← 伪普鲁塔克

哲学家教义志

§2.20-2.24

关于太阳本质运行及日食的学说

列举早期希腊哲学家与天文学家关于太阳的本质、大小、形状、冬夏二至(回归)以及日食成因的诸家学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.20

Περὶ οὐσίας ἡλίου. Ἀναξίμανδρος κύκλον εἶναι ὀκτωκαιεικοσαπλασίονα τῆς γῆς, ἁρματείῳ τροχῷ παραπλήσιον, τὴν ἁψῖδα ἔχοντα κοίλην, πλήρη πυρός, κατά τι μέρος ἐκφαίνουσαν διὰ στομίου τὸ πῦρ ὥσπερ διὰ πρηστῆρος αὐλοῦ· καὶ τοῦτʼ εἶναι τὸν ἥλιον. Ξενοφάνης ἐκ πυριδίων τῶν συναθροιζομένων μὲν ἐκ τῆς ὑγρᾶς ἀναθυμιάσεως συναθροιζόντων δὲ τὸν ἥλιον· ἢ νέφος πεπυρωμένον. οἱ Στωικοὶ ἄναμμα νοερὸν ἐκ θαλάττης Πλάτων ἐκ πλείστου πυρός. Ἀναξαγόρας Δημόκριτος Μητρόδωρος μύδρον ἢ πέτρον διάπυρον. Ἀριστοτέλης σφαῖραν ἐκ τοῦ πέμπτου σώματος Φιλόλαος ὁ Πυθαγόρειος ὑαλοειδῆ, δεχόμενον μὲν τοῦ ἐν τῷ κόσμῳ πυρὸς τὴν ἀνταύγειαν, διηθοῦντα δὲ πρὸς ἡμᾶς τὸ φῶς, ὥστε προσεοικέναι ἡλίῳ τὸ ἐν τῷ οὐρανῷ πυρῶδες τό τε δὴ ἀπʼ αὐτοῦ καὶ ἐσοπτροειδές· καὶ τρίτον τὴν ἀπὸ τοῦ ἐσόπτρου κατʼ ἀνάκλασιν διασπειρομένην πρὸς ἡμᾶς αὐγήν·1 καὶ γὰρ ταύτην προσονομάζομεν ἥλιον, οἱονεὶ εἴδωλον εἰδώλου. Ἐμπεδοκλῆς δύο ἡλίους, τὸν μὲν ἀρχέτυπον, πῦρ ὂν ἐν τῷ ἑτέρῳ ἡμισφαιρίῳ τοῦ κόσμου πεπληρωκὸς τὸ ἡμισφαίριον, ἀεὶ καταντικρὺ τῇ ἀνταυγείᾳ ἑαυτοῦ τεταγμένον τὸν δὲ φαινόμενον ἀνταύγειαν2 ἐν τῷ ἑτέρῳ ἡμισφαιρίῳ τῷ τοῦ ἀέρος τοῦ θερμομιγοῦς πεπληρωμένῳ, ἀπὸ κυκλοτεροῦς τῆς αὐγῆς κατʼ ἀνάκλασιν γιγνομένην εἰς τὸν ἥλιον τὸν κρυσταλλοειδῆ, συμπεριελκομένην δὲ τῇ κινήσει τοῦ πυρίνου· ὡς δὲ βραχέως εἰρῆσθαι συντεμόντι, ἀνταύγειαν εἶναι τοῦ περὶ τὴν γῆν πυρὸς τὸν ἥλιον. Ἐπίκουρος γήινον πύκνωμα κισηροειδῶς καὶ σπογγοειδῶς ταῖς κατατρήσεσιν ὑπὸ τοῦ πυρὸς ἀνημμένον.

论太阳的本质。 阿那克西曼德认为,太阳是一个为大地二十八倍的圆环,类似于车轮,有着中空且充满火的轮辋,在某一部分通过一个孔口喷射出火,犹如通过风箱的管子;这便是太阳。 色诺芬尼认为,它是由从潮湿蒸汽中聚集而又聚集成太阳的微小火粒构成;或者是一团被点燃的云。 斯多亚学派认为,它是来自大海的理智的点火物。 柏拉图认为,它绝大部分由火构成。 阿那克萨哥拉、德谟克利特、梅特罗多洛认为,它是一块灼热的铁块或火石。 亚里士多德认为,它是由第五种物体构成的球体。 毕达哥拉斯学派的菲洛劳斯认为,它是玻璃质的,承受宇宙中之火的反光,并将光线滤向我们,因此天宇中火性的东西、由此而来如镜般之物,以及第三种从镜中通过反射向我们散布的光芒,都类似于太阳;因为我们确实也将这第三种光芒称为太阳,犹如肖像之肖像。 恩培多克勒认为有两个太阳:一个是原型的太阳,是宇宙的一个半球中的火,充满了该半球,始终与其自身的反光相对设置;另一个是可见的太阳,是充满了混热空气的另一半球中的反光,由圆盘形的光芒经反射向着水晶质的太阳产生,并随着火性太阳的运动而一同旋转;简要言之,太阳是环绕大地之火的反光。 伊壁鸠鲁认为,它是像浮石和海绵那样带有穿孔、被火点燃的土性凝结物。

§2.21

Περὶ μεγέθους ἡλίου. Ἀναξίμανδρος τὸν μὲν ἥλιον ἴσον τῇ γῇ εἶναι, τὸν δὲ κύκλον, ἀφʼ οὗ τὴν ἐκπνοὴν ἔχει καὶ ὑφʼ οὗ φέρεται, ἑπτακαιεικοσαπλασίονα τῆς γῆς. Ἀναξαγόρας πολλαπλασίονα Πελοποννήσου. Ἡράκλειτος εὖρος ποδὸς ἀνθρωπείου. Ἐπίκουρος τηλικοῦτον ἡλίκος φαίνεται, ἢ μικρῷ μείζω ἢ ἐλάττω.

论太阳的大小。 阿那克西曼德认为,太阳本身与大地相等,但它从中获得呼吸并由其承载的圆环是大地的二十七倍。 阿那克萨哥拉认为,它是伯罗奔尼撒半岛的许多倍。 赫拉克利特认为,它有人类一只脚的宽度。 伊壁鸠鲁认为,它有如其显现的那般大,或者稍大或稍小一点。

§2.22

Περὶ σχήματος ἡλίου. Ἀναξιμένης πλατὺν ὡς πέταλον τὸν ἥλιον. Ἡράκλειτος σκαφοειδῆ, ὑπόκυρτον. οἱ Στωικοὶ σφαιροειδῆ, ὡς τὸν κόσμον καὶ τὰ ἄστρα. Ἐπίκουρος ἐνδέχεσθαι τὰ προειρημένα πάντα.

论太阳的形状。 阿那克西美尼认为,太阳扁平如叶片。 赫拉克利特认为,它是舟形的,底部弯曲。 斯多亚学派认为,它是球形的,如同宇宙和星辰。 伊壁鸠鲁认为,上述所有的形状都有可能。

§2.23

Περὶ τροπῶν ἡλίου. Ἀναξιμένης ὑπὸ πεπυκνωμένου ἀέρος καὶ ἀντιτύπου ἐξωθεῖσθαι τὰ ἄστρα. Ἀναξαγόρας ἀνταπώσει τοῦ πρὸς ταῖς ἄρκτοις ἀέρος, ὃν αὐτὸς συνωθῶν ἐκ τῆς πυκνώσεως ἰσχυροποιεῖ. Ἐμπεδοκλῆς ὑπὸ τῆς περιεχούσης αὐτὸν σφαίρας κωλυόμενον ἄχρι παντὸς εὐθυπορεῖν καὶ ὑπὸ τῶν τροπικῶν κύκλων. Διογένης ὑπὸ τοῦ ἀντιπίπτοντος τῇ θερμότητι ψύχους σβέννυσθαι τὸν ἥλιον. οἱ Στωικοὶ κατὰ τὸ διάστημα τῆς ὑποκειμένης τροφῆς διέρχεσθαι τὸν ἥλιον· ὠκεανὸς δʼ ἐστὶν ἢ γῆ, ἧς τὴν ἀναθυμίασιν ἐπινέμεται. Πλάτων Πυθαγόρας Ἀριστοτέλης παρὰ τὴν λόξωσιν τοῦ ζῳδιακοῦ κύκλου, διʼ οὗ φέρεται λοξοπορῶν ὁ ἥλιος, καὶ κατὰ δορυφορίαν τῶν τροπικῶν κύκλων ταῦτα δὲ πάντα καὶ ἡ σφαῖρα δείκνυσιν.

论太阳的至点(回转)。 阿那克西美尼认为,星辰被凝缩且抗拒的空气推开。 阿那克萨哥拉认为,是由于朝向北方的空气的反推作用,太阳自身通过压缩该空气,借由凝缩而使其强劲。 恩培多克勒认为,是由于环绕它的天球阻止其始终径直前行,以及由于回归线的阻挡。 第欧根尼认为,是由于与热对撞的冷气使太阳熄灭。 斯多亚学派认为,太阳根据底层养料的间隔而运行;这养料便是大洋或大地,太阳取食其蒸汽。 柏拉图、毕达哥拉斯、亚里士多德认为,是由于黄道带的倾斜,太阳沿其倾斜运行,并且由于回归线的伴随护卫;天球仪也表明了这一切。

§2.24

Περὶ ἐκλείψεως ἡλίου. Θαλῆς πρῶτος ἔφη ἐκλείπειν τὸν ἥλιον, τῆς σελήνης αὐτὸν ὑποτρεχούσης κατὰ κάθετον, οὔσης φύσει γεώδους· βλέπεσθαι δὲ τοῦτο κατοπτρικῶς ὑποτιθεμένῳ τῷ δίσκῳ.3 Ἀναξίμανδρος τοῦ στομίου τῆς τοῦ πυρὸς διεκπνοῆς ἀποκλειομένου. Ἡράκλειτος κατὰ τὴν τοῦ σκαφοειδοῦς στροφήν, ὥστε τὸ μὲν κοῖλον ἄνω γίνεσθαι τὸ δὲ κυρτὸν κάτω πρὸς τὴν ἡμετέραν ὄψιν. Ξενοφάνης κατὰ σβέσιν· ἕτερον δὲ πάλιν πρὸς ταῖς ἀνατολαῖς γίνεσθαι παριστόρηκε δὲ καὶ ἔκλειψιν ἡλίου ἐφʼ ὅλον μῆνα καὶ πάλιν ἔκλειψιν ἐντελῆ, ὥστε τὴν ἡμέραν νύκτα φανῆναι. ἔνιοι πύκνωμα τῶν ἀοράτως ἐπερχομένων τῷ δίσκῳ νεφῶν. Ἀρίσταρχος τὸν ἥλιον ἵστησι μετὰ τῶν ἀπλανῶν, τὴν δὲ γῆν κινεῖ περὶ τὸν ἡλιακὸν κύκλον καὶ κατὰ τὰς ταύτης ἐγκλίσεις σκιάζεσθαι τὸν δίσκον.4 Ξενοφάνης πολλοὺς εἶναι ἡλίους καὶ σελήνας κατὰ τὰ κλίματα τῆς γῆς καὶ ἀποτομὰς καὶ ζώνας· κατά τινα δὲ καιρὸν ἐμπίπτειν τὸν δίσκον εἴς τινα ἀποτομὴν τῆς γῆς οὐκ οἰκουμένην ὑφʼ ἡμῶν, καὶ οὕτως ὥσπερ κενεμβατοῦντα ἔκλειψιν ὑπομένειν. ὁ δʼ αὐτὸς τὸν ἥλιον εἰς ἄπειρον μὲν προϊέναι, δοκεῖν δὲ κυκλεῖσθαι διὰ τὴν ἀπόστασιν.

论日食。 泰勒斯首先指出,当日食发生时,是由于月亮从正下方垂直经过太阳,而月亮按本性是土性的;而这一点借由放置在其下的圆盘如镜面般被观测到。 阿那克西曼德认为,是由于火的呼气孔口被闭塞。 赫拉克利特认为,是由于舟形器具的翻转,以致凹面朝上,凸面朝下对着我们的视线。 色诺芬尼认为,是由于熄灭;而在东方又重新生成另一个太阳;他还记载过持续整整一个月的日食,以及使白天如同黑夜的完全日食。 有些人认为,是由于不可见地向着圆盘袭来的云层的凝结。 阿里斯塔克将太阳与恒星一同静置,而使大地围绕太阳圆环运动,并认为根据大地的倾斜,日盘被阴影遮蔽。 色诺芬尼认为,根据大地的气候区、断片和地带,存在着许多太阳和月亮;在某一时期,日盘落入大地某一非我们所居住的断片,从而犹如踏入虚空一般承受了日食。同一位哲学家还认为,太阳向着无限径直前行,但由于距离遥远而显得是在循环运转。

语法注4 条
  1. 890aὥστε προσεοικέναι ἡλίῳ τὸ ἐν τῷ οὐρανῷ πυρῶδες τό τε δὴ ἀπʼ αὐτοῦ καὶ ἐσοπτροειδές· καὶ τρίτον τὴν ἀπὸ τοῦ ἐσόπτρου κατʼ ἀνάκλασιν διασπειρομένην πρὸς ἡμᾶς αὐγήν

    由 ὥστε 引导的结果从句内部结构。不定式 προσεοικέναι 带有三个并列主语:τὸ ἐν τῷ οὐρανῷ πυρῶδες(天宇中火性之物)、τό τε δὴ ἀπʼ αὐτοῦ καὶ ἐσοπτροειδές(由此而生镜子般之物)以及 τρίτον τὴν ... αὐγήν(第三,……光芒)。这三个主语在 ὥστε 引导的宾格加不定式结构中均正常作宾格,其中第三项为阴性形式(τὴν ... αὐγήν),因而明确显示出宾格形态。

  2. 890bἘμπεδοκλῆς δύο ἡλίους, τὸν μὲν ἀρχέτυπον, πῦρ ὂν ... τὸν δὲ φαινόμενον ἀνταύγειαν

    省略支配动词(如 νομίζει 或 εἶναί φησι)的宾格结构。δύο ἡλίους 为宾语,随后的 τὸν μὲν ἀρχέτυπον 和 τὸν δὲ φαινόμενον 与之同位并列,各自附有解释性的同位名词短语(πῦρ, ἀνταύγειαν)及分词修饰成分。

  3. 890eβλέπεσθαι δὲ τοῦτο κατοπτρικῶς ὑποτιθεμένῳ τῷ δίσκῳ

    ὑποτιθεμένῳ τῷ δίσκῳ 可视为与格绝对结构或手段/方式与格,描述代表月亮的圆盘(ὁ δίσκος)置于太阳之下(ὑποτίθεσθαι)。κατοπτρικῶς(如镜面般)修饰这一遮蔽或投影如何呈现于观测之中。

  4. 891aκαὶ κατὰ τὰς ταύτης ἐγκλίσεις σκιάζεσθαι τὸν δίσκον

    阿里斯塔克观点的句子中发生了句式转换:前半部分使用直陈式动词(ἵστησι ... κινεῖ),后半部分转为宾格加不定式结构(σκιάζεσθαι τὸν δίσκον)。主语宾格 τὸν δίσκον(日盘)根据大地(ταύτης)的倾斜(ἐγκλίσεις)而被遮蔽(投上阴影)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0094.tlg003.humanitext-grc2:2.20-2.24