← 伪普鲁塔克

哲学家教义志

§2.intro-2.6

关于宇宙本质形状与创生消灭的学说

作者转向关于结果的论述,综述了各派哲学关于宇宙的命名、单一性与无限性、形状、是否具有灵魂与摄理、可灭性、养分来源以及创世的第一元素等学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.intro

τετελεκὼς τοίνυν τὸν περὶ ἀρχῶν καὶ στοιχείων καὶ τῶν συνεδρευόντων αὐτοῖς λόγον τρέψομαι πρὸς τὸν περὶ τῶν ἀποτελεσμάτων, ἀπὸ τοῦ περιεκτικωτάτου πάντων ἐνστησάμενος.

因此,在完成了关于本原、元素以及与它们相关之事的论述之后,我将转向关于结果的论述,从包罗万象者开始。

§2.1

Περὶ κόσμου. Πυθαγόρας πρῶτος ὠνόμασε τὴν τῶν ὅλων περιοχὴν κόσμον ἐκ τῆς ἐν αὐτῷ τάξεως. Θαλῆς καὶ οἱ ἀπʼ αὐτοῦ ἕνα τὸν κόσμον. Δημόκριτος καὶ Ἐπίκουρος καὶ ὁ τούτου καθηγητὴς Μητρόδωρος ἀπείρους κόσμους ἐν τῷ ἀπείρῳ κατὰ πᾶσαν περίστασιν. Ἐμπεδοκλῆς τὸν τοῦ ἡλίου περίδρομον εἶναι περιγραφὴν τοῦ πέρατος τοῦ κόσμου. Σέλευκος ἄπειρον τὸν κόσμον. Διογένης τὸ μὲν πᾶν ἄπειρον, τὸν δὲ κόσμον πεπεράνθαι. οἱ Στωικοὶ διαφέρειν τὸ πᾶν καὶ τὸ ὅλον· πᾶν μὲν γὰρ εἶναι τὸ σὺν τῷ κενῷ τῷ ἀπείρῳ, ὅλον δὲ χωρὶς τοῦ κενοῦ τὸν κόσμον· ὥστε οὐ τὸ αὐτὸ εἶναι τὸ ὅλον καὶ τὸν κόσμον.1

论宇宙。 毕达哥拉斯因其内在的秩序,首先将囊括万物之物命名为“宇宙”。 泰勒斯及其后继者认为宇宙只有一个。 德谟克利特、伊壁鸠鲁以及后者的导师门特罗多洛认为,在无限之中,于一切情况下都存在着无限多个宇宙。 恩培多克勒认为太阳的轨道是宇宙界限的轮廓。 塞琉古认为宇宙是无限的。 第欧根尼认为万有是无限的,但宇宙是有限的。 斯多亚学派认为万有与整体有所不同;因为万有是连同无限虚空在内的,而整体是不包含虚空的宇宙;从而整体与宇宙并非同一物。

§2.2

Περὶ σχήματος κόσμου. οἱ μὲν Στωικοὶ σφαιροειδῆ τὸν κόσμον, ἄλλοι δὲ κωνοειδῆ, οἱ δʼ ᾠοειδῆ. Ἐπίκουρος δʼ ἐνδέχεσθαι μὲν εἶναι σφαιροειδεῖς τοὺς κόσμους, ἐνδέχεσθαι δὲ καὶ ἑτέροις σχήμασι κεχρῆσθαι.

论宇宙的形状。 斯多亚学派认为宇宙是球形的,其他人认为是圆锥形的,还有人认为是卵形的。 伊壁鸠鲁认为,宇宙既可能是球形的,也可能具有其他形状。

§2.3

Εἰ ἔμψυχος ὁ κόσμος καὶ προνοίᾳ διοικούμενος. οἱ μὲν ἄλλοι πάντες ἔμψυχον τὸν κόσμον καὶ προνοίᾳ διοικούμενον. Δημόκριτος δὲ καὶ Ἐπίκουρος καὶ ὅσοι τὰ ἄτομα εἰσηγοῦνται καὶ τὸ κενὸν οὔτʼ ἔμψυχον οὔτε προνοίᾳ διοικεῖσθαι, φύσει δέ τινι ἀλόγῳ. Ἀριστοτέλης οὔτʼ ἔμψυχον ὅλον διʼ ὅλων, οὔτε μὴν αἰσθητικὸν οὔτε λογικὸν οὔτε νοερὸν οὔτε προνοίᾳ διοικούμενον τὰ μὲν γὰρ οὐράνια τούτων ἁπάντων κοινωνεῖν, σφαίρας γὰρ περιέχειν ἐμψύχους καὶ ζωτικάς· τὰ δὲ περίγεια μηδενὸς αὐτῶν, τῆς δʼ εὐταξίας κατὰ συμβεβηκὸς οὐ προηγουμένως μετέχειν.

宇宙是否具有灵魂并由摄理统领。 所有其余的人都认为宇宙具有灵魂并由摄理统领。 德谟克利特、伊壁鸠鲁以及所有引入原子与虚空的人认为,宇宙既无灵魂也不受摄理统领,而是由某种无理性的自然统领。 亚里士多德认为,宇宙并非彻头彻尾地具有灵魂,也绝非具有感觉、理性、理智或由摄理统领;因为天上之物分有了所有这些,包涵着有灵魂且具生命的天球,而地上之物则无一分有,它们只是附带地、而非根本地分有良好的秩序。

§2.4

Εἰ ἄφθαρτος ὁ κόσμος. Πυθαγόρας καὶ Πλάτων καὶ οἱ Στωικοὶ γενητὸν ὑπὸ θεοῦ τὸν κόσμον· καὶ φθαρτὸν μὲν ὅσον ἐπὶ τῇ φύσει,2 αἰσθητὸν γὰρ εἶναι διότι καὶ σωματικὸν οὐ μὴν φθαρησόμενόν γε προνοίᾳ καὶ συνοχῇ θεοῦ. Ἐπίκουρος φθαρτόν, ὅτι καὶ γενητόν, ὡς ζῷον ὡς φυτόν. Ξενοφάνης ἀγένητον καὶ ἀίδιον καὶ ἄφθαρτον τὸν κόσμον. Ἀριστοτέλης τὸ ὑπὸ τὴν σελήνην τοῦ κόσμου μέρος παθητόν, ἐν ᾧ καὶ τὰ περίγεια κηραίνεται.

宇宙是否不灭。 毕达哥拉斯、柏拉图和斯多亚学派认为宇宙是由神生成的;就其本性而言是可毁灭的(因为它是可感觉的,因其也是有形体的),但由于神的摄理与维系,它绝不会被毁灭。 伊壁鸠鲁认为它是可毁灭的,因为它是生成的,如同动物与植物一样。 色诺芬尼认为宇宙是未生成的、永恒且不灭的。 亚里士多德认为宇宙中月亮以下的部分是受动的,在其中地上之物也遭致朽坏。

§2.5

Πόθεν τρέφεται ὁ κόσμος. Ἀριστοτέλης· εἰ τρέφεται ὁ κόσμος, καὶ φθαρήσεται· ἀλλὰ μὴν οὐδεμιᾶς τινος ἐπιδεῖται τροφῆς· διὰ τοῦτο καὶ ἀίδιος. Πλάτων αὐτὸν αὑτῷ τὸν κόσμον ἐκ τοῦ φθίνοντος κατὰ μεταβολὴν τὸ τρέφον παρέχεσθαι.3 Φιλόλαος διττὴν εἶναι τὴν φθοράν, τὸ μὲν ἐξ οὐρανοῦ πυρὸς ῥυέντος, τὸ δʼ ἐξ ὕδατος σεληνιακοῦ περιστροφῇ τοῦ ἀέρος ἀποχυθέντος· καὶ τούτων εἶναι τὰς ἀναθυμιάσεις τροφὰς τοῦ κόσμου.

宇宙从何处获得滋养。 亚里士多德:如果宇宙受到滋养,它也必将毁灭;然而它并不缺少任何滋养;因此它也是永恒的。 柏拉图认为,宇宙通过变化,从衰减之物中自行提供滋养。 菲洛劳斯认为毁灭有两种,一种是火从天上倾泻而下,另一种是月亮之水因空气旋转而泼洒出来;而来自这些的蒸发物便是宇宙的滋养。

§2.6

Ἀπὸ ποίου πρώτου στοιχείου ἤρξατο κοσμοποιεῖν ὁ θεός. οἱ φυσικοὶ ἀπὸ γῆς ἄρξασθαί φασι τὴν γένεσιν τοῦ κόσμου καθάπερ ἀπὸ κέντρου· ἀρχὴ δὲ σφαίρας τὸ κέντρον. Πυθαγόρας ἀπὸ πυρὸς καὶ τοῦ πέμπτου στοιχείου. Ἐμπεδοκλῆς τὸν μὲν αἰθέρα πρῶτον διακριθῆναι, δεύτερον δὲ τὸ πῦρ, ἐφʼ ᾧ τὴν γῆν,4 ἐξ ἧς ἄγαν περισφιγγομένης τῇ ῥύμῃ τῆς περιφορᾶς ἀναβλύσαι τὸ ὕδωρ ἐξ οὗ ἀναθυμιαθῆναι τὸν ἀέρα καὶ γενέσθαι τὸν μὲν οὐρανὸν ἐκ τοῦ αἰθέρος τὸν δʼ ἥλιον ἐκ τοῦ πυρός, πιληθῆναι δʼ ἐκ τῶν ἄλλων τὰ περίγεια. Πλάτων ὁρατὸν τὸν κόσμον γεγονέναι πρὸς παράδειγμα τοῦ νοητοῦ κόσμου· τοῦ δʼ ὁρατοῦ κόσμου προτέραν μὲν εἶναι τὴν ψυχήν, μετὰ δὲ ταύτην τὸ σωματοειδὲς τὸ ἐκ πυρὸς μὲν καὶ γῆς πρῶτον ὕδατος δὲ καὶ ἀέρος δεύτερον. Πυθαγόρας, πέντε σχημάτων ὄντων στερεῶν, ἅπερ καλεῖται καὶ μαθηματικά, ἐκ μὲν τοῦ κύβου φησὶ γεγονέναι τὴν γῆν, ἐκ δὲ τῆς πυραμίδος τὸ πῦρ, ἐκ δὲ τοῦ ὀκταέδρου τὸν ἀέρα, ἐκ δὲ τοῦ εἰκοσαέδρου τὸ ὕδωρ, ἐκ δὲ τοῦ δωδεκαέδρου τὴν τοῦ παντὸς σφαῖραν. Πλάτων δὲ καὶ ἐν τούτοις πυθαγορίζει.

神从何种第一元素开始创世。 自然哲学家们说,宇宙的生成始于土,犹如始于中心;而中心是球体的起点。 毕达哥拉斯认为始于火与第五元素。 恩培多克勒认为,以太首先被分离出来,其次是火,随之是土,从土因旋转冲力过度受挤压中涌出了水,从水中蒸发出空气,以太生成了天空,火生成了太阳,而地上之物则由其他成分凝聚而成。 柏拉图认为,可见的宇宙是依照可知宇宙的范型生成的;在可见宇宙中,灵魂居先,在其之后是形体性之物,后者首先由火和土构成,其次由水和空气构成。 毕达哥拉斯说,在被称为数学图形的五种立体图形中,土由正方体生成,火由棱锥生成,空气由八面体生成,水由二十面体生成,万物的球体由十二面体生成。 柏拉图在这些方面也追随毕达哥拉斯。

语法注4 条
  1. 886cὥστε οὐ τὸ αὐτὸ εἶναι τὸ ὅλον καὶ τὸν κόσμον

    由 ὥστε 引导的结果从句中的“宾语加不定式”结构。在标准斯多亚学说中,包含虚空的整体为 τὸ πᾶν,而不含虚空的宇宙本体为 τὸ ὅλον。传抄文本中作“τὸ ὅλον 与 τὸν κόσμον 并非同一”,此处依手稿将 τὸ ὅλον 与 τὸν κόσμον 作为 εἶναι 的并列主语结构进行解读。

  2. 886eὅσον ἐπὶ τῇ φύσει

    表示限制或视角的习语(“就其本性而言”)。ὅσον 为关系代名词的中性宾格作限制性副词用法,与介词短语 ἐπὶ τῇ φύσει 连用,用于限制可灭性(φθαρτόν),与后文依靠神的摄理而不灭形成对比。

  3. 887aἐκ μὲν τοῦ φθίνοντος κατὰ μεταβολὴν τὸ τρέφον παρέχεσθαι

    取决于承前省略的叙述动词的不定式结构。主语为 τὸν κόσμον,αὐτὸν αὑτῷ 起强调和与格代词作用,τὸ τρέφον(滋养之物)为直接宾语,ἐκ τοῦ φθίνοντος(自衰亡之物)指明来源,κατὰ μεταβολὴν(通过变化)为方式状语。

  4. 887bἐφʼ ᾧ τὴν γῆν

    恩培多克勒创世叙述中表示时间顺序的结构。介词 ἐπί 接关系代词与格 ᾧ 意为“继此之后”,承前省略了不定式 διακριθῆναι,并以宾格 τὴν γῆν 作为该不定式的逻辑主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0094.tlg003.humanitext-grc2:2.intro-2.6