← 伪普鲁塔克

哲学家教义志

§1.7#2

对摄理的驳斥与诸哲学家论神

通过神的睡眠与清醒的悖论以及恶人得势等现世不公驳斥了天意护佑说,随后概述了从泰勒斯到伊壁鸠鲁诸哲学家关于神的学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.7#2

καὶ οὔτε τὸ πρῶτον ἔστι δέξασθαι, ὁ γὰρ θεὸς αἰώνιος· οὔτε τὸ δεύτερον, εἰ γὰρ ἐκοιμᾶτο ἐξ αἰῶνος ὁ θεός, ἐτεθνήκει αἰώνιος γὰρ ὕπνος ὁ θάνατός ἐστιν· ἀλλʼ οὐδὲ δεκτικὸς ὕπνου θεός, τὸ γὰρ ἀθάνατον τοῦ θεοῦ καὶ τὸ ἐγγὺς θανάτου πολὺ κεχώρισται. εἰ δʼ ἦν ὁ θεὸς ἐγρηγορώς, ἤτοι ἐνέλειπεν εἰς εὐδαιμονίαν ἢ ἐπεπλήρωτο ἐν μακαριότητι· καὶ οὔτε κατὰ τὸ πρῶτον μακάριός ἐστιν ὁ θεός, τὸ γὰρ ἐλλεῖπον εἰς εὐδαιμονίαν οὐ μακάριον· οὔτε κατὰ τὸ δεύτερον, μηδὲν γὰρ ἐλλείπων κεναῖς ἔμελλεν ἐπιχειρεῖν πράξεσι. πῶς δέ, εἴπερ ὁ θεὸς ἔστι καὶ τῇ τούτου φροντίδι τὰ κατʼ ἄνθρωπον οἰκονομεῖται, τὸ μὲν κίβδηλον εὐτυχεῖ τὸ δʼ ἀστεῖον τἀναντία πάσχει; Ἀγαμέμνων τε γάρ "ἀμφότερον βασιλεὺς τʼ ἀγαθὸς κρατερὸς τʼ αἰχμητής." ὑπὸ μοιχοῦ καὶ μοιχάδος ἡττηθεὶς ἐδολοφονήθη καὶ ὁ τούτου δὲ συγγενὴς Ἡρακλῆς πολλὰ τῶν ἐπιλυμαινομένων τὸν ἀνθρώπινον βίον καθάρας ὑπὸ Δηιανείρας φαρμακευθεὶς ἐδολοφονήθη. Θαλῆς νοῦν τοῦ κόσμου θεόν.1 Ἀναξίμανδρος τοὺς ἀπείρους οὐρανοὺς θεούς. Δημόκριτος νοῦν τὸν θεὸν ἐν πυρὶ σφαιροειδεῖ. Διογένης καὶ Κλεάνθης καὶ Οἰνοπίδης τὴν τοῦ κόσμου ψυχήν. Πυθαγόρας τῶν ἀρχῶν τὴν μὲν μονάδα θεὸν καὶ τἀγαθόν, ἥτις ἐστὶν ἡ τοῦ ἑνὸς φύσις, αὐτὸς ὁ νοῦς· τὴν δʼ ἀόριστον δυάδα δαίμονα καὶ τὸ κακόν, περὶ ἥν ἐστι τὸ ὑλικὸν πλῆθος, ἔστι δὲ καὶ ὁ ὁρατὸς κόσμος. Σωκράτης καὶ Πλάτων τὸ ἕν, τὸ μονοφυὲς καὶ αὐτοφυὲς τὸ μοναδικόν, τὸ ὄντως ἀγαθὸν πάντα δὲ τὰ τοιαῦτα τῶν ὀνομάτων εἰς τὸν νοῦν σπεύδει νοῦς οὖν ὁ θεός, χωριστὸν εἶδος, τουτέστι τὸ ἀμιγὲς πάσης ὕλης καὶ μηδενὶ παθητῷ συμπεπλεγμένον. Ἀριστοτέλης τὸν μὲν ἀνωτάτω θεὸν εἶδος χω ριστὸν ἐπιβεβηκότα τῇ σφαίρᾳ τοῦ παντός, ἥτις ἐστὶν αἰθέριον σῶμα, τὸ πέμπτον ὑπʼ αὐτοῦ καλούμενον διῃρημένου δὲ τούτου κατὰ σφαίρας,2 τῇ μὲν φύσει συναφεῖς τῷ λόγῳ δὲ κεχωρισμένας, ἑκάστην οἴεται τῶν σφαιρῶν ζῷον εἶναι σύνθετον ἐκ σώματος καὶ ψυχῆς, ὧν τὸ μὲν σῶμά ἐστιν αἰθέριον κινούμενον κυκλοφορικῶς, ἡ ψυχὴ δὲ λόγος ἀκίνητος αἴτιος τῆς κινήσεως κατʼ ἐνέργειαν. οἱ Στωικοὶ νοερὸν θεὸν ἀποφαίνονται πῦρ τεχνικὸν ὁδῷ βαδίζον ἐπὶ γένεσιν κόσμου ἐμπεριειληφὸς πάντας τοὺς σπερματικοὺς λόγους, καθʼ οὓς ἕκαστα καθʼ εἱμαρμένην γίνεται· καὶ πνεῦμα μὲν διῆκον διʼ ὅλου τοῦ κόσμου, τὰς δὲ προσηγορίας μεταλαμβάνον διὰ τὰς τῆς ὕλης, διʼ ἧς κεχώρηκε, παραλλάξεις· θεὸν δὲ καὶ τὸν κόσμον καὶ τοὺς ἀστέρας καὶ τὴν γῆν· τὸν δʼ ἀνωτάτω πάντων νοῦν ἐν αἰθέρι. Ἐπίκουρος ἀνθρωποειδεῖς μὲν πάντας τοὺς θεούς, λόγῳ δὲ πάντας τούτους θεωρητοὺς3 διὰ τὴν λεπτομέρειαν τῆς τῶν εἰδώλων φύσεως· ὁ δʼ αὐτὸς ἄλλως τέσσαρας φύσεις κατὰ γένος ἀφθάρτους τάσδε, τὰ ἄτομα τὸ κενὸν τὸ ἄπειρον τὰς ὁμοιότητας· αὗται δὲ λέγονται ὁμοιομέρειαι καὶ στοιχεῖα.

第一种观点是不可能接受的,因为神是永恒的;第二种观点也是不能接受的,因为如果神自永恒以来便沉睡,他便早已死去,因为死亡乃是永恒的睡眠;然而神甚至根本不接受睡眠,因为神的不朽与邻近死亡的事物相隔甚远。若神是醒着的,他要么在福乐上有所欠缺,要么在至福中完全满足;按照第一种情况,神就不是有福的,因为在福乐上有所欠缺者并非有福;按照第二种情况,他也不能是有福的,因为一无所缺,他却将着手于徒劳的行径。再者,倘若神确实存在且人事皆由其顾念所经管,为何卑劣之人享福,而高尚之人却蒙受相反的境遇?因为阿伽门农—— “既是一位良王,又是一名勇猛的持矛战将”——竟被一奸夫和一淫妇所制伏并遭暗杀;而其亲族赫拉克勒斯除灭了诸多危害人类生命的灾祸,却被德伊阿尼拉下毒暗杀。 泰勒斯认为宇宙的理智是神。 阿那克西曼德认为无数的天宇是神。 德谟克利特认为神是球形之火中的理智。 第欧根尼、克勒安忒斯和俄诺庇得斯认为宇宙的灵魂是神。 毕达哥拉斯在诸本原中,将单子视作神与善,此即一者的本性,也就是理智本身;而将不定之二重性视作精灵与恶,围绕着它的是质料的多样性,即可见宇宙亦然。 苏格拉底和柏拉图将一者、纯一且自生的单一体、真正之善视为神——所有此类名称都归于理智——因此神是理智,是一种分离的相,即与一切质料不相混合且不与任何受动之物交织的相。 亚里士多德认为至高的神是一种分离的相,居于全宇宙的球层之上,该球层是以太之躯,被他称为第五元素;当此球层被划分为诸天球——在自然上连续而在定义上相区别——时,他认为各天球都是由躯体与灵魂结合而成的生物,其中躯体是以太且作圆周运动,而灵魂则是在现实活动中作为运动之原因的不动之理性。 斯多亚学派宣称神是理智的,是按秩序走向宇宙生成的技艺之火,包容着一切种子理性,各事物皆依循命运借此而生成;也是贯穿整个宇宙的精气,因其所穿过的质料的变化而获得不同的称谓;宇宙、星辰与大地皆为神,而万物中至高的理智则在以太之中。 伊壁鸠鲁认为所有的神皆具人形,但由于其影像本性的精妙细微,所有这些神唯有凭借理性才得以被观照;他又另立四种在类别上不朽的本性:原子、虚空、无限、相似物;这些被称为同质部分与元素。

语法注3 条
  1. 881dΘαλῆς νοῦν τοῦ κόσμου θεόν.

    缺乏限定主动词的学说史体简略句式。在主语 Θαλῆς 之后需补充如 ἔφη εἶναι 或 ὑπέλαβε 等断言或认知动词,支配作为宾格主语的 νοῦν 和作为宾格补足语的 θεόν。随后的阿那克西曼德、德谟克利特、第欧根尼诸条均沿用此省略结构。

  2. 881eδιῃρημένου δὲ τούτου κατὰ σφαίρας

    独立属格结构,以 τούτου(指前文的 αἰθέριον σῶμα 或 σφαῖρα τοῦ παντός)为逻辑主语,为后接的主句 ἑκάστην οἴεται τῶν σφαιρῶν ζῷον εἶναι... 提供背景条件。

  3. 882aλόγῳ δὲ πάντας τούτους θεωρητοὺς

    与前句 ἀνθρωποειδεῖς μὲν πάντας τοὺς θεούς 相对称的宾格补足语结构,省略了断言动词或不定词(ἀπεφήνατο 或 εἶναι)。λόγῳ 为方式/工具与格,意为“借助理性”或“凭依思辨”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0094.tlg003.humanitext-grc2:1.7#2