← 伪普鲁塔克

哲学家教义志

§3.4-3.6

雨雪的成因及虹等大气光学现象的学说

本段论述了云、雨、雪、雹的成因,虹产生的光学机理与色彩形成的原因,各哲人(阿那克西美尼、阿那克萨哥拉、美特罗多洛)关于虹与幻日的见解,以及光柱现象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.4

Περὶ νεφῶν ὑετῶν χιόνων χαλαζῶν. Ἀναξιμένης νέφη μὲν γίνεσθαι παχυνθέντος ὅτι πλεῖστον τοῦ ἀέρος, μᾶλλον δʼ ἐπισυναχθέντος ἐκθλίβεσθαι τοὺς ὄμβρους· χιόνα δʼ ἐπειδὰν τὸ καταφερόμενον ὕδωρ παγῇ, χάλαζαν δʼ ὅταν συμπεριληφθῇ τῷ ὑγρῷ πνεῦμά τι. Μητρόδωρος ἀπὸ τῆς ὑδατώδους ἀναφορᾶς συνίστασθαι τὰ νέφη. ὁ δʼ Ἐπίκουρος ἀπὸ τῶν ἀτόμων· στρογγυλαίνεσθαι δὲ τὴν χάλαζαν καὶ τὸν ὑετὸν ἀπὸ τῆς μακρᾶς καταφορᾶς ὑποπεπλασμένον.

论云、雨、雪、雹。 阿那克西美尼认为,当空气最大限度地稠密化时便产生云,当它进一步聚结时便挤出雨水;当坠落的水凝结时则成为雪,而当某种气息与湿气一同被包孕其中时便成为雹。 美特罗多洛认为,云是由水性之物的上升而构成的。 伊壁鸠鲁则认为它们源于原子;雹与雨是在长途下坠中受到塑造而变圆的。

§3.5

Περὶ ἴριδος. τῶν μεταρσίων παθῶν τὰ μὲν καθʼ ὑπόστασιν γίνεται οἷον ὄμβρος χάλαζα, τὰ δὲ κατʼ ἔμφασιν ἰδίαν οὐκ ἔχοντα ὑπόστασιν· αὐτίκα γοῦν πλεόντων ἡμῶν ἡ ἤπειρος κινεῖσθαι δοκεῖ ἔστιν οὖν κατʼ ἔμφασιν ἡ ἶρις. Πλάτων φησὶ Θαύμαντος αὐτὴν γενεαλογῆσαι τοὺς ἀνθρώπους διὰ τὸ θαυμάσαι ταύτην. Ὅμηρος "ἠύτε πορφυρέην ἶριν θνητοῖσι τανύσσει." διὸ καὶ ἐμυθεύσαντό τινες αὐτὴν ταύρου κεφαλὴν ἔχουσαν ἀναρροφεῖν τοὺς ποταμούς. πῶς οὖν γίνεται ἶρις; ὁρῶμεν δὴ κατὰ γραμμὰς ἢ κατʼ εὐθείας ἢ κατὰ καμπύλας ἢ κατʼ ἀνακλωμένας, γραμμὰς ἀδήλους λόγῳ θεωρητὰς καὶ ἀσωμάτους. κατὰ μὲν οὖν εὐθείας ὁρῶμεν τὰ ἐν ἀέρι καὶ τὰ διὰ τῶν λίθων τῶν διαυγῶν καὶ κεράτων· λεπτομερῆ γὰρ ταῦτα πάντα. καμπύλας δὲ γραμμὰς καθʼ ὕδατος βλέπομεν γινομένας· κάμπτεται γὰρ ἡ ὄψις βίᾳ διὰ τὴν πυκνοτέραν τοῦ.· ὕδατος· ὕλην· διὸ καὶ τὴν κώπην ἐν τῇ θαλάσσῃ μακρόθεν καμπτομένην ὁρῶμεν. τρίτος τρόπος τοῦ βλέπειν τὰ ἀνακλώμενα ὡς τὰ κατοπτρικά· ἔστιν οὖν τὸ τῆς ἴριδος πάθος τοιοῦτον. δεῖ γὰρ ἐπινοῆσαι τὴν ὑγρὰν ἀναθυμίασιν εἰς νέφος μεταβάλλουσαν εἶτʼ ἐκ τούτου κατὰ βραχὺ εἰς μικρὰς ῥανίδας νοτιζούσας· ὅταν οὖν ὁ ἥλιος γένηται εἰς δυσμάς, ἀνάγκη πᾶσα ἶριν ἄντικρυς ἡλίου φαίνεσθαι, ὅτε ἡ ὄψις προσπεσοῦσα ταῖς ῥανίσιν ἀνακλᾶται, ὥστε γίνεσθαι τὴν ἶριν. εἰσὶ δʼ αἱ ῥανίδες οὐ σχήματος μορφαὶ ἀλλὰ χρώματος· καὶ ἔχει τὸ μὲν πρῶτον φοινικοῦν, τὸ δὲ δεύτερον ἁλουργὲς καὶ πορφυροῦν, τὸ δὲ τρίτον κυανοῦν καὶ πράσινον. μήποτʼ οὖν τὸ μὲν φοινικοῦν, ὅτι1 ἡ λαμπρότης τοῦ ἡλίου προσπεσοῦσα καὶ ἡ ἀκραιφνὴς λαμπηδὼν ἀνακλωμένη ἐρυθρὸν ποιεῖ καὶ φοινικοῦν τὸ χρῶμα· τὸ δὲ δεύτερον μέρος ἐπιθολούμενον καὶ ἐκλυόμενον μᾶλλον τῆς λαμπηδόνος διὰ τὰς ῥανίδας ἁλουργές· ἄνεσις γὰρ τοῦ ἐρυθροῦ τοῦτο. ἔτι δὲ μᾶλλον ἐπιθολούμενον τὸ δροσίζον εἰς τὸ πράσινον μεταβάλλει. ἔστιν οὖν τοῦτο δοκιμάσαι διʼ ἔργων· εἰ γάρ τις ἄντικρυς τῶν ἡλίου ἀκτίνων λάβῃ ὕδωρ καὶ πυτίσῃ αἱ δὲ ῥανίδες ἀνάκλασιν πρὸς τὸν ἥλιον λάβωσιν, εὑρήσει γινομένην ἶριν· καὶ οἱ ὀφθαλμιῶντες δὲ τοῦτο πάσχουσιν, ὅταν εἰς τὸν λύχνον ἀποβλέψωσιν. Ἀναξιμένης ἶριν γίνεσθαι κατʼ αὐγασμὸν ἡλίου πρὸς νέφει πυκνῷ καὶ παχεῖ καὶ μέλανι παρὰ τὸ μὴ δύνασθαι τὰς ἀκτῖνας εἰς τὸ πέραν διακόπτειν ἐπισυνισταμένας αὐτῷ.2 Ἀναξαγόρας ἀνάκλασιν ἀπὸ νέφους πυκνοῦ τῆς ἡλιακῆς περιφεγγείας, καταντικρὺ δὲ τοῦ κατοπτρίζοντος αὐτὴν ἀστέρος διὰ παντὸς ἵστασθαι. παραπλησίως δʼ αἰτιολογεῖται τὰ καλούμενα παρήλια, γινόμενα δὲ κατὰ τὸν Πόντον. Μητρόδωρος, ὅταν διὰ νεφῶν ἥλιος διαλάμψῃ, τὸ μὲν νέφος κυανίζειν τὴν δʼ αὐγὴν ἐρυθραίνεσθαι.

论虹。 在上空的诸般现象中,有些是依据实体(实质)而产生的,例如雨和雹;有些则是依据表象(虚象)而产生的,并不具有自身特有的实体。例如当我们乘船航行时,陆地似乎在移动。因此,虹是依据表象而产生的。 柏拉图说,人们因对虹感到惊奇而将其谱系追溯为陶玛斯(惊异)之女。荷马说: “正如他为凡人展现一道紫色的彩虹”。 也正因如此,有人编造神话说她长着公牛的头颅,吸饮江河。 那么,虹是如何产生的呢?诚然,我们是依照线来视物的,或沿直线,或沿曲线,或沿折射(反射)线,这些都是不可见、唯借由理性省察且无形体的线。因此,沿直线我们看见空气中的事物,以及透过透明石块和角质物看到事物;因为所有这些都具有微细的质点。但我们看见曲线在水中产生;因为视线由于水更为稠密的质料而受到强力弯折;因此我们也看见海中的船桨从远处望去是弯曲的。视物的第三种方式是反射的,如同镜面之物;因此虹的现象即属此类。因为人们应当设想,潮湿的蒸汽转变为云,随后逐渐由云化为细小湿润的滴液。因此,当太阳运行至西方时,由于视线落在滴液上并发生反射,虹便全然必然地出现在太阳的正对面,从而形成了虹。而滴液不是形构了形状,而是形构了色彩;第一部分呈现深红色,第二部分呈现海紫色与紫色,第三部分呈现深蓝色与绿色。或许,深红色的出现是因为太阳的光辉照射而来,那未被混杂的辉光反射后形成了红色与深红之色;而第二部分因滴液而进一步混浊、辉光进一步减弱,遂成为海紫色,因为这是红色的舒缓弱化。而那如露之物若更加混浊,则转变为绿色。因此,这可以通过实际操作来检验:因为如果有人面对太阳的光线含水并喷出,而水滴朝向太阳产生反射,他就会发现彩虹形成了;患眼疾的人在注视油灯时也会经历此种现象。 阿那克西美尼认为,虹的产生是由于太阳向着稠密、厚重且黑色的云层放射光辉,乃因光线汇聚于云层上而无法穿透到另一侧所致。 阿那克萨哥拉认为,虹是太阳的辉光从浓云上的反射,并且始终立于将其如镜反映的星辰(太阳)的正对面。同样地,他也解释了在蓬托斯地区出现的所谓幻日。 美特罗多洛认为,当太阳穿透云层而照射时,云层呈现深蓝色,而光辉则变为红色。

§3.6

Περὶ ῥάβδων. τὰ κατὰ τὰς ῥάβδους καὶ ἀνθηλίους συμβαίνοντα μίξει τῆς ὑποστάσεως καὶ ἐμφάσεως ὑπάρχει, τῶν μὲν νεφῶν ὁρωμένων, οὐ κατʼ οἰκεῖον δὲ χρῶμα, ἀλλʼ ἕτερον ὅπερ κατʼ ἔμφασιν φαίνεται. ἐν δὲ τούτοις πᾶσι τά τε κατὰ φύσιν καὶ τὰ ἐπίκτητα ὅμοια συμβαίνει πάθη.

论光柱(日承)。 关于光柱与幻日所发生的现象,是凭借实体与表象的混合而存在的;因为云层被看见了,却不是按照其特有的色彩,而是按照表象所呈现的另一种色彩。而在所有这些现象中,天然的与后天获得的现象同样发生。

语法注2 条
  1. 894dμήποτʼ οὖν τὸ μὲν φοινικοῦν, ὅτι

    此处 μήποτε 并非表单纯的否定疑问或疑虑,而是引导一种委婉的肯定断言或推测(“或许是……”)。句中省略了系动词(如 ἐστί),构成“深红的部分[是如此]乃是因为……”的因果说明句式。

  2. 894eπαρὰ τὸ μὴ δύνασθαι τὰς ἀκτῖνας εἰς τὸ πέραν διακόπτειν ἐπισυνισταμένας αὐτῷ

    介词 παρά 支配带冠词的不定式宾格(τὸ μὴ δύνασθαι),表示原因(“由于不能……”)。τὰς ἀκτῖνας 为不定式 δύνασθαι 的逻辑主语,分词 ἐπισυνισταμένας 与其性数格一致修饰 ἀκτῖνας(“汇聚于其上的光线”),代词 αὐτῷ 则指代前文的 νέφει。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0094.tlg003.humanitext-grc2:3.4-3.6