- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0094.tlg003.humanitext-grc2:1.24-1.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本章节概述并对比了从早期希腊哲学家至希腊化诸学派关于生成与毁灭、必然、命运、运气以及自然之本质与定义的各种见解。
Περὶ γενέσεως καὶ φθορᾶς. Παρμενίδης Μέλισσος Ζήνων ἀνῄρουν γένεσιν καὶ φθορὰν διὰ τὸ νομίζειν τὸ πᾶν ἀκίνητον. Ἐμπεδοκλῆς δὲ καὶ Ἐπίκουρος καὶ πάντες, ὅσοι κατὰ συναθροισμὸν τῶν λεπτομερῶν σωμάτων κοσμοποιοῦσι, συγκρίσεις μὲν καὶ διακρίσεις εἰσάγουσι, γενέσεις δὲ καὶ φθορὰς οὐ κυρίως·1 οὐ γὰρ κατὰ τὸ ποιὸν ἐξ ἀλλοιώσεως, κατὰ δὲ τὸ ποσὸν ἐκ συναθροισμοῦ ταύτας γίνεσθαι. Πυθαγόρας καὶ πάντες, ὅσοι παθητὴν τὴν ὕλην ὑποτίθενται, κυρίως γένεσιν καὶ φθορὰν γίνεσθαι ἐκ γὰρ ἀλλοιώσεως στοιχείων καὶ τροπῆς καὶ ἀναλύσεως ταῦτα γίνεσθαι.
论生成与毁灭。 巴门尼德、梅利索与芝诺取消了生成与毁灭,因为他们认为整体是不动的。 但恩培多克勒、伊壁鸠鲁以及所有通过微粒形体的聚集来建构世界的人,虽然引入了结合与分离,却没有引入严格意义上的生成与毁灭;因为他们认为这些不是通过质变在质上产生的,而是通过聚集在量上产生的。 毕达哥拉斯以及所有假定质料具有受动性的人,则认为生成与毁灭是在严格意义上发生的;因为他们认为这些是由于元素的质变、转化与分解而产生的。
Περὶ ἀνάγκης. Θαλῆς· ἰσχυρότατον ἀνάγκη, κρατεῖ γὰρ τοῦ παντός. Πυθαγόρας ἀνάγκην ἔφη περικεῖσθαι τῷ κόσμῳ. Παρμενίδης καὶ Δημόκριτος πάντα κατʼ ἀνάγκην τὴν αὐτὴν δʼ εἶναι εἱμαρμένην καὶ δίκην καὶ πρόνοιαν καὶ κοσμοποιόν.
论必然。 泰勒斯认为必然最为强大,因为它统治着万物。 毕达哥拉斯说必然环绕着宇宙。 巴门尼德与德谟克利特认为万物皆依必然,而这同一者既是命运、正义、摄理,也是创世者。
Περὶ οὐσίας ἀνάγκης. Πλάτων τὰ μὲν εἰς πρόνοιαν ἀνάγει τὰ δʼ εἰς ἀνάγκην. Ἐμπεδοκλῆς οὐσίαν ἀνάγκης αἰτίαν χρηστικὴν τῶν ἀρχῶν καὶ τῶν στοιχείων. Δημόκριτος τὴν ἀντιτυπίαν καὶ φορὰν καὶ πληγὴν τῆς ὕλης· Πλάτων ὁτὲ μὲν τὴν ὕλην ὁτὲ δὲ τὴν τοῦ ποιοῦντος πρὸς τὴν ὕλην σχέσιν.
论必然的实体。 柏拉图将一部分归于摄理,另一部分归于必然。 恩培多克勒认为必然的实体是运用本原与元素的原因。 德谟克利特认为是质料的阻抗、运动与撞击。 柏拉图有时认为是质料,有时则认为是作用者与质料的关系。
Περὶ εἱμαρμένης Ἡράκλειτος πάντα καθʼ εἱμαρμένην, τὴν δʼ αὐτὴν ὑπάρχειν καὶ ἀνάγκην. Πλάτων ἐγκρίνει μὲν τὴν εἱμαρμένην ἐπὶ τῶν ἀνθρωπίνων ψυχῶν καὶ βίων, συνεισάγει δὲ καὶ τὴν παρʼ ἡμᾶς αἰτίαν. οἱ Στωικοὶ Πλάτωνι ἐμφερῶς, καὶ τὴν μὲν ἀνάγκην ἀνίκητόν φασιν αἰτίαν καὶ βιαστικήν, τὴν δʼ εἱμαρμένην συμπλοκὴν αἰτιῶν τεταγμένην, ἐν συμπλοκῇ καὶ τὸ παρʼ ἡμᾶς, ὥστε τὰ μὲν εἱμάρθαι τὰ δʼ ἀνειμάρθαι.
论命运。 赫拉克利特认为万物皆依命运,而这同一者也作为必然存在。 柏拉图在人类的灵魂与生活方面承认命运,但也同时引入了取决于我们自身的原因。 斯多亚学派与柏拉图相仿,他们认为必然是不可战胜且具有强迫性的原因,而命运是原因的有序交织,在这种交织中也包含着取决于我们自身的事物,从而使得某些事物是被命定的,某些事物则是未被命定的。
Περὶ οὐσίας εἱμαρμένης. Ἡράκλειτος οὐσίαν εἱμαρμένης λόγον τὸν διὰ τῆς οὐσίας τοῦ παντὸς διήκοντα· αὕτη δʼ ἐστὶ τὸ αἰθέριον σῶμα,2 σπέρμα τῆς τοῦ παντὸς γενέσεως. Πλάτων λόγον ἀίδιον καὶ νόμον ἀίδιον τῆς τοῦ παντὸς φύσεως. Χρύσιππος δύναμιν πνευματικὴν τάξει τοῦ παντὸς διοικητικήν καὶ πάλιν ἐν τοῖς Ὅροις εἱμαρμένη ἐστὶν ὁ τοῦ κόσμου λόγος ἢ νόμος τῶν ὄντων ἐν τῷ κόσμῳ προνοίᾳ διοικουμένων ἢ λόγος, καθʼ ὃν τὰ μὲν γεγονότα γέγονε τὰ δὲ γινόμενα γίνεται τὰ δὲ γενησόμενα γενήσεται. οἱ Στωικοὶ εἱρμὸν αἰτιῶν, τουτέστι τάξιν καὶ ἐπισύνδεσιν ἀπαράβατον. Ποσειδώνιος τρίτην ἀπὸ Διός· πρῶτον μὲν γὰρ εἶναι τὸν Δία, δεύτερον δὲ τὴν φύσιν, τρίτον δὲ τὴν εἱμαρμένην.
论命运的实体。 赫拉克利特认为命运的实体是贯穿整个万物实体的理性;而这实体是以太之形体,是万物生成的种子。 柏拉图认为是万物自然之永恒理性与永恒法则。 克律西波斯认为是依秩序掌管万物的精气力量;在《界说集》中他又说: 命运是宇宙的理性,或是由摄理统领的宇宙中诸存在者的法则,或是依之已然者已成、现行者正成、将然者将成的理性。 斯多亚学派认为是因果的锁链,即不可逾越的秩序与连结。 波希多尼认为它是继宙斯之后的第三位;因为第一位是宙斯,第二位是自然,第三位是命运。
Περὶ τύχης Πλάτων αἰτίαν ἐν προαιρετικοῖς κατὰ συμβεβηκὸς καὶ παρακολούθημα. Ἀριστοτέλης αἰτίαν κατὰ συμβεβηκὸς ἐν τοῖς καθʼ ὁρμὴν ἕνεκά τινος γινομένοις, ἄδηλον καὶ ἄστατον. διαφέρειν δὲ τῆς τύχης τὸ αὐτόματον· τὸ μὲν γὰρ ἀπὸ τύχης καὶ ταὐτομάτου εἶναι ἐν τοῖς πρακτέοις πάντως3 τὸ δʼ αὐτόματον οὐκ ἀπὸ τύχης, ἐν γὰρ τοῖς ἔξω πράξεως· καὶ τὴν μὲν τύχην τῶν λογικῶν, τὸ δʼ αὐτόματον καὶ τῶν λογικῶν καὶ τῶν ἀλόγων ζῴων καὶ τῶν ἀψύχων σωμάτων. Ἐπίκουρος ἄστατον αἰτίαν προσώποις χρόνοις τόποις. Ἀναξαγόρας καὶ οἱ Στωικοὶ ἄδηλον αἰτίαν ἀνθρωπίνῳ λογισμῷ· ἃ μὲν γὰρ εἶναι κατʼ ἀνάγκην, ἃ δὲ καθʼ εἱμαρμένην ἃ δὲ κατὰ προαίρεσιν, ἃ δὲ κατὰ τύχην, ἃ δὲ κατὰ τὸ αὐτόματον.
论运气。 柏拉图认为它是出于抉择的事物中的附带原因与伴随物。 亚里士多德认为它是出于冲动而为了某种目的所生成的事物中的附带原因,是不可知且不稳定的。他还认为偶然与运气有别;因为凡出于运气者必定也是出于偶然且存在于可行动之事中,但偶然却不出于运气,因为它存在于行动之外的事物中;并且运气属于有理性者,而偶然既属于有理性者,也属于无理性的动物和无灵魂的形体。 伊壁鸠鲁认为它是相对于人物、时间和场所而言的不稳定原因。 阿那克萨戈拉与斯多亚学派认为是人类理性所不可知的原因;因为有些事物由于必然,有些由于命运,有些由于抉择,有些由于运气,有些则由于偶然。
Περὶ φύσεως. Ἐμπεδοκλῆς φύσιν μηδενὸς εἶναι, μῖξιν δὲ τῶν στοιχείων καὶ διάστασιν. γράφει γὰρ οὕτως ἐν τῷ πρώτῳ Φυσικῶν "ἄλλο δέ τοι ἐρέω φύσις οὐδενός ἐστιν ἁπάντων θνητῶν,4 οὐδέ τις οὐλομένου θανάτοιο τελευτή, ἀλλὰ μόνον μῖξίς τε διάλλαξίς τε μιγέντων ἐστί, φύσις δὲ βροτοῖς ὀνομάζεται ἀνθρώποισιν." Ἀναξαγόρας· ὁμοίως τὴν φύσιν σύγκρισιν καὶ διάκρισιν, τουτέστι γένεσιν καὶ φθοράν.
论自然。 恩培多克勒认为任何事物都不具有自然,而只有元素的混合与分离。因为他在《物理学》第一卷中这样写道: “我还将告诉你另一事:在一切终有一死之物中 绝无自然,亦无毁灭性死亡的终局, 唯有被混合之物的混合与分拆 存在,但这却被必死的人类命名为自然。” 阿那克萨戈拉同样认为自然是结合与分离,即生成与毁灭。
- 884dγενέσεις δὲ καὶ φθορὰς οὐ κυρίως
承前句中的谓语动词 εἰσάγουσι,补足理解为“但在严格意义上并不引入生成与毁灭”。随后的原因从句 οὐ γὰρ... 进一步支持了这一省略补全。
- 885aαὕτη δʼ ἐστὶ τὸ αἰθέριον σῶμα
指示代词 αὕτη 在性上与前文名词短语中的阴性名词 οὐσίας(τῆς οὐσίας τοῦ παντός)保持一致,指代的是“万物的实体”而非命运本身,其性并未受表语中性名词 τὸ αἰθέριον σῶμα 的吸引。
- 885cτὸ μὲν γὰρ ἀπὸ τύχης καὶ ταὐτομάτου εἶναι ἐν τοῖς πρακτέοις πάντως
间接引语中的不定词 εἶναι 为核心谓词,主语为主格化的短语 τὸ μὲν ἀπὸ τύχης。句中的 καὶ ταὐτομάτου 表明包含关系(“出于运气者必定也是出于偶然”),其后整体接系词补足语 ἐν τοῖς πρακτέοις πάντως(完全处于可行动之事之中)。
- 885dφύσις οὐδενός ἐστιν ἁπάντων θνητῶν
属格 οὐδενός 与 ἁπάντων θνητῶν 相联,作所属属格:“任何终有一死之物都不具有自然”,亦可将 φύσις 理解为其词源义“诞生/生成”,即“终有一死之物绝无诞生”。此处恩培多克勒否定了事物固有本性或本质生成的存在。
