- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0094.tlg003.humanitext-grc2:2.7-2.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
文本依次列举了诸哲学家关于宇宙的秩序、宇宙向南倾斜的原因、宇宙外部是否存在虚空、宇宙左右的判定、天的本性,以及天之五圈划分与黄道倾斜的学说。
Περὶ τάξεως τοῦ κόσμου. Παρμενίδης στεφάνας εἶναι περιπεπλεγμένας ἐπαλλήλους,1 τὴν μὲν ἐκ τοῦ ἀραιοῦ τὴν δʼ ἐκ τοῦ πυκνοῦ· μικτὰς δʼ ἄλλας ἐκ φωτὸς καὶ σκότους μεταξὺ τούτων· καὶ τὸ περιέχον δὲ πάσας τείχους δίκην στερεὸν ὑπάρχειν. Λεύκιππος καὶ Δημόκριτος χιτῶνα κύκλῳ καὶ ὑμένα περιτείνουσι τῷ κόσμῳ· Ἐπίκουρος ἐνίων μὲν κόσμων ἀραιὸν τὸ πέρας ἐνίων δὲ πυκνόν, καὶ τούτων τὰ μέν τινα κινούμενα τὰ δʼ ἀκίνητα. Πλάτων πῦρ πρῶτον εἶτʼ αἰθέρα μεθʼ ὃν ἀέρα ἐφʼ ᾧ ὕδωρ, τελευταίαν δὲ γῆν· ἐνίοτε δὲ τὸν αἰθέρα τῷ πυρὶ συνάπτει. Ἀριστοτέλης πρῶτον μὲν αἰθέρα ἀπαθῆ, πέμπτον δή τι σῶμα· μεθʼ ὃν παθητὰ πῦρ ἀέρα ὕδωρ τελευταίαν δὲ γῆν. τούτων δὲ τοῖς μὲν οὐρανίοις ἀποδεδόσθαι τὴν κυκλικὴν κίνησιν, τῶν δʼ ὑπʼ ἐκεῖνα τεταγμένων τοῖς μὲν κούφοις τὴν ἄνω τοῖς δὲ βαρέσι τὴν κάτω. Ἐμπεδοκλῆς μὴ διὰ παντὸς ἑστῶτας εἶναι μηδʼ ὡρισμένους τοὺς τόπους τῶν στοιχείων, ἀλλὰ πανταχῶς ἀλλήλων μεταλαμβάνειν.
论宇宙的秩序。 巴门尼德认为存在着彼此交错缠绕的环带,一层由稀疏之物构成,一层由稠密之物构成;在它们之间还有由光和暗混合而成的其他环带;而包罗所有这些的外部如墙壁般坚固地存在着。 留基伯和德谟克利特用一件外衣和一层薄膜环绕覆盖在宇宙周围。 伊壁鸠鲁认为,某些宇宙的边界是稀疏的,而某些宇宙的边界是稠密的,在这些之中有些处于运动中,有些则是不动的。 柏拉图认为首先是火,其次是以太,其后是空气,随之是水,最后是土;但有时他将以太与火联结在一起。 亚里士多德认为首先是不受变动影响的以太,即某种第五物体;在其之后是受变动影响的火、空气、水,最后是土。而在这些之中,圆周运动被赋予了天体,而在排列在天体之下的事物中,向上运动被赋予了轻者,向下运动被赋予了重者。 恩培多克勒认为元素的处所并非始终固定或界定的,而是以各种方式彼此互换其位。
Τίς ἡ αἰτία τοῦ τὸν κόσμον ἐγκλιθῆναι. Διογένης καὶ Ἀναξαγόρας μετὰ τὸ συστῆναι τὸν κόσμον καὶ ζῷα ἐκ τῆς γῆς ἐξαγαγεῖν; ἐγκλιθῆναί πως τὸν κόσμον ἐκ τοῦ αὐτομάτου εἰς τὸ μεσημβρινὸν αὑτοῦ μέρος, ἴσως ὑπὸ προνοίας, ἵνʼ ἃ μὲν ἀοίκητα γένηται ἃ δʼ οἰκητὰ μέρη τοῦ κόσμου, κατὰ ψῦξιν καὶ ἐκπύρωσιν καὶ εὐκρασίαν. Ἐμπεδοκλῆς, τοῦ ἀέρος εἴξαντος τῇ τοῦ ἡλίου ὁρμῇ, ἐγκλιθῆναι τὰς ἄρκτους, καὶ τὰ μὲν βόρεια ὑψωθῆναι τὰ δὲ νότια ταπεινωθῆναι, καθʼ ὃ καὶ τὸν ὅλον κόσμον.2
宇宙倾斜的原因是什么。 第欧根尼和阿那克萨哥拉认为,在宇宙构成并从大地产生出动物之后,或许出于摄理,宇宙以某种方式自发地朝向其南部倾斜,以便宇宙的某些部分变得不可居住,而另一些部分变得适宜居住,这取决于冷却、烈燃和适度的调和。 恩培多克勒认为,由于空气向太阳的冲击退让,大熊座发生倾斜,北部升高而南部降低,整个宇宙也随之倾斜。
Περὶ τοῦ ἐκτὸς τοῦ κόσμου, εἰ ἔστι κενόν. οἱ μὲν ἀπὸ Πυθαγόρου ἐκτὸς εἶναι τοῦ κόσμου κενόν, εἰς ὃ ἀναπνεῖ ὁ κόσμος καὶ ἐξ οὗ. οἱ δὲ Στωικοί, εἰς ὃ κατὰ τὴν ἐκπύρωσιν ἀναλύεται τὸ ἄπειρον.3 Ποσειδώνιος οὐκ ἄπειρον, ἀλλʼ ὅσον αὔταρκες εἰς τὴν διάλυσιν, ἐν τῷ πρώτῳ Περὶ κενοῦ. Ἀριστοτέλης μηδὲν εἶναι κενόν. Πλάτων μήτʼ ἐκτὸς τοῦ κόσμου μήτʼ ἐντὸς μηδὲν εἶναι κενόν.
论宇宙之外,是否存在虚空。 毕达哥拉斯的后继者们认为宇宙之外存在虚空,宇宙向其中呼气并从其中吸气。 斯多亚学派认为存在着无限的虚空,在烈燃时宇宙消解于其中。 波塞多尼乌斯在《论虚空》第一卷中认为虚空并非无限,而是仅以足以容纳消解为度。 亚里士多德认为绝不存在任何虚空。 柏拉图认为无论在宇宙之外还是在宇宙之内,都绝不存在任何虚空。
Τίνα δεξιὰ τοῦ κόσμου καὶ τίνα ἀριστερά. Πυθαγόρας Πλάτων Ἀριστοτέλης δεξιὰ τοῦ κόσμου τὰ ἀνατολικὰ μέρη, ἀφʼ ὧν ἡ ἀρχὴ τῆς κινήσεως, ἀριστερὰ δὲ τὰ δυτικά. Ἐμπεδοκλῆς δεξιὰ μὲν τὰ κατὰ τὸν θερινὸν τροπικόν, ἀριστερὰ δὲ τὰ κατὰ τὸν χειμερινόν.
宇宙的何者为右,何者为左。 毕达哥拉斯、柏拉图、亚里士多德认为,作为运动起点的东方部分是宇宙的右,西方部分是左。 恩培多克勒认为夏至线沿线的部分为右,冬至线沿线的部分为左。
Περὶ οὐρανοῦ, τίς ἡ τούτου οὐσία. Ἀναξιμένης τὴν περιφορὰν τὴν ἐξωτάτω γῆς εἶναι. Ἐμπεδοκλῆς στερέμνιον εἶναι τὸν οὐρανὸν ἐξ ἀέρος συμπαγέντος ὑπὸ πυρὸς κρυσταλλοειδῶς, τὸ πυρῶδες καὶ τὸ ἀερῶδες ἐν ἑκατέρῳ τῶν ἡμισφαιρίων περιέχοντα. Ἀριστοτέλης ἐκ πέμπτου σώματος, πυρὸς, ἢ ἐκ θερμοῦ καὶ ψυχροῦ μίγματος.
论天,其本性为何。 阿那克西美尼认为最外层的旋转圈是土性的。 恩培多克勒认为天是坚固的,由空气被火如水晶般冻结而成,在两个半球的每一个中都包含着火性和空气性的成分。 亚里士多德认为它由第五物体构成,或由火构成,或由冷热混合物构成。
Περὶ διαιρέσεως οὐρανοῦ, εἰς πόσους κύκλους διαιρεῖται. Θαλῆς Πυθαγόρας οἱ ἀπʼ αὐτοῦ μεμερίσθαι τὴν τοῦ παντὸς οὐρανοῦ σφαῖραν εἰς κύκλους πέντε, οὕστινας προσαγορεύουσι ζώνας· καλεῖται δʼ αὐτῶν ὁ μὲν ἀρκτικός τε καὶ ἀειφανής, ὁ δὲ θερινὸς τροπικός, ὁ δʼ ἰσημερινός, ὁ δὲ χειμερινὸς τροπικός, ὁ δʼ ἀνταρκτικός τε καὶ ἀφανής· λοξὸς δὲ τοῖς τρισὶ μέσοις ὁ καλούμενος ζῳδιακὸς ὑποβέβληται, παρεπιψαύων τῶν μέσων τριῶν· πάντας αὐτοὺς ὁ μεσημβρινὸς πρὸς ὀρθὰς ἀπὸ τῶν ἄρκτων ἐπὶ τὸ ἀντίξουν4 τέμνει. Πυθαγόρας πρῶτος ἐπινενοηκέναι λέγεται τὴν λόξωσιν τοῦ ζῳδιακοῦ κύκλου, ἥντινα Οἰνοπίδης ὁ Χῖος ὡς ἰδίαν ἐπίνοιαν σφετερίζεται.
论天的划分,划分为多少个圈。 泰勒斯、毕达哥拉斯及其后继者认为,全天的球体被划分为五个圈,人们称它们为带:其中一个被称为北极且常显圈,另一个被称为夏至圈,另一个被称为赤道圈,另一个被称为冬至圈,另一个被称为南极且隐没圈;所谓的黄道斜倚在中间的三个圈之下,切及中间的这三个圈;子午线从大熊座向着相反方向的极点以直角切割所有这些圈。 据说毕达哥拉斯最先构想出黄道圈的倾斜,而希俄斯的俄诺庇得斯则将其窃取为自己的独创构想。
- 7στεφάνας εἶναι περιπεπλεγμένας ἐπαλλήλους
这是纲要学文献中典型的“宾语加不定式”结构(Accusativus cum Infinitivo),省去了陈述语气的主动词(如 φησί)。宾格主语 στεφάνας 受完成时被动分词 περιπεπλεγμένας 和谓语性形容词 ἐπαλλήλους(“相互重叠的”)修饰。
- 887eκαθʼ ὃ καὶ τὸν ὅλον κόσμον
在关系介词短语 καθʼ ὅ(“据此、因此”)之后省略了前文的不定词 ἐγκλιθῆναι。此处使用宾格 τὸν ὅλον κόσμον 而非主格,是因为它承接了前句的宾语加不定词句法结构(τὰς ἄρκτους ἐγκλιθῆναι)。
- 888aεἰς ὃ κατὰ τὴν ἐκπύρωσιν ἀναλύεται τὸ ἄπειρον
此处语句紧缩:εἰς ὅ 的先行词(无限的虚空)在主句中被省略,而 τὸ ἄπειρον 置于从句后部,指宇宙在世界大火中消解所归入的无限虚空。所有语言统一理解为:存在无限虚空,宇宙在烈燃时消解于其中。
- 888cἐπὶ τὸ ἀντίξουν
中性单数宾格名词化形式 τὸ ἀντίξουν(爱奥尼亚方言形态,相当于雅典方言的 ἀντίξοον)字面意为“相反者、相对者”;在此处空间意义上指与大熊座(北极,τῶν ἄρκτων)相对的另一极(南极)。
