下气象现象,列举了各哲学流派与自然哲学家关于银河起源、彗星与流星本质,以及雷鸣、闪电和风暴成因的学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.intro

Περιωδευκὼς ἐν τοῖς προτέροις ἐν ἐπιτομῇ τὸν περὶ τῶν οὐρανίων λόγον, σελήνη δʼ αὐτῶν τὸ μεθόριον,1 τρέψομαι ἐν τῷ τρίτῳ πρὸς τὰ μετάρσια ταῦτα δʼ ἐστὶ τὰ ἀπὸ τοῦ κύκλου τῆς σελήνης καθήκοντα μέχρι πρὸς τὴν θέσιν τῆς γῆς, ἥντινα κέντρου τάξιν ἐπέχειν τῇ περιοχῇ τῆς σφαίρας νενομίκασιν. ἄρξομαι δʼ ἐντεῦθεν.

在前面的各卷中概括地巡视了关于天上事物的论述——而月亮是它们的界限——在第三卷中我将转向空中(气象)现象。这些现象是从月亮的圆环延伸直至大地的位置,人们认为大地在天球的包络中占据着中心的地位。我将从此处开始。

§3.1

Περὶ τοῦ γαλαξίου κύκλου. κύκλος ἐστὶ νεφελοειδὴς ἐν μὲν τῷ ἀέρι διὰ παντὸς φαινόμενος, διὰ δὲ τὴν λευκόχροιαν γαλαξίας ὀνομαζόμενος. τῶν Πυθαγορείων οἱ μὲν ἔφασαν ἀστέρος εἶναι διάκαυσιν, ἐκπεσόντος μὲν ἀπὸ τῆς ἰδίας ἕδρας, διʼ οὗ δὲ περιέδραμε χωρίου κυκλοτερῶς αὐτὸ καταφλέξαντος2 ἐπὶ τοῦ κατὰ Φαέθοντα ἐμπρησμοῦ οἱ δὲ τὸν ἡλιακὸν ταύτῃ φασὶ κατʼ ἀρχὰς γεγονέναι δρόμον. τινὲς δὲ κατοπτρικὴν εἶναι φαντασίαν τοῦ ἡλίου τὰς αὐγὰς πρὸς τὸν οὐρανὸν ἀνακλῶντος, ὅπερ καὶ ἐπὶ τῆς ἴριδος καὶ ἐπὶ τῶν νεφῶν συμβαίνει Μητρόδωρος διὰ τὴν πάροδον τοῦ ἡλίου· τοῦτον γὰρ εἶναι τὸν ἡλιακὸν κύκλον. Παρμενίδης τὸ τοῦ πυκνοῦ καὶ ἀραιοῦ μῖγμα γαλακτοειδὲς ἀποτελέσαι χρῶμα. Ἀναξαγόρας τὴν σκιὰν τῆς γῆς κατὰ τοῦτο τὸ μέρος ἵστασθαι τοῦ οὐρανοῦ, ὅταν ὑπὸ τὴν γῆν ὁ ἥλιος γινόμενος μὴ πάντα φωτίζῃ. Δημόκριτος πολλῶν καὶ μικρῶν καὶ συνεχῶν ἀστέρων συμφωτιζομένων ἀλλήλοις συναυγασμὸν διὰ τὴν πύκνωσιν. Ἀριστοτέλης ἀναθυμιάσεως ξηρᾶς ἔξαψιν πολλῆς τε καὶ συνεχοῦς καὶ οὕτω κόμην πυρὸς ὑπὸ τὸν αἰθέρα κατωτέρω τῶν πλανητῶν. Ποσειδώνιος πυρὸς σύστασιν ἄστρου μὲν μανοτέραν αὐγῆς δὲ πυκνοτέραν.

论银河之环。 这是一个在空中始终可见的如云般的圆环,由于其白色的外观而被命名为银河(乳之环)。 毕达哥拉斯学派中有人说,这是一颗星辰脱离其本来的位置,在法厄同的大火之际以环形四处奔行并焚毁了其所经的区域所致的痕迹;而另一些人则说,最初太阳的轨道就是沿着这里的。还有一些人认为,这是太阳将其光辉向天空反射所产生的镜面表象,这与在彩虹和云层中发生的情况完全相同。 美特罗多洛认为,这是由于太阳的经过;因为这便是太阳的圆环。 巴门尼德认为,稠密者与稀薄者的混合产生出如乳般的色彩。 阿那克萨哥拉认为,当太阳运行至大地之下而未能照亮一切时,大地的阴影便停留于天空的这部分。 德谟克利特认为,由于聚集,众多细小且连续的星辰彼此共同照耀,从而形成了合并的光辉。 亚里士多德认为,这是大量且连续的干燥蒸汽的燃烧,因而是处于以太之下、行星之下的火焰长发。 波希多尼认为,这是火的结合体,比星辰稀薄,却比光芒更为稠密。

§3.2

Περὶ κομητῶν καὶ διᾳττόντων καὶ δοκίδων. τῶν ἀπὸ Πυθαγόρου τινὲς μὲν ἀστέρα φασὶν εἶναι τὸν κομήτην τῶν οὐκ ἀεὶ φαινομένων, διά τινος δʼ ὡρισμένου χρόνου περιοδικῶς ἀνατελλόντων· ἄλλοι δʼ ἀνάκλασιν τῆς ἡμετέρας ὄψεως πρὸς τὸν ἥλιον, παραπλησίαν ταῖς κατοπτρικαῖς ἐμφάσεσιν. Ἀναξαγόρας Δημόκριτος σύνοδον ἀστέρων δυεῖν ἢ καὶ πλειόνων κατὰ συναυγασμόν. Ἀριστοτέλης τῆς ξηρᾶς ἐκ γῆς ἀναθυμιάσεως διάπυρον σύστασιν. Στράτων ἄστρου φῶς περιληφθὲν νέφει πυκνῷ, καθάπερ ἐπὶ τῶν λαμπτήρων γίνεται. Ἡρακλείδης ὁ Ποντικὸς νέφος μετάρσιον ὑπὸ μεταρσίου φωτὸς καταυγαζόμενον. ὁμοίως δʼ, αἰτιολογεῖ πωγωνίαν ἅλω δοκίδα κίονα καὶ τὰ συγγενῆ τούτοις, καθάπερ ἀμέλει πάντες οἱ Περιπατητικοί, παρὰ τοὺς τοῦ νέφους ταυτὶ γίνεσθαι σχηματισμούς. Ἐπιγένης πνεύματος ἀναφορὰν γεωμιγοῦς πεπυρωμένου. Βόηθος ἀέρος ἀνημμένου φαντασίαν. Διογένης ἀστέρας εἶναι τοὺς κομήτας, Ἀναξαγόρας τοὺς καλουμένους διᾴττοντας ἀπὸ τοῦ αἰθέρος σπινθήρων δίκην καταφέρεσθαι διὸ καὶ παραυτίκα σβέννυσθαι. Μητρόδωρος τὴν εἰς τὰ νέφη τοῦ ἡλίου βιαίαν ἔμπτωσιν σπινθηρίζειν· Ξενοφάνης πάντα τὰ τοιαῦτα νεφῶν πεπυρωμένων συστήματα ἢ κινήματα.

论彗星、流星与梁星(火球)。 毕达哥拉斯的追随者中,有人说彗星是那些并不经常出现、而是在经过一定确定的时间后周期性升起的星辰之一;另一些人则说是我们的视线向着太阳的反射,与镜面成像非常相似。 阿那克萨哥拉与德谟克利特认为,是两颗或更多星辰因汇聚的光芒而发生相合。 亚里士多德认为,是来自大地的干燥蒸汽灼热的结合体。 斯特拉图认为,是被包裹在浓密云层中的星辰之光,如同灯笼中发生的情形一样。 本都的海拉克利德斯认为,是被高空之光自上照亮的高空之云。同样,他解释了髯星、晕、梁星、柱星以及与这些同类的现象,正如事实上所有的漫步学派(逍遥学派)学者一样,认为这些都是因云层形态的改变而产生的。 埃庇革涅斯认为,是混有泥土的被点燃的气息的上升。 博埃图斯认为,是被点燃的空气的表象。 第欧根尼认为,彗星就是星辰。 阿那克萨哥拉认为,所谓的流星是从以太中如火花般坠落下来,因此立刻熄灭。 美特罗多洛认为,太阳对云层的猛烈撞击迸发出了火花。 色诺芬尼认为,所有此类事物皆是燃烧之云的结合体或运动。

§3.3

βροντῶν ἀστραπῶν κεραυνῶν πρηστήρων τε καὶ τυφώνων. Ἀναξίμανδρος ἐκ τοῦ πνεύματος ταυτὶ πάντα συμβαίνειν ὅταν περιληφθὲν νέφει παχεῖ βιασάμενον τῇ λεπτομερείᾳ καὶ κουφότητι, τότε ἡ μὲν ῥῆξις τὸν ψόφον ἡ δὲ διαστολὴ παρὰ τὴν μελανίαν τοῦ νέφους τὸν διαυγασμὸν ἀποτελεῖ.3 Μητρόδωρος, ὅταν εἰς νέφος πεπηγὸς ὑπὸ πυκνότητος ἐμπέσῃ πνεῦμα, τῇ μὲν θραύσει τὸν κτύπον ἀποτελεῖ τῇ πληγῇ καὶ τῷ σχισμῷ διαυγάζει, τῇ δʼ ὀξύτητι τῆς φορᾶς προσλαμβάνον τὴν ἀπὸ τοῦ ἡλίου θερμότητα κεραυνοβολεῖ, τοῦ κεραυνοῦ τὴν ἀσθένειαν εἰς πρηστῆρα περιίστησιν. Ἀναξαγόρας, ὅταν τὸ θερμὸν εἰς τὸ ψυχρὸν ἐμπέσῃ, τοῦτο δʼ ἐστὶν αἰθέριον μέρος εἰς ἀερῶδες, τῷ μὲν ψόφῳ τὴν βροντὴν ἀποτελεῖ τῷ δὲ παρὰ τὴν μελανίαν τοῦ νεφώδους χρώματι τὴν ἀστραπήν, τῷ πλήθει καὶ μεγέθει τοῦ φωτὸς τὸν κεραυνόν, τῷ δὲ πολυσωματωτέρῳ πυρὶ τὸν τυφῶνα, τῷ δὲ νεφελομιγεῖ τὸν πρηστῆρα. οἱ Στωικοὶ βροντὴν μὲν συγκρουσμὸν νεφῶν, ἀστραπὴν δʼ ἔξαψιν ἐκ παρατρίψεως, κεραυνὸν δὲ σφοδροτέραν ἔκλαμψιν, πρηστῆρα δὲ· νωχελεστέραν Ἀριστοτέλης ἐξ ἀναθυμιάσεως καὶ τὰ τοιαῦτα γίνεσθαι τῆς ξηρᾶς ὅταν οὖν ἐντύχῃ μὲν τῇ παραβιάζηται τὴν ἔξοδον,4 τῇ μὲν παρατρίψει καὶ τῇ ῥήξει τὸν ψόφον τῆς βροντῆς γίνεσθαι, τῇ δʼ ἐξάψει τῆς ξηρότητος τὴν ἀστραπὴν πρηστῆρας δὲ καὶ τυφῶνας τῷ πλεονασμῷ τῆς ὕλης, ἣν ἑκάτερος αὐτῶν συνεφέλκεται, θερμοτέραν μὲν ὁ πρηστὴρ παχυτέραν δʼ ὁ τυφών.

论雷鸣、闪电、霹雳、暴风(热风)与台风。 阿那克曼德认为,所有这些皆由气息产生;当它被包裹在厚云中,凭其微细与轻盈强行突围时,撕裂产生了声响,而与云的黑色相对比的扩散则产生了亮光。 美特罗多洛认为,当气息坠入因稠密而凝固的云层中时,以碎裂产生击鸣,以撞击和破裂产生光亮,以运行的迅疾汲取来自太阳的热量而发出霹雳,并将霹雳的微弱状态转变为热风。 阿那克萨哥拉认为,当热者坠入冷者之中——即以太部分坠入空气部分——以声响产生雷鸣,以与云状物的黑色相对比的色彩产生闪电,以光的数量与规模产生霹雳,以具更多实体的火产生台风,以混杂云层的火产生热风。 斯多亚学派认为,雷鸣是云层的碰撞,闪电是摩擦产生的燃烧,霹雳是更猛烈的闪烁,热风则是更为迟缓的闪烁。 亚里士多德认为,此类现象亦由干燥蒸汽产生;因此,当它遇到[潮湿者]并强行突围时,由于摩擦和撕裂而产生雷鸣之声,由于干燥的燃烧而产生闪电,而热风与台风则因各自卷带的质料过剩而形成——热风卷带更热的质料,台风卷带更厚的质料。

语法注4 条
  1. 892eσελήνη δʼ αὐτῶν τὸ μεθόριον

    带有连词 δέ 的插入性名词句,置于前导分词短语(Περιωδευκὼς...)与主句谓语(τρέψομαι)之间,简明地指出了月亮作为天上领域与空中气象(月下)领域分界线的依据。

  2. 892eἀστέρος εἶναι διάκαυσιν, ἐκπεσόντος μὲν ἀπὸ τῆς ἰδίας ἕδρας, διʼ οὗ δὲ περιέδραμε χωρίου κυκλοτερῶς αὐτὸ καταφλέξαντος

    两个属格分词 ἐκπεσόντος 与 καταφλέξαντος 皆是与属格名词 ἀστέρος 一致的修饰语(而非属格独立结构)。整句结构表示:银河乃是一颗脱离了本位(ἐκπεσόντος)并在环行过程中将其穿过的空间(διʼ οὗ... χωρίου)彻底焚毁(καταφλέξαντος)的星辰所留下的焦灼痕迹(διάκαυσις)。

  3. 893dὅταν περιληφθὲν νέφει παχεῖ βιασάμενον τῇ λεπτομερείᾳ καὶ κουφότητι, τότε ἡ μὲν ῥῆξις τὸν ψόφον ἡ δὲ διαστολὴ παρὰ τὴν μελανίαν τοῦ νέφους τὸν διαυγασμὸν ἀποτελεῖ.

    破格句(anakolouthon)。承接前句 ἐκ τοῦ πνεύματος 的中性单数分词 περιληφθὲν 与 βιασάμενον 本预示着 ὅταν 从句中的谓语动词,但句子未出现预期主谓结构便直接通过 τότε 转入主句,主语也由动作主体(气息)转换为抽象动作名词 ἡ μὲν ῥῆξις 与 ἡ δὲ διαστολή。

  4. 893eὅταν οὖν ἐντύχῃ μὲν τῇ παραβιάζηται τὴν ἔξοδον

    抄本中的文字残缺(lacuna)。阴性冠词 τῇ 之后推测脱落了被修饰名词(通常补作 ὑγρᾷ 即“潮湿的”蒸汽)。在句法上,这是一个条件时间从句,意为当干燥的蒸汽遇到[潮湿之物]并强行冲出出口(παραβιάζηται τὴν ἔξοδον)之时。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0094.tlg003.humanitext-grc2:3.intro-3.3