- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0094.tlg003.humanitext-grc2:3.7-3.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本章节概述了诸位哲学家(泰勒斯、毕达哥拉斯派、阿那克西曼德、德谟克利特等)关于风的成因与命名、冬夏的交替机制,以及大地的本质、数目、形状、位置、倾斜、运动(包括自转与公转)和五大气候带划分的不同学说。
Περὶ ἀνέμων. Ἀναξίμανδρος ἄνεμον εἶναι ῥύσιν ἀέρος, τῶν λεπτοτάτων ἐν αὐτῷ καὶ ὑγροτάτων ὑπὸ τοῦ ἡλίου κινουμένων ἢ τηκομένων. οἱ Στωικοὶ πᾶν πνεῦμα ἀέρος εἶναι ῥύσιν, ταῖς τῶν τόπων δὲ παραλλαγαῖς τὰς ἐπωνυμίας παραλλάττουσαν· οἷον τὸν ἀπὸ τοῦ ζόφου καὶ τῆς δύσεως ζέφυρον, τὸν δʼ ἀπὸ τῆς ἀνατολῆς καὶ τοῦ ἡλίου ἀπηλιώτην, τὸν δʼ ἀπὸ τῶν ἄρκτων βορέαν, τὸν δʼ ἀπὸ τῶν νοτίων λίβα. Μητρόδωρος ὑδατώδους ἀναθυμιάσεως διὰ τὴν ἡλιακὴν ἔκκαυσιν γίνεσθαι ὁρμὴν πνευμάτων θείων τοὺς δʼ ἐτησίας πνεῖν, τοῦ πρὸς ταῖς ἄρκτοις παχυνθέντος ἀέρος, ὑποχωροῦντι τῷ ἡλίῳ1 κατὰ τὴν θερινὴν τροπὴν ἐπισυρρέοντος.
论风。 阿那克西曼德认为,风是空气的流动,是由于空气中最细微和最湿润的部分被太阳推动或融化而产生的。 斯多亚派认为,一切风都是空气的流动,根据方位的不同而改变其名称;例如从昏暗与西方吹来的称为西风,从东方和太阳吹来的称为东风,从北斗(北方)吹来的称为北风,从南方吹来的称为西南风。 美特罗多洛认为,由于太阳的灼晒,水性蒸气产生了神圣气息的涌动;而季风之所以吹拂,是因为北方的稠密空气在夏至太阳后退时向其涌流。
Περὶ χειμῶνος καὶ θέρους. Ἐμπεδοκλῆς καὶ οἱ Στωικοὶ χειμῶνα μὲν γίνεσθαι τοῦ ἀέρος ἐπικρατοῦντος τῇ πυκνώσει καὶ εἰς τὸ ἀνωτέρω βιαζομένου, θερείαν δὲ τοῦ πυρός, ὅταν εἰς τὸ κατωτέρω βιάζηται Περιγεγραμμένων δέ μοι τῶν μεταρσίων, ἐφοδευθήσεται καὶ τὰ πρόσγεια.
论冬与夏。 恩培多克勒与斯多亚派认为,当空气因浓缩而占优势并向上强冲时,便产生冬季;而当火〔占优势〕、向下强冲时,便产生夏季。 上空的诸般现象既然已由我论述完毕,靠近大地的诸现象也将依次得到考察。
Περὶ γῆς καὶ τίς ἡ ταύτης οὐσία καὶ πόσαι. Θαλῆς καὶ οἱ ἀπʼ αὐτοῦ μίαν εἶναι τὴν γῆν. ἱκέτης ὁ Πυθαγόρειος δύο, ταύτην καὶ τὴν ἀντίχθονα. οἱ Στωικοὶ τὴν γῆν μίαν καὶ πεπερασμένην. Ξενοφάνης ἐκ τοῦ κατωτέρω μέρους εἰς ἄπειρον ἐρριζῶσθαι, ἐξ ἀέρος δὲ καὶ πυρὸς συμπαγῆναι. Μητρόδωρος τὴν μὲν γῆν ὑπόστασιν εἶναι καὶ τρύγα τοῦ ὕδατος, τὸν δʼ ἥλιον τοῦ ἀέρος.
论大地,其本质为何,以及其数目。 泰勒斯及其追随者认为大地只有一个。 毕达哥拉斯派的希凯塔斯认为有两个,即这块大地与对地。 斯多亚派认为大地只有一个且有限。 克塞诺芬尼认为大地从下部无限生根,是由空气与火凝聚而成的。 美特罗多洛认为大地是水的沉淀物与渣滓,而太阳则是空气的沉淀物。
Περὶ σχήματος γῆς. Θαλῆς καὶ οἱ Στωικοὶ καὶ οἱ ἀπʼ αὐτῶν σφαιροειδῆ τὴν γῆν. Ἀναξίμανδρος λίθῳ κίονι τὴν γῆν προσφερῆ τῶν ἐπιπέδων.2 Ἀναξιμένης τραπεζοειδῆ. Λεύκιππος τυμπανοειδῆ. Δημόκριτος δισκοειδῆ μὲν τῷ πλάτει κοίλην δὲ τῷ μέσῳ.
论大地的形状。 泰勒斯、斯多亚派及其追随者认为大地呈球状。 阿那克西曼德认为大地在平面上类似于石柱。 阿那克西美尼认为呈梯形(桌面状)。 留基伯认为呈鼓状。 德谟克利特认为在宽度上呈盘状,但在中部凹陷。
Περὶ θέσεως γῆς. οἱ ἀπὸ Θάλεω τὴν γῆν μέσην. Ξενοφάνης πρώτην, εἰς ἄπειρον γὰρ ἐρριζῶσθαι. Φιλόλαος ὁ Πυθαγόρειος τὸ μὲν πῦρ μέσον, τοῦτο γὰρ εἶναι τοῦ παντὸς ἑστίαν· δευτέραν δὲ τὴν ἀντίχθονα, τρίτην ἣν οἰκοῦμεν γῆν ἐξ ἐναντίας κειμένην τε καὶ περιφερομένην τῇ ἀντίχθονι παρʼ ὃ καὶ μὴ ὁρᾶσθαι ὑπὸ τῶν ἐν τῇδε τοὺς ἐν ἐκείνῃ. Παρμενίδης πρῶτος ἀφώρισε τῆς γῆς τοὺς οἰκουμένους τόπους ὑπὸ ταῖς δυσὶ ζώναις ταῖς τροπικαῖς.
论大地之位置。 泰勒斯的追随者认为大地居中。 克塞诺芬尼认为大地居于首位,因为它是无限生根的。 毕达哥拉斯派的菲洛劳斯认为火居于中央,因为这是宇宙的枢纽炉灶;第二是对地,第三是我们所居住的大地,它与对地相对而立并一同运转,因此居于此地的人看不到居于彼处的人。 巴门尼德最先将大地的有人居住区域界定在两条回归带之下。
Περὶ ἐγκλίσεως γῆς. Λεύκιππος παρεκπεσεῖν τὴν γῆν εἰς τὰ μεσημβρινὰ μέρη διὰ τὴν ἐν τοῖς μεσημβρινοῖς ἀραιότητα, ἅτε δὴ πεπηγότων τῶν βορείων διὰ τὸ κατεψῦχθαι τοῖς κρυμοῖς, τῶν δʼ ἀντιθέτων πεπυρωμένων. Δημόκριτος διὰ τὸ ἀσθενέστερον εἶναι τὸ μεσημβρινὸν τοῦ περιέχοντος αὐξομένην τὴν γῆν κατὰ τοῦτο ἐγκλιθῆναι τὰ γὰρ βόρεια ἄκρατα τὰ δὲ μεσημβρινὰ κέκραται ὅθεν κατὰ τοῦτο βεβάρηται, ὅπου περισσή ἐστι τοῖς καρποῖς καὶ τῇ αὔξῃ.
论大地之倾斜。 留基伯认为,大地向南侧偏斜是因为南方的稀薄,盖因北方由于受严寒冰冻而凝结,而相对的各方则被灼热。 德谟克利特认为,由于包围大地的空气的南部较为脆弱,大地在增长时便向此方向倾斜;因为北方严酷无调和,而南方则温和调匀,大地在果实与生长的丰富之处因此在这一侧变得沉重。
Περὶ κινήσεως γῆς. οἱ μὲν ἄλλοι μένειν τὴν γῆν. Φιλόλαος δʼ ὁ Πυθαγόρειος κύκλῳ περιφέρεσθαι περὶ τὸ πῦρ κατὰ κύκλου λοξοῦ ὁμοιοτρόπως ἡλίῳ καὶ σελήνῃ. Ἡρακλείδης ὁ Ποντικὸς καὶ Ἔκφαντος ὁ Πυθαγόρειος κινοῦσι μὲν τὴν γῆν, οὐ μήν γε μεταβατικῶς ἀλλὰ τρεπτικῶς; τροχοῦ δίκην ἐνηξονισμένην,3 ἀπὸ δυσμῶν ἐπʼ ἀνατολὰς περὶ τὸ ἴδιον αὐτῆς κέντρον. Δημόκριτος Κατʼ ἀρχὰς μὲν πλάζεσθαι τὴν γῆν διά τε μικρότητα καὶ κουφότητα, πυκνωθεῖσαν δὲ τῷ χρόνῳ καὶ βαρυνθεῖσαν καταστῆναι.
论大地之运动。 其他学者认为大地静止不动。 毕达哥拉斯派的菲洛劳斯认为,大地沿着一条倾斜的圆道围绕中心之火旋转,其方式与太阳和月亮相同。 蓬托斯的赫拉克利德与毕达哥拉斯派的埃克凡图斯主张大地运动,然而并非位移运动,而是旋转运动,如同嵌在车轴上的轮子一样,自西向东绕其自身的中心运转。 德谟克利特认为,起初大地因细小轻盈而飘荡流浪,但随着时间凝聚并变重,遂安定下来。
Περὶ διαιρέσεως γῆς. Πυθαγόρας τὴν γῆν ἀναλόγως τῇ τοῦ παντὸς σφαίρᾳ διῃρῆσθαι εἰς πέντε ζώνας, ἀρκτικὴν ἀνταρκτικὴν θερινὴν χειμερινὴν ἰσημερινήν, ὧν ἡ μέση τὸ μέσον τῆς γῆς ὁρίζει, παρʼ αὐτὸ τοῦτο διακεκαυμένη καλουμένη ἡ δʼ οἰκητή ἐστιν ἡ μέση τῆς θερινῆς καὶ χειμερινῆς, εὔκρατός τις οὖσα.
论大地之划分。 毕达哥拉斯认为,大地与全宇宙的球体相对应地被划分为五个带:北极带、南极带、夏带、冬带与赤道带;其中中央的带划分了大地的正中,正因如此被称为焦热带;而宜居之带则是介于夏带与冬带之间的部分,是一种温和之带。
- 895bὑποχωροῦντι τῷ ἡλίῳ
此与格由复合分词 ἐπισυρρέοντος 中的前缀 ἐπί-(朝向……)所支配,意为“流向后退的太阳”。在语境中它虽带有时间性涵义(“当太阳后退时”),但从句法上看主要是作为动词的方向性补足语。
- 895dτῶν ἐπιπέδων
作为关系属格或限定属格,依附于形容词 προσφερῆ(相似的),表示“就其平面而言(即上底面与下底面)”。亦可理解为部分属格,但此处主要功能是界定大地与石柱相似的方面或维度。
- 896aτροχοῦ δίκην ἐνηξονισμένην
τροχοῦ δίκην 为副词性宾格短语(δίκην 接属格),意为“如同车轮一般”。完成时被动分词 ἐνηξονισμένην(固定在轴上的)与动词 κινοῦσι 的阴性宾格宾语 τὴν γῆν 一致,说明大地的运动并非空间位移(μεταβατικῶς),而是像装在车轴上的轮子一样绕轴自转(τρεπτικῶς)。
