← 伪普鲁塔克

哲学家教义志

§1.8-1.13

关于精灵质料原因与极小微粒的诸学说

本节列举各哲学学派关于精灵与英雄的本质、质料的可变性与无相性、理念与原因的分类、形体的定义与轻重,以及先于四元素的极小体的诸种见解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.8

Περὶ δαιμόνων καὶ ἡρώων. παρακειμένως δὲ τῷ περὶ θεῶν λόγῳ τὸν περὶ δαιμόνων καὶ ἡρώων ἱστορητέον. Θαλῆς Πυθαγόρας Πλάτων οἱ Στωικοὶ δαίμονας ὑπάρχειν οὐσίας ψυχικάς·1 εἶναι δὲ καὶ ἥρωας τὰς κεχωρισμένας ψυχὰς τῶν σωμάτων, καὶ ἀγαθοὺς μὲν τὰς ἀγαθὰς κακοὺς δὲ τὰς φαύλας. Ἐπίκουρος δʼ οὐδὲν τούτων ἐγκρίνει.

论精灵与英雄。 紧随论神的学说之后,必须记述有关精灵与英雄的内容。 泰勒斯、毕达哥拉斯、柏拉图和斯多亚学派认为精灵是灵魂性的实体;英雄则是脱离肉体的灵魂,善的灵魂为善的英雄,劣的灵魂为恶的英雄。 伊壁鸠鲁不赞同其中任何一项。

§1.9

Περὶ ὕλης ὕλη ἐστὶ τὸ ὑποκείμενον πρῶτον γενέσει καὶ φθορᾷ καὶ ταῖς ἄλλαις μεταβολαῖς. οἱ ἀπὸ Θάλεω καὶ Πυθαγόρου καὶ οἱ Στωικοὶ τρεπτὴν καὶ ἀλλοιωτὴν καὶ μεταβλητὴν καὶ ῥευστὴν ὅλην διʼ ὅλης τὴν ὕλην.2 οἱ ἀπὸ Δημοκρίτου ἀπαθῆ τὰ πρῶτα, τὴν ἄτομον καὶ τὸ κενὸν καὶ τὸ ἀσώματον. Ἀριστοτέλης καὶ Πλάτων τὴν ὕλην σωματοειδῆ ἄμορφον ἀνείδεον ἀσχημάτιστον ἄποιον μὲν ὅσον ἐπὶ τῇ ἰδίᾳ φύσει, δεξαμενὴν δὲ τῶν εἰδῶν οἷον τιθήνην καὶ ἐκμαγεῖον καὶ μητέρα γενέσθαι. οἱ δʼ ὕδωρ λέγοντες ἢ γῆν ἢ πῦρ ἢ ἀέρα τὴν ὕλην οὐκέτι ἄμορφον αὐτὴν λέγουσιν ἀλλὰ σῶμα· οἱ δὲ τὰ ἀμερῆ καὶ τὰς ἀτόμους ἄμορφον.

论质料。 质料是产生、毁灭以及其他一切变化所依赖的最初基底。 泰勒斯学派、毕达哥拉斯学派以及斯多亚学派认为质料整体从头到尾是可转化的、可变异的、易变的和流动的。 德谟克利特学派认为最初的本原是不受动的,即原子、虚空与无形体之物。 亚里士多德与柏拉图认为质料具有形体性,无形、无相、无形态,就其自身本性而言无性质,却成为了形式的接受者,宛如保姆、模印物与母亲。至于那些称质料为水、土、火或气的人,则不再称其为无形,而称其为形体;而那些主张质料为不可分部分与原子的人,则称其为无形。

§1.10

Περὶ ἰδέας. ἰδέα ἐστὶν οὐσία ἀσώματος, αὐτὴ μὲν μὴ ὑφεστῶσα καθʼ αὑτήν, εἰκονίζουσα δὲ τὰς ἀμόρφους ὕλας καὶ αἰτία γινομένη τῆς τούτων δείξεως. Σωκράτης καὶ Πλάτων χωριστὰς τῆς ὕλης οὐσίας τὰς ἰδέας ὑπολαμβάνει, ἐν τοῖς νοήμασι καὶ ταῖς φαντασίαις τοῦ θεοῦ, τουτέστι τοῦ νοῦ, ὑφεστώσας. Ἀριστοτέλης δʼ εἴδη μὲν ἀπέλιπε καὶ ἰδέας, οὐ μὴν κεχωρισμένας τῆς ὕλης, ὃ ἐξ ὧν γεγονὸς τὸ ὑπὸ τοῦ θεοῦ.3 οἱ ἀπὸ Ζήνωνος Στωικοὶ ἐννοήματα ἡμέτερα τὰς ἰδέας ἔφασαν.

论理念。 理念是非形体的实体,它自身并不单独实存,而是赋予无形质料以形象,并成为这些质料得以显现的原因。 苏格拉底与柏拉图认为理念是与质料分离的实体,实存于神、即理智的思想与表象之中。 亚里士多德承认形式与理念,但决不认为它们与质料分离,而是视其为由神生成之物所由构成的要素。 芝诺的斯多亚学派后继者称理念为我们的概念。

§1.11

Περὶ αἰτίων. αἴτιόν ἐστι διʼ ὃ τὸ ἀποτέλεσμα ἢ διʼ ὃ συμβαίνει τι. Πλάτων τριχῶς τὸ αἴτιον· φησὶ γὰρ ὑφʼ οὗ ἐξ οὗ πρὸς ὅ· κυριώτερον δʼ ἡγεῖται τὸ ὑφʼ οὗ· τοῦτο δʼ ἦν τὸ ποιοῦν, ὅ ἐστι νοῦς. Πυθαγόρας καὶ Ἀριστοτέλης τὰ μὲν πρῶτα αἴτια ἀσώματα, τὰ δὲ κατὰ μετοχὴν ἢ κατὰ συμβεβηκὸς τῆς σωματικῆς ὑποστάσεως· ὥστʼ εἶναι τὸν κόσμον σῶμα. οἱ Στωικοὶ πάντα τὰ αἴτια σωματικά· πνεύματα γάρ.

论原因。 原因即借其产生结果者,或借其使某事发生者。 柏拉图从三重维度论述原因;因为他说:“由之而来者”、“出之于何者”、“指向于何者”;但他认为“由之而来者”最为关键;这便是能动因,即理智。 毕达哥拉斯与亚里士多德认为第一原因是无形体的,而其余原因则是借由分有或偶然地依存形体性实在而存在;因此宇宙是一个形体。 斯多亚学派认为一切原因皆是形体;因为它们皆是精气。

§1.12

Περὶ σωμάτων. σῶμά ἐστι τὸ τριχῇ διαστατόν, πλάτει βάθει μήκει ἢ ὄγκος ἀντίτυπος ὅσον ἐφʼ ἑαυτῷ· ἢ τὸ κατέχον τόπον. Πλάτων μήτε βαρὺ εἶναι μήτε κοῦφον τῇ φύσει ἔν γε τῷ οἰκείῳ τόπῳ ὑπάρχον ἐν δέ γε τῷ ἀλλοτρίῳ γενόμενον τότε νεῦσιν ἴσχειν· ἐκ δὲ τῆς νεύσεως ῥοπὴν ἤτοι πρὸς βαρύτητα ἢ κουφότητα. Ἀριστοτέλης βαρύτατον μὲν εἶναι τὴν γῆν ἁπλῶς, κουφότατον δὲ τὸ πῦρ· ἀέρα δὲ καὶ ὕδωρ ἄλλοτʼ ἄλλως. οἱ Στωικοὶ δύο μὲν ἐκ τῶν τεσσάρων στοιχείων κοῦφα, πῦρ καὶ ἀέρα· δύο δὲ βαρέα, ὕδωρ καὶ γῆν· κοῦφον γὰρ ὑπάρχει φύσει, ὃ νεύει ἀπὸ τοῦ ἰδίου μέσου·4 βαρὺ δὲ τὸ εἰς μέσον· βαρὺ δʼ οὐκ ἔστι τὸ μέσον. Ἐπίκουρος δʼ ἀπερίληπτα εἶναι τὰ σώματα καὶ τὰ πρῶτα δʼ ἁπλᾶ, τὰ δʼ ἐξ ἐκείνων συγκρίματα πάντα βάρος ἔχειν· κινεῖσθαι δὲ τὰ ἄτομα ποτὲ μὲν κατὰ στάθμην ποτὲ δὲ κατὰ παρέγκλισιν, τὰ δʼ ἄνω κινούμενα κατὰ πληγήν, κατὰ παλμόν.

论形体。 形体即在三个方向上延展之物,即宽、深、长;或是在其自身限度内具有抗阻性的块体;或是占据空间之物。 柏拉图认为,形体在其本有场所存在时,在性质上既非重亦非轻;但进入异己场所时,它便产生倾向;依此倾向便产生或向重或向轻的趋向。 亚里士多德认为,绝对最重的是土,最轻的是火;而气与水则有时为此,有时为彼。 斯多亚学派认为,四元素中有两者为轻,即火与气;两者为重,即水与土;因为在本性上轻者,乃是自自身中心向外偏离者;而重者则是趋向中心者;然而中心本身并非重物。 伊壁鸠鲁认为,形体是无垠无尽的,第一原初者是单纯的,而由其构成的结合物皆具重量;原子有时按铅垂线运动,有时发生偏斜运动,而向上运动者则是受碰撞与振动所致。

§1.13

Περὶ ἐλαχίστων. Ἐμπεδοκλῆς πρὸ τῶν τεσσάρων στοιχείων θραύσματα ἐλάχιστα, οἱονεὶ στοιχεῖα πρὶν στοιχείων, ὁμοιομερῆ, ὅ ἐστι στρογγύλα. Ἡράκλειτος ψηγμάτιά τινα ἐλάχιστα καὶ ἀμερῆ εἰσάγει.

论极小体。 恩培多克勒在四元素之前引入了极小的碎块,犹如元素之前的元素,是同质的,即圆形的。 赫拉克利特引入了某种极小且不可分的碎屑。

语法注4 条
  1. 882bΘαλῆς Πυθαγόρας Πλάτων οἱ Στωικοὶ δαίμονας ὑπάρχειν οὐσίας ψυχικάς

    这是观点汇编体文献中的简略句式,省略了主句的言说或认知动词(如 λέγουσι 或 ἡγοῦνται),直接统辖“宾格加不定式”结构(δαίμονας ὑπάρχειν),其中 οὐσίας 为不定式 ὑπάρχειν 的宾格表语。

  2. 882cτρεπτὴν καὶ ἀλλοιωτὴν καὶ μεταβλητὴν καὶ ῥευστὴν ὅλην διʼ ὅλης τὴν ὕλην

    双宾格结构,省略了言说动词及系词不定式 εἶναι。τὴν ὕλην 作宾语,一系列形容词(τρεπτήν 等)及短语 ὅλην διʼ ὅλης 充当宾格补足语(谓语宾格)。

  3. 882dὃ ἐξ ὧν γεγονὸς τὸ ὑπὸ τοῦ θεοῦ

    结构高度紧缩的关系从句表达。关系代词 ὃ 统括其内部的介词短语 ἐξ ὧν 与分词 γεγονός,并与名词化短语 τὸ ὑπὸ τοῦ θεοῦ(由神所造之物)相呼应,表示“由神生成之物所由构成的要素”。

  4. 882eκοῦφον γὰρ ὑπάρχει φύσει, ὃ νεύει ἀπὸ τοῦ ἰδίου μέσου

    倒装句结构。关系分句 ὃ νεύει... 充当实质主语(相当于名词性分句,意为“偏离自身中心者”),κοῦφον 为表语形容词,φύσει 则为表角度或方面的与格(“在性质/本性上”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0094.tlg003.humanitext-grc2:1.8-1.13