← 伪普鲁塔克

哲学家教义志

§2.13-2.19

关于星辰本质运转及天气征兆的学说

本篇汇集了各派哲学家关于恒星与行星的本质、形状、空间次序、运转轨道、光源与滋养的来源、圣埃尔莫之火以及季节与天气征兆成因的诸种学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.13

Τίς ἡ οὐσία τῶν ἄστρων, πλανητῶν καὶ ἀπλανῶν. Θαλῆς γεώδη μὲν ἔμπυρα δὲ τὰ ἄστρα. Ἐμπεδοκλῆς πύρινα ἐκ τοῦ πυρώδους, ὅπερ ὁ ἀὴρ ἐν ἑαυτῷ περιέχων ἐξανέθλιψε κατὰ τὴν πρώτην διάκρισιν. Ἀναξαγόρας τὸν περικείμενον αἰθέρα πύρινον μὲν εἶναι κατὰ τὴν οὐσίαν, τῇ δʼ εὐτονίᾳ τῆς περιδινήσεως ἀναρπάσαντα πέτρους ἐκ τῆς γῆς καὶ καταφλέξαντα τούτους ἠστερικέναι.1 Διογένης κισηρώδη τὰ ἄστρα, διαπνοὰς δʼ αὐτὰ νομίζει τοῦ κόσμου· πάλιν δʼ ὁ αὐτὸς ἀφανεῖς μὲν λίθους, πίπτοντας δὲ πολλάκις ἐπὶ τὴν γῆν σβέννυσθαι,2 καθάπερ τὸν ἐν Αἰγὸς ποταμοῖς πυροειδῶς κατενεχθέντα ἀστέρα πέτρινον. Ἐμπεδοκλῆς τοὺς μὲν ἀπλανεῖς ἀστέρας συνδεδέσθαι τῷ κρυστάλλῳ, τοὺς δὲ πλανήτας ἀνεῖσθαι. Πλάτων ἐκ μὲν τοῦ πλείστου μέρους πυρίνους, μετέχοντας δὲ καὶ τῶν ἄλλων στοιχείων κόλλης δίκην. Ξενοφάνης ἐκ νεφῶν μὲν πεπυρωμένων, σβεννυμένους δὲ καθʼ ἑκάστην ἡμέραν ἀναζωπυρεῖν νύκτωρ, καθάπερ τοὺς ἄνθρακας· τὰς γὰρ ἀνατολὰς καὶ τὰς δύσεις ἐξάψεις εἶναι καὶ σβέσεις. Ἡρακλείδης καὶ οἱ Πυθαγόρειοι ἕκαστον τῶν ἀστέρων κόσμον ὑπάρχειν, γῆν περιέχοντα ἀέρα τε καὶ αἰθέρα ἐν τῷ ἀπείρῳ αἰθέρι ταῦτα δὲ τὰ δόγματα ἐν τοῖς Ὀρφικοῖς φέρεται κοσμοποιοῦσι γὰρ ἕκαστον τῶν ἀστέρων. Ἐπίκουρος οὐδὲν ἀπογινώσκει τούτων, ἐχόμενος τοῦ ἐνδεχομένου.

星辰,包括行星与恒星的本质为何。 泰勒斯认为星辰是土性的,但含有火。 恩培多克勒认为它们是火性的,由空气在最初的分离时将其包容在自身之中而挤压出来的火性物质构成。 阿那克萨哥拉认为环绕四周的以太在其本质上是火性的,但由于其旋转运动的剧烈,它从大地抓取岩石并将它们焚尽,使其成为星辰。 第欧根尼认为星辰犹如浮石,是宇宙的通气孔;同一位哲学家又认为存在着隐而不现的石头,它们常常坠落在地上并熄灭,犹如在埃戈斯波塔米如火般坠落的石头之星。 恩培多克勒认为恒星被束缚在水晶天球上,而行星则被解脱开来。柏拉图认为它们绝大部分由火构成,但也如胶水般分有其他元素。 色诺芬尼认为它们由被点燃的云构成,每日熄灭而在夜间如炭火般复燃;因为它们的升起与沉落便是点燃与熄灭。 赫拉克利德和毕达哥拉斯学派认为每一颗星辰都作为独立的宇宙而存在,在无限的以太中包含着大地、空气和以太;这些学说在奥菲斯的教导中也有流传,因为他们将每一颗星辰都造为一个宇宙。 伊壁鸠鲁拘泥于可能之事,不否定其中的任何一种观点。

§2.14

Περὶ σχημάτων ἀστέρων. οἱ Στωικοὶ σφαιρικοὺς τοὺς ἀστέρας, καθάπερ τὸν κόσμον καὶ ἥλιον καὶ σελήνην. Κλεάνθης κωνοειδεῖς. Ἀναξιμένης ἥλων δίκην καταπεπηγέναι τῷ κρυσταλλοειδεῖ. ἔνιοι δὲ πέταλα εἶναι πύρινα, ὥσπερ ζῳγραφήματα .

论星辰的形状。 斯多亚学派认为星辰是球形的,如同宇宙、太阳和月亮。 克莱安塞斯认为是圆锥形的。 阿那克西美尼认为如钉子般钉在水晶质的表面上。 有些人则认为它们是火的薄片,如同图画。

§2.15

Περὶ τάξεως ἀστέρων. Ξενοκράτης κατὰ μιᾶς ἐπιφανείας οἴεται κινεῖσθαι τοὺς ἀστέρας. οἱ δʼ ἄλλοι Στωικοὶ πρὸ τῶν ἑτέρων τοὺς ἑτέρους ἐν ὕψει καὶ βάθει. Δημόκριτος τὰ μὲν ἀπλανῆ πρῶτον, μετὰ δὲ ταῦτα τοὺς πλανήτας, ἐφʼ οἷς ἥλιον φωσφόρον σελήνην. Πλάτων μετὰ τὴν τῶν ἀπλανῶν θέσιν πρῶτον φαίνοντα λεγόμενον τὸν τοῦ Κρόνου δεύτερον φαέθοντα τὸν τοῦ Διός, τρίτον πυρόεντα τὸν τοῦ Ἄρεος, τέταρτον ἑωσφόρον τὸν τῆς Ἀφροδίτης, πέμπτον στίλβοντα τὸν τοῦ Ἑρμοῦ, ἕκτον ἥλιον, ἕβδομον σελήνην. τῶν μαθηματικῶν τινὲς μὲν ὡς Πλάτων, τινὲς δὲ μέσον πάντων τὸν ἥλιον. Ἀναξίμανδρος καὶ Μητρόδωρος ὁ Χῖος καὶ Κράτης ἀνωτάτω μὲν πάντων τὸν ἥλιον τετάχθαι, μετʼ αὐτὸν δὲ τὴν σελήνην, ὑπὸ δʼ αὐτοὺς τὰ ἀπλανῆ τῶν ἄστρων καὶ τοὺς πλανήτας.

论星辰的次序。 色诺克拉底认为星辰在单一的表面上运动。 其他斯多亚学派的人则按高度与深度将某些置于另一些之前。 德谟克利特认为首先是恒星,在这些之后是行星,随之是太阳、启明星和月亮。 柏拉图在恒星的位置之后,首先放置被称为显现者的土星,第二是被称为照亮者的木星,第三是被称为火热者的火星,第四是被称为启明星的金星,第五是被称为闪烁者的水星,第六是太阳,第七是月亮。 数学家中有的人如柏拉图一样主张,有的人则将太阳置于所有星辰的正中。 阿那克西曼德、希俄斯的梅特罗多洛和克拉特斯认为太阳被配置在万物的最高处,在其之后是月亮,而在它们之下是恒星和行星。

§2.16

Περὶ τῆς τῶν ἀστέρων φορᾶς καὶ κινήσεως. Ἀναξαγόρας Δημόκριτος Κλεάνθης ἀπʼ ἀνατολῶν ἐπὶ δυσμὰς φέρεσθαι πάντας τοὺς ἀστέρας. Ἀλκμαίων καὶ οἱ μαθηματικοὶ τοὺς πλανήτας τοῖς ἀπλανέσιν ἐναντίους ἀπὸ γὰρ δυσμῶν ἐπʼ ἀνατολὰς ἀντιφέρεσθαι. Ἀναξίμανδρος ὑπὸ τῶν κύκλων καὶ τῶν σφαιρῶν, ἐφʼ ὧν ἕκαστος βέβηκε, φέρεσθαι. Ἀναξιμένης οὐχ ὑπὸ τὴν γῆν περὶ αὐτὴν δὲ στρέφεσθαι τοὺς ἀστέρας. Πλάτων καὶ οἱ μαθηματικοὶ ἰσοδρόμους εἶναι τὸν ἥλιον τὸν ἑωσφόρον τὸν στίλβοντα.

论星辰的运转与运动。 阿那克萨哥拉、德谟克利特、克莱安塞斯认为所有星辰都自东向西运行。 阿尔克迈翁和数学家们认为行星与恒星反向运动,因为它们从西向东反向运转。 阿那克西曼德认为它们是由各自所乘载的圆环和天球带动的。 阿那克西美尼认为星辰不是在地下,而是在大地周围旋转。 柏拉图和数学家们认为太阳、启明星和闪烁之星运行速度相同。

§2.17

Πόθεν φωτίζονται οἱ ἀστέρες. Μητρόδωρος ἅπαντας τοὺς ἀπλανεῖς ἀστέρας ὑπὸ τοῦ ἡλίου προσλάμπεσθαι. Ἡράκλειτος καὶ οἱ Στωικοὶ τρέφεσθαι τοὺς ἀστέρας ἐκ τῆς ἐπιγείου ἀναθυμιάσεως. Ἀριστοτέλης μὴ δεῖσθαι τὰ οὐράνια τροφῆς· οὐ γὰρ φθαρτὰ ἀλλʼ ἀίδια. Πλάτων καὶ οἱ Στωικοί, ὡς ὅλον τὸν κόσμον, καὶ τὰ ἄστρα ἐξ αὑτῶν τρέφεσθαι.

星辰自何处被照亮。 梅特罗多洛认为所有的恒星都被太阳所照亮。 赫拉克利特和斯多亚学派认为星辰由地面的蒸汽所滋养。 亚里士多德认为天体不需要滋养;因为它们并非会朽坏的,而是永恒的。 柏拉图和斯多亚学派认为,正如整个宇宙一样,星辰也由自身所滋养。

§2.18

Περὶ τῶν ἄστρων τῶν καλουμένων Διοσκούρων. Ξενοφάνης τοὺς ἐπὶ τῶν πλοίων φαινομένους οἷον ἀστέρας νεφέλια εἶναι κατὰ τὴν ποιὰν κίνησιν παραλάμποντα. Μητρόδωρος τῶν ὁρώντων ὀφθαλμῶν μετὰ δέους καὶ καταπλήξεως εἶναι στιλβηδόνας.

论被称为狄俄斯库里的星辰。 色诺芬尼认为显现在船只上的类似星辰之物是微云,由于特定的运动而闪耀。 梅特罗多洛认为是观看者的眼睛伴随着敬畏与惊异而产生的闪光。

§2.19

Περὶ ἐπισημασίας ἀστέρων καὶ πῶς γίνεται χειμὼν καὶ θέρος. Πλάτων τὰς ἐπισημασίας τάς τε θερινὰς καὶ τὰς χειμερινὰς κατὰ τὰς τῶν ἀστέρων ἐπιτολάς τε καὶ δυσμὰς γίνεσθαι, ἡλίου τε καὶ σελήνης καὶ τῶν ἄλλων πλανητῶν καὶ ἀπλανῶν. Ἀναξιμένης δὲ διὰ μὲν ταῦτα μηδὲν τούτων, διὰ δὲ τὸν ἥλιον μόνον. Εὔδοξος Ἄρατος κοινῶς διὰ πάντας τοὺς ἀστέρας, ἐν οἷς φησιν "αὐτὸς γὰρ τάδε σήματʼ ἐν οὐρανῷ ἐστήριξεν, ἄστρα διακρίνας· ἐσκέψατο δʼ εἰς ἐνιαυτὸν ἀστέρας, οἵ κε μάλιστα τετυγμένα σημαίνοιεν.3"

论星辰的气象征兆,以及冬夏如何产生。 柏拉图认为夏季和冬季的气象征兆根据星辰的升起与沉落而产生——包括太阳、月亮以及其他行星和恒星。 阿那克西美尼认为通过这些完全不产生任何现象,而仅通过太阳产生。 欧多克索斯和阿拉托斯认为普遍通过所有的星辰产生,后者在诗中说: “因他亲自在天宇确立了这些征兆, 划分了群星;他又为一年巡礼选定了 那些最能预示既定天命的星辰。”

语法注3 条
  1. 888dἀναρπάσαντα πέτρους ἐκ τῆς γῆς καὶ καταφλέξαντα τούτους ἠστερικέναι

    在带不定式的宾格结构中,阳性单数分词 ἀναρπάσαντα 和 καταφλέξαντα 与宾格主语 τὸν περικείμενον αἰθέρα 一致。完成时不定式 ἠστερικέναι(源自 ἀστερίζω)具有致使含义,支配 τούτους,意为“使这些(岩石)变成了星辰”。

  2. 888eπάλιν δʼ ὁ αὐτὸς ἀφανεῖς μὲν λίθους, πίπτοντας δὲ πολλάκις ἐπὶ τὴν γῆν σβέννυσθαι

    前句的谓语动词 νομίζει(认为)在此承前省略并支配带不定式的宾格结构。ἀφανεῖς μὲν λίθους 省略了不定式 [εἶναι](认为存在隐而不现的石头),并与分词短语 πίπτοντας... σβέννυσθαι(坠落且熄灭)构成承接与并列。

  3. 889eοἵ κε μάλιστα τετυγμένα σημαίνοιεν

    引用自阿拉托斯的诗句。关系代词 οἵ 与史诗/方言小词 κε(即 ἄν)配合祈愿语气 σημαίνοιεν,表达潜能或目的(“最能指明……的星辰”)。τετυγμένα 是中性复数完成时被动分词(源自 τεύχω),指“既定之事”或“天定命数”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0094.tlg003.humanitext-grc2:2.13-2.19