← 伪普鲁塔克

哲学家教义志

§2.25-2.32

关于月亮性质与诸现象及行星周期的学说

列举了各学派关于月亮的本质、大小、形状、光照、月食成因、似土外貌的缘由以及距离的观点,并在篇末讨论了诸行星的运行周期与大年。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.25

Περὶ οὐσίας σελήνης. Ἀναξίμανδρος κύκλον εἶναι ἐννεακαιδεκαπλασίονα τῆς γῆς, ὥσπερ τὸν τοῦ ἡλίου πλήρη πυρός ἐκλείπειν δὲ κατὰ τὰς ἐπιστροφὰς τοῦ τροχοῦ· ὅμοιον γὰρ εἶναι ἁρματείῳ τροχῷ κοίλην ἔχοντι τὴν ἁψῖδα καὶ πλήρη πυρός, ἔχοντι μίαν ἐκπνοήν. Ξενοφάνης νέφος εἶναι πεπιλημένον. οἱ Στωικοὶ μικτὴν ἐκ πυρὸς καὶ ἀέρος Πλάτων ἐκ πλείονος τοῦ πυρώδους. Ἀναξαγόρας Δημόκριτος στερέωμα διάπυρον, ἔχον ἐν ἑαυτῷ πεδία καὶ ὄρη καὶ φάραγγας. Ἡράκλειτος γῆν ὁμίχλῃ περιειλημμένην. Πυθαγόρας κατοπτροειδὲς σῶμα.

论月亮的本质。 阿那克西曼德认为,月亮是一个为大地十九倍的圆环,如同太阳的圆环一样充满着火,并根据轮子的转动而发生亏食;因为它类似于车轮,有着中空且充满火的轮辋,拥有一个喷气孔口。 色诺芬尼认为,它是被压紧的云。 斯多亚学派认为,它是火与空气的混合物。 柏拉图认为,它绝大部分由火性之物构成。 阿那克萨哥拉与德谟克利特认为,它是一个灼热坚硬的固体,其内部拥有平原、山脉和峡谷。 赫拉克利特认为,它是被薄雾包裹的大地。 毕达哥拉斯认为,它是如镜般的物体。

§2.26

Περὶ μεγέθους σελήνης. οἱ Στωικοὶ μείζονα τῆς γῆς ἀποφαίνονται ὡς καὶ τὸν ἥλιον. Παρμενίδης ἴσην τῷ ἡλίῳ, καὶ ἀπʼ αὐτοῦ φωτίζεσθαι.

论月亮的大小。 斯多亚学派声称它比大地更大,如同太阳一样。 巴门尼德认为,它与太阳相等,并由太阳照亮。

§2.27

Περὶ σχήματος σελήνης. οἱ Στωικοὶ σφαιροειδῆ εἶναι ὡς τὸν ἥλιον. Ἐμπεδοκλῆς δισκοειδῆ. Ἡράκλειτος σκαφοειδῆ. ἄλλοι κυλινδροειδῆ.

论月亮的形状。 斯多亚学派认为,它是球形的,如同太阳一样。 恩培多克勒认为,它是圆盘形的。 赫拉克利特认为,它是舟形的。 其他人认为,它是圆柱形的。

§2.28

Περὶ φωτισμῶν σελήνης. Ἀναξίμανδρος ἴδιον αὐτὴν ἔχειν φῶς, ἀραιότερον δέ πως. Ἀντιφῶν ἰδίῳ φέγγει λάμπειν τὴν σελήνην, τὸ δʼ ἀποκρυπτόμενον περὶ αὐτὴν ὑπὸ τῆς προσβολῆς τοῦ ἡλίου ἀμαυροῦσθαι, πεφυκότος τοῦ ἰσχυροτέρου πυρὸς τὸ ἀσθενέστερον ἀμαυροῦν·1 ὃ δὴ συμβαίνειν καὶ περὶ τὰ ἄλλα ἄστρα. Θαλῆς καὶ οἱ ἀπʼ αὐτοῦ ὑπὸ τοῦ ἡλίου φωτίζεσθαι τὴν σελήνην. Ἡράκλειτος τὸ αὐτὸ πεπονθέναι τὸν ἥλιον καὶ τὴν σελήνην σκαφοειδεῖς γὰρ ὄντας τοῖς σχήμασι τοὺς ἀστέρας δεχομένους τὰς ἀπὸ τῆς ὑγρᾶς ἀναθυμιάσεως αὐγὰς φωτίζεσθαι πρὸς τὴν φαντασίαν, λαμπρότερον μὲν τὸν ἥλιον, ἐν καθαρωτέρῳ γὰρ ἀέρι φέρεσθαι, τὴν δὲ σελήνην ἐν θολωτέρῳ, διὰ τοῦτο καὶ ἀμαυροτέραν φαίνεσθαι.

论月亮的照明(照亮)。 阿那克西曼德认为,它拥有自身的光,但在某种程度上更为稀薄。 安提丰认为,月亮以自有的光芒照耀,但其周围被遮盖的部分由于太阳的冲击而被减弱,因为更强之火本性上会使更弱之火暗淡;而这同样也发生在其他星辰身上。 泰勒斯及其后继者认为,月亮是由太阳照亮的。 赫拉克利特认为,太阳与月亮处于相同的状况;因为星辰在形状上是舟形的,由于接受来自潮湿蒸汽的光辉而在视觉上被照亮,但太阳因在更纯净的空气中运行而更明亮,月亮则在更混浊的空气中,因此显得更暗淡。

§2.29

Περὶ ἐκλείψεως σελήνης. Ἀναξίμανδρος τοῦ στομίου τοῦ περὶ τὸν τροχὸν ἐπιφραττομένου. Βήρωσος κατὰ τὴν πρὸς ἡμᾶς ἐπιστροφὴν τοῦ ἀπυρώτου μέρους Ἡράκλειτος κατὰ τὴν τοῦ σκαφοειδοῦς συστροφήν. τῶν Πυθαγορείων τινὲς ἀνταυγείᾳ καὶ ἐπιφράξει τὸ μὲν τῆς γῆς τὸ δὲ τῆς ἀντίχθονος· οἱ δὲ νεώτεροι κατʼ ἐπινέμησιν φλογὸς κατὰ μικρὸν ἐξαπτομένης τεταγμένως, ἕως ἂν τὴν τελείαν πανσέληνον ἀποδῷ, καὶ πάλιν ἀναλόγως μειουμένης μέχρι τῆς συνόδου, καθʼ ἣν τελείως σβέννυται. Πλάτων Ἀριστοτέλης οἱ Στωικοὶ καὶ οἱ μαθηματικοὶ συμφώνως τὰς μὲν μηνιαίας ἀποκρύψεις συνοδεύουσαν αὐτὴν τῷ ἡλίῳ καὶ περιλαμπομένην ποιεῖσθαι, τὰς δʼ ἐκλείψεις εἰς τὸ σκίασμα τῆς γῆς ἐμπίπτουσαν, μεταξὺ μὲν ἀμφοτέρων τῶν ἀστέρων γινομένης,2 μᾶλλον δὲ τῆς σελήνης ἀντιφραττομένης Περὶ ἐμφάσεως αὐτῆς, διὰ τί γεώδης φαίνεται. οἱ Πυθαγόρειοι γεώδη φαίνεσθαι τὴν σελήνην, διὰ τὸ περιοικεῖσθαι αὐτὴν καθάπερ τὴν παρʼ ἡμῖν γῆν μείζοσι ζῴοις καὶ φυτοῖς καλλίοσιν· εἶναι γὰρ πεντεκαιδεκαπλάσια τὰ ἐπʼ αὐτῆς ζῷα τῇ δυνάμει μηδὲν περιττωματικὸν ἀποκρίνοντα, καὶ τὴν ἡμέραν τοσαύτην τῷ μήκει. Ἀναξαγόρας ἀνωμαλότητα τοῦ συγκρίματος διὰ τὸ ψυχρομιγὲς ἅμα καὶ γεῶδες· παραμεμῖχθαι γὰρ τῷ πυροειδεῖ τὸ ζοφῶδες ὅθεν ψευδοφανῆ λέγεσθαι τὸν ἀστέρα. οἱ Στωικοὶ διὰ τὸ ἑτεροειδὲς τῆς οὐσίας μὴ εἶναι αὐτῆς ἀκήρατον τὸ σύγκριμα.

论月食。 阿那克西曼德认为,是由于轮子周围的孔口被堵塞。 贝罗索斯认为,是由于未燃部分转向我们。 赫拉克利特认为,是由于舟形器具的旋转。 毕达哥拉斯学派的某些人认为,是由于反光和遮挡,一部分来自大地,另一部分来自对地;而他们中较新的一派则认为,是由于有序地逐渐点燃的火焰的蔓延,直至呈现完全的满月,然后按比例减少直至合朔,在合朔时完全熄灭。 柏拉图、亚里士多德、斯多亚学派与天文学家(数学家)一致认为,每月的隐没是由于月亮与太阳相合(同道)并被四周照耀所致,而月食则是由于月亮落入大地的阴影之中,大地处于两颗天体之间,或者说月亮被遮挡。 论月亮的外貌,为何显得像土。 毕达哥拉斯学派认为,月亮之所以显得像土,是因为它如同我们这里的大地一样,四周被更大的动物和更美丽的植物所居住;因为其上的动物力量是十五倍,不排出任何排泄物,而白昼的长短也同样如此之长。 阿那克萨哥拉认为,是由于寒冷与土性混合导致的凝结物的不均匀;因为黑暗混杂在火性之物中,因此该星辰被称为具有虚假的辉光。 斯多亚学派认为,由于其本质的多样性,其凝结物不是纯粹洁净的。

§2.31

Περὶ τῶν ἀποστημάτων αὐτῆς. Ἐμπεδοκλῆς διπλάσιον ἀπέχειν τὴν σελήνην ἀπὸ τοῦ ἡλίου ἤπερ ἀπὸ τῆς γῆς, οἱ ἀπὸ τῶν μαθηματικῶν ὀκτωκαιδεκαπλάσιον. Ἐρατοσθένης τὸν ἥλιον ἀπέχειν ἀπὸ τῆς γῆς σταδίων μυριάδας τετρακοσίας καὶ ὀκτακισμυρίας, τὴν δὲ σελήνην ἀπέχειν τῆς γῆς μυριάδας ἑβδομήκοντα ὀκτώ σταδίων.

论月亮的距离。 恩培多克勒认为,月亮距太阳的距离是距大地距离的两倍。 天文学家(数学家)的后继者认为,是十八倍。 埃拉托斯特尼认为,太阳距大地四百零八万斯塔德,而月亮距大地七十八万斯塔德。

§2.32

Περὶ ἐνιαυτοῦ, πόσος ἑκάστου τῶν πλανητῶν χρόνος, καὶ τίς ὁ μέγας ἐνιαυτός. ἐνιαυτός ἐστι Κρόνου μὲν, ἐνιαυτῶν περίοδος λʼ, Διὸς δὲ ιβʼ. Ἄρεος δυεῖν· ἡλίου ιβʼ μῆνες· οἱ δʼ αὐτοὶ Ἑρμοῦ καὶ Ἀφροδίτης, ἰσόδρομοι γάρ σελήνης ἡμέραι λʼ· οὗτος γὰρ ὁ τέλειος μὴν ἀπὸ φάσεως εἰς σύνοδον. τὸν δὲ μέγαν ἐνιαυτὸν οἱ μὲν ἐν τῇ ὀκταετηρίδι τίθενται οἱ δʼ ἐν τῇ ἐννεακαιδεκαετηρίδι οἱ δʼ ἐν τοῖς ἑξήκοντα ἑνὸς δέουσιν·3 Ἡράκλειτος ἐκ μυρίων ὀκτακισχιλίων ἡλιακῶν Διογένης ἐκ πέντε καὶ ἑξήκοντα καὶ τριακοσίων ἐνιαυτῶν τοσούτων ὅσων ὁ κατὰ Ἡράκλειτον ἐνιαυτός. ἄλλοι δὲ διʼ ἑπτακισχιλίων ψοζʼ.

论年,各行星的周期是多少,以及何为大年。 年(周期)对于土星而言是三十年的周期,对于木星是十二年,对于火星是两年,对于太阳是十二个月;水星与金星亦相同,因为它们以同等速度运行;对于月亮是三十天,因为这便是从显现到相合的完整月份。 关于大年,有人定为八年周期,有人定为十九年周期,有人定为五十九年;赫拉克利特定为一万八千个太阳年;第欧根尼定为三百六十五个如赫拉克利特所言那般长的一整年;其他人则定为七千七百七十七年。

语法注3 条
  1. 891dπεφυκότος τοῦ ἰσχυροτέρου πυρὸς τὸ ἀσθενέστερον ἀμαυροῦν

    属格独立结构(πεφυκότος... πυρός),其中分词 πεφυκότος 支配补足不定式 ἀμαυροῦν,用以表达作为原因的自然通则。

  2. 891eμεταξὺ μὲν ἀμφοτέρων τῶν ἀστέρων γινομένης

    属格独立结构,从语境上看,其逻辑主语为前文的“大地”(ἡ γῆ)。阴性单数分词 γινομένης 与前面的 γῆ 在性数上保持一致。

  3. 892cἑξήκοντα ἑνὸς δέουσιν

    表示减法的数词惯用表达,意为“差一(ἑνός)的六十(ἑξήκοντα)”,指五十九年。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0094.tlg003.humanitext-grc2:2.25-2.32