← 伪普鲁塔克

哲学家教义志

§1.14-1.23

关于形体属性空间时间与运动的学说

本段概述了各哲学流派关于形状、颜色、形体的可分性、元素的混合、虚空、场所、处所、时间及其本质、以及运动的定义与分类的学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.14

Περὶ σχημάτων. σχῆμά ἐστιν ἐπιφάνεια καὶ περιγραφὴ καὶ πέρας σώματος. οἱ ἀπὸ Πυθαγόρου σφαιρικὰ τὰ σχήματα τῶν τεττάρων στοιχείων, μόνον δὲ τὸ ἀνώτατον πῦρ κωνοειδές.

论形状。 形状是形体的表面、轮廓与界限。 毕达哥拉斯学派认为四元素的形状是球形的,唯独最上层的火是锥形的。

§1.15

Περὶ χρωμάτων. χρῶμά ἐστι ποιότης σώματος ὁρατή. οἱ Πυθαγορικοὶ χροιὰν ἐκάλουν τὴν ἐπιφάνειαν τοῦ σώματος. Ἐμπεδοκλῆς τὸ τοῖς πόροις τῆς ὄψεως ἐναρμόττον. Πλάτων. φλόγα ἀπὸ τῶν σωμάτων σύμμετρα μόρια ἔχουσαν πρὸς τὴν ὄψιν. Ζήνων ὁ Στωικὸς τὰ χρώματα πρώτους εἶναι σχηματισμοὺς τῆς ὕλης. οἱ ἀπὸ Πυθαγόρου τὰ γένη τῶν χρωμάτων λευκόν τε καὶ μέλαν, ἐρυθρόν, ὠχρόν· τὰς δὲ διαφορὰς τῶν χρωμάτων παρὰ τὰς ποιὰς μίξεις τῶν στοιχείων τὰς δὲ τῶν ζῴων καὶ παρὰ τὰς ποικιλίας τῶν τροφῶν καὶ τῶν ἀέρων·

论颜色。 颜色是形体的可见性质。 毕达哥拉斯派称形体的表面为色泽。 恩培多克勒认为它是与视觉孔隙相契合之物。 柏拉图认为它是从形体散发出的火焰,拥有与视觉相称的微粒。 斯多亚学派的芝诺认为颜色是质料的最初构形。 毕达哥拉斯学派认为颜色的属类是白与黑、红、黄;颜色的差异取决于元素的特定混合,而动物颜色的差异还在于食物与空气的多样性。

§1.16

Περὶ τομῆς σωμάτων. οἱ ἀπὸ Θάλεω καὶ Πυθαγόρου παθητὰ τὰ σώματα καὶ τμητὰ εἰς ἄπειρον. οἱ τὰς ἀτόμους1 περὶ τὰ ἀμερῆ ἵστασθαι καὶ μὴ εἰς ἄπειρον εἶναι τὴν τομήν. Ἀριστοτέλης δυνάμει μὲν εἰς ἄπειρον ἐντελεχείᾳ δ’ οὐδαμῶς.2

论形体的分割。 泰勒斯学派与毕达哥拉斯学派认为形体是可受动的,且可无限分割。 主张原子的人认为分割止于不可分的部分,不存在无限分割。 亚里士多德认为在潜能上可无限分割,但在现实上绝非如此。

§1.17

Περὶ μίξεως καὶ κράσεως. οἱ μὲν ἀρχαῖοι τὰς τῶν στοιχείων μίξεις κατʼ ἀλλοίωσιν. οἱ δὲ περὶ Ἀναξαγόραν καὶ Δημόκριτον κατὰ παράθεσιν. Ἐμπεδοκλῆς δʼ ἐκ μικροτέρων ὄγκων τὰ στοιχεῖα συγκρίνει, ἅπερ ἐστὶν ἐλάχιστα καὶ οἱονεὶ στοιχεῖα στοιχείων. Πλάτων τὰ μὲν τρία σώματα ʽοὐ γὰρ θέλει κυρίως αὐτὰ εἶναι στοιχεῖα ἢ προσονομάζεινʼ3 τρεπτὰ εἰς ἄλληλα, πῦρ ἀέρα ὕδωρ· τὴν δὲ γῆν εἴς τι τούτων ἀμετάβλητον.

论混合与融和。 古人认为元素的混合是由于质变。 阿那克萨戈拉与德谟克利特周围的人则认为是通过并置。 恩培多克勒由较小的块体组合出元素,这些块体是极小的,宛如元素的元素。 柏拉图认为三种形体(因为他并不想在严格意义上认其为元素或以此命名),即火、气、水,是可互相转化的,但大地则不能转化为其中任何一种。

§1.18

Περὶ κενοῦ. οἱ ἀπὸ Θάλεω φυσικοὶ πάντες μέχρι Πλάτωνος τὸ κενὸν ἀπέγνωσαν. Ἐμπεδοκλῆς "οὐδέ τι τοῦ παντὸς κενεὸν πέλει οὐδὲ περισσόν." Λεύκιππος Δημόκριτος; Δημήτριος Μητρόδωρος Ἐπίκουρος τὰ μὲν ἄτομα ἄπειρα τῷ πλήθει, τὸ δὲ κενὸν ἄπειρον τῷ μεγέθει. οἱ Στωικοὶ ἐντὸς μὲν τοῦ κόσμου οὐδὲν εἶναι κενὸν ἔξωθεν δʼ αὐτοῦ ἄπειρον. Ἀριστοτέλης τοσοῦτον εἶναι τὸ κενὸν ἐκτὸς τοῦ κόσμου, ὥστʼ ἀναπνεῖν τὸν οὐρανόν· εἶναι γὰρ αὐτὸν πύρινον.

论虚空。 从泰勒斯到柏拉图的所有自然哲学家都否定了虚空。 恩培多克勒说: “宇宙整体之中既无虚空,亦无多余之物。” 留基伯、德谟克利特、德米特里、梅特罗多洛、伊壁鸠鲁认为原子在数量上是无限的,而虚空在量度上是无限的。 斯多亚学派认为宇宙内部没有任何虚空,但宇宙之外则是无限的虚空。 亚里士多德认为宇宙之外的虚空足以让天体呼吸;因为他认为天体是火质的。

§1.19

Περὶ τόπου. Πλάτων τόπον εἶναι τὸ μεταληπτικὸν τῶν εἰδῶν, ὅπερ εἴρηκε μεταφορικῶς τὴν ὕλην, καθάπερ τινὰ τιθήνην καὶ δεξαμενήν. Ἀριστοτέλης τὸ ἔσχατον τοῦ περιέχοντος συνάπτον τῷ περιεχομένῳ.

论场所。 柏拉图认为场所是形式的接受者,他隐喻性地称其为质料,宛如某种乳母与容器。 亚里士多德认为场所是包容者的外在界限,与被包容者相接。

§1.20

Περὶ χώρας. οἱ Στωικοὶ καὶ Ἐπίκουρος διαφέρειν κενὸν τόπον χώραν καὶ τὸ μὲν κενὸν εἶναι ἐρημίαν σώματος, τὸν δὲ τόπον τὸ ἐχόμενον ὑπὸ σώματος τὴν δὲ χώραν τὸ ἐκ μέρους ἐχόμενον, ὥσπερ ἐπὶ τῆς τοῦ οἴνου πιθάκνης;.4

论处所。 斯多亚学派与伊壁鸠鲁认为虚空、场所与处所各不相同:虚空是缺乏形体,场所是被形体所占据者,处所则是部分被占据者,正如在盛酒的大瓮之情形。

§1.21

Περὶ χρόνου. Πυθαγόρας τὸν χρόνον τὴν σφαῖραν τοῦ περιέχοντος εἶναι. Πλάτων αἰῶνος εἰκόνα κινητὴν ἢ διάστημα τῆς τοῦ κόσμου κινήσεως. Ἐρατοσθένης τὴν τοῦ ἡλίου πορείαν.

论时间。 毕达哥拉斯认为时间是包容者的天球。 柏拉图认为时间是永恒的动象,或是宇宙运动的间隔。 厄拉托色尼认为是太阳的运行。

§1.22

Περὶ οὐσίας χρόνου. Πλάτων οὐσίαν χρόνου τὴν τοῦ οὐρανοῦ κίνησιν. οἱ πλείους τῶν Στωικῶν αὐτὴν τὴν κίνησιν. καὶ οἱ μὲν πλείους ἀγένητον τὸν χρόνον, Πλάτων δὲ γενητὸν κατʼ ἐπίνοιαν.

论时间的实体。 柏拉图认为时间的实体是天体的运动。 大多数斯多亚学派学者认为是运动本身。大多数人认为时间是无始的,而柏拉图则认为在概念上它是有始生成的。

§1.23

Περὶ κινήσεως. Πυθαγόρας Πλάτων κίνησίς ἐστι διαφορά τις ἢ ἑτερότης ἐν ὕλῃ. Ἀριστοτέλης, ἐντελέχεια κινητοῦ. Δημόκριτος, ἓν γένος τῆς κινήσεως τὸ κατὰ παλμόν. Ἐπίκουρος, δύο εἴδη τῆς κινήσεως, τὸ κατὰ στάθμην καὶ τὸ κατὰ παρέγκλισιν. Ἡρόφιλος κινήσεως τὴν μὲν λόγῳ θεωρητὴν τὴν δʼ αἰσθητήν.5 Ἡράκλειτος ἠρεμίαν μὲν καὶ στάσιν ἐκ τῶν ὅλων ἀνῄρει ἔστι γὰρ τοῦτο τῶν νεκρῶν· κίνησιν δʼ ἀίδιον μὲν τοῖς ἀιδίοις φθαρτὴν δὲ τοῖς φθαρτοῖς.

论运动。 毕达哥拉斯与柏拉图认为运动是质料中的某种差异或别异性。 亚里士多德认为是可动者的现实活动。 德谟克利特认为运动只有一种属类,即振动之运动。 伊壁鸠鲁认为运动有两种形式,即垂向运动与偏斜运动。 赫罗菲卢斯认为运动一种是由理性所观照的,另一种则是可感知的。 赫拉克利特从万物中取消了静止与不动,因为这属于死者;但他把永恒的运动归于永恒之物,把可毁灭的运动归于可毁灭之物。

语法注5 条
  1. 883dοἱ τὰς ἀτόμους

    在主语 οἱ τὰς ἀτόμους 之后,省略了类似于 λέγοντες 或 εἰσάγοντες(主张原子者)的分词。接续的不定式 ἵστασθαι 和 εἶναι 依赖于隐伏的言说动词(如 φασί)。

  2. 883dδυνάμει μὲν εἰς ἄπειρον ἐντελεχείᾳ δ’ οὐδαμῶς

    承前文省略了谓语动词或不定式(如 τέμνεσθαι 或 εἶναι τὴν τομήν)。δυνάμει 与 ἐντελεχείᾳ 为表方式或状态的与格,构成对照(“在潜能上”与“在现实上”)。

  3. 883eοὐ γὰρ θέλει κυρίως αὐτὰ εἶναι στοιχεῖα ἢ προσονομάζειν

    θέλει 意为“愿意/承认为”。不定式 εἶναι 与 προσονομάζειν 由 ἤ 并列连接,αὐτά 共同充当两者的语义主语/宾语(“承认为元素,或如此命名它们”)。

  4. 884bὥσπερ ἐπὶ τῆς τοῦ οἴνου πιθάκνης

    介词 ἐπί 后接属格,属于表示例证或类比的惯用句型(“正如在……的场合/情形”)。

  5. 884cκινήσεως τὴν μὲν λόγῳ θεωρητὴν τὴν δʼ αἰσθητήν

    κινήσεως 置于句首,作部分属格,限定充当宾语的对格结构 τὴν μέν ... τὴν δέ(“其一为……,其二为……”)。谓语动词承前省略。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0094.tlg003.humanitext-grc2:1.14-1.23