← 伪普鲁塔克

哲学家教义志

§1.4-1.5

宇宙的生成过程与世界是否单一之争

本段解释了原子通过随机急速的运动与碰撞生成苍穹、星辰、大地和水等宇宙主要部分的过程,继而对比了斯多亚派、恩培多克勒、柏拉图与迈特罗多罗关于宇宙究竟是单一还是无限的不同主张。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4

Πῶς συνέστηκεν ὁ κόσμος. ὁ τοίνυν κόσμος συνέστη περικεκλασμένῳ σχήματι ἐσχηματισμένος τὸν τρόπον τοῦτον. τῶν ἀτόμων σωμάτων ἀπρονόητον καὶ τυχαίαν ἐχόντων τὴν κίνησιν συνεχῶς τε καὶ τάχιστα κινουμένων εἰς τὸ αὐτό, πολλὰ σώματα συνηθροίσθη, καὶ διὰ τοῦτο ποικιλίαν ἔχοντα καὶ σχημάτων καὶ μεγεθῶν. ἀθροιζομένων δʼ ἐν ταὐτῷ τούτων, τὰ μέν, ὅσα μείζονα ἦν καὶ βαρύτερα, πάντως ὑπεκάθιζεν ὅσα δὲ μικρὰ καὶ περιφερῆ καὶ λεῖα καὶ εὐόλισθα, ταῦτα καὶ ἐξεθλίβετο κατὰ τὴν σύνοδον τῶν σωμάτων εἴς τε τὸ μετέωρον ἀνεφέρετο. ὡς δ’ οὖν ἐξέλιπε μὲν ἡ πληκτικὴ δύναμις μετεωρίζουσα, οὐκέτι δʼ ἦγεν ἡ πληγὴ πρὸς τὸ μετέωρον, ἐκωλύετο δὲ ταῦτα κάτω φέρεσθαι, ἐπιέζετο πρὸς τοὺς τόπους τοὺς δυναμένους δέξασθαι· οὗτοι δʼ ἦσαν οἱ πέριξ, καὶ πρὸς τούτοις τὸ πλῆθος τῶν σωμάτων περιεκλᾶτο, περιπλεκόμενα δʼ ἀλλήλοις κατὰ τὴν περίκλασιν τὸν οὐρανὸν ἐγέννησεν· τῆς δʼ αὐτῆς ἐχόμεναι φύσεως αἱ ἄτομοι, ποικίλαι οὖσαι, καθὼς εἴρηται, πρὸς τὸ μετέωρον ἐξωθούμεναι, τὴν τῶν ἀστέρων φύσιν ἀπετέλουν· τὸ δὲ πλῆθος τῶν ἀναθυμιωμένων σωμάτων ἐπέπληττε τὸν ἀέρα καὶ τοῦτον ἐξέθλιβε· πνευματούμενος δʼ οὗτος κατὰ τὴν κίνησιν καὶ συμπεριλαμβάνων τὰ ἄστρα συμπεριῆγε ταῦτα καὶ τὴν νῦν περιφορὰν αὐτῶν μετέωρον ἐφύλαττε. κἄπειτα ἐκ μὲν τῶν ὑποκαθιζόντων ἐγεννήθη ἡ γῆ, ἐκ δὲ τῶν μετεωριζομένων οὐρανὸς πῦρ ἀήρ. πολλῆς δʼ ὕλης ἔτι περιειλημμένης ἐν τῇ γῇ πυκνουμένης τε ταύτης κατὰ τὰς ἀπὸ τῶν πνευμάτων πληγὰς καὶ τὰς ἀπὸ τῶν ἀστέρων αὔρας, προσεθλίβετο πᾶς ὁ μικρομερὴς σχηματισμὸς ταύτης καὶ τὴν ὑγρὰν φύσιν ἐγέννα· ῥευστικῶς δʼ αὕτη διακειμένη κατεφέρετο πρὸς τοὺς κοίλους τόπους καὶ δυναμένους χωρῆσαὶ τε καὶ στέξαι, ἢ καθʼ αὑτὸ τὸ ὕδωρ ὑποστὰν ἐκοίλαινε τοὺς ὑποκειμένους τόπους. τὰ μὲν οὖν κυριώτατα μέρη τοῦ κόσμου τὸν τρόπον τοῦτον ἐγενήθη.

宇宙是如何构成的。 宇宙被塑造成弯曲的形状,并以如下方式构成。由于原子物体具有不可预知且随机的运动,并极其迅速且持续地向同一处运动,许多物体聚集在一起,因此在形状和大小上都具有多样性。当这些物体聚集在同一处时,凡是较大较重的,无一例外全都下沉;而凡是微小、浑圆、光滑且易滑脱的,在物体彼此聚集碰撞时被挤压出来,并上升到高处。于是,当把它们推向高处的撞击力穷尽,这一撞击不再引它们向上,但它们向下移动又受到阻碍时,它们便被挤压向能够容纳它们的地方。这些便是四周的区域,多数物体沿着这些区域发生弯曲,在弯曲中彼此交织,从而生成了苍穹。而那些保持着同样本性、如前所述形态各异的原子被向外推入高处,形成了诸星辰的本性。那群如蒸气般升腾的物体撞击空气并将之挤压出来;空气因运动而化为风,环裹着星辰并带动它们旋转,维持着它们如今在高处的运行。随后,由下沉的物体生成了大地,而由升向高处的物体生成了天空、火和气。大地之中仍包裹着大量质料,随着大地受到风的撞击与星辰气息的挤压而变得致密,其所有微细的构成部分都被挤压出来,生成了湿润的本性(水);水呈流体状态,流向能够容纳并储存它的低洼之处,或者水自身沉积下来,使下方的地方凹陷成槽。宇宙中最主要的部分便是以这种方式生成的。

§1.5

Εἰ ἓν τὸ πᾶν. οἱ μὲν ἀπὸ τῆς Στοᾶς ἕνα κόσμον ἀπεφήναντο, ὃν δὴ καὶ τὸ πᾶν ἔφασαν εἶναι καὶ τὸ σωματικόν. Ἐμπεδοκλῆς δὲ κόσμον μὲν ἕνα, οὐ μέντοι τὸ πᾶν εἶναι τὸν κόσμον ἀλλʼ ὀλίγον τι τοῦ παντὸς μέρος, τὸ δὲ λοιπὸν ἀργὴν ὕλην. Πλάτων δὲ τεκμαίρεται τὸ δοκοῦν, ὅτι εἷς ὁ κόσμος καὶ ἓν τὸ πᾶν, ἐκ τριῶν· ἐκ τοῦ μὴ εἶναι τέλειον, ἐὰν μὴ πάντα περιέχῃ· ἐκ τοῦ μὴ ἔσεσθαι ὅμοιον τῷ παραδείγματι, ἐὰν μὴ μονογενὴς1 ἐκ τοῦ μὴ ἔσεσθαι αὐτὸν ἄφθαρτον, ἐὰν ᾖ τι ἐξωτέρω αὐτοῦ. πρὸς δὴ τὸν Πλάτωνα ῥητέον, ὅτι οὐ τέλειος ὁ κόσμος· οὐδὲ γὰρ πάντα περιέχει καὶ γὰρ ὁ ἄνθρωπός ἐστι τέλειος, ἀλλʼ οὐ πάντα περιέχει καὶ πολλὰ παραδείγματα ἔστιν, ὥσπερ ἐπʼ ἀνδριάντων καὶ οἰκιῶν καὶ ζῳγραφιῶν. πῶς δὲ τέλειος, εἴπερ ἔξωθέν τι αὐτοῦ περιδινεῖσθαι δύναται; ἄφθαρτος δʼ οὐκ ἔστιν οὐδὲ δύναται εἶναι, γενητὸς ὤν. Μητρόδωρος δέ φησιν ἄτοπον εἶναι ἐν μεγάλῳ πεδίῳ ἕνα στάχυν γενηθῆναι καὶ ἕνα κόσμον ἐν τῷ ἀπείρῳ. ὅτι δʼ ἄπειρος κατὰ τὸ πλῆθος, δῆλον ἐκ τοῦ ἄπειρα τὰ αἴτια εἶναι· εἰ γὰρ ὁ μὲν κόσμος πεπερασμένος, ὅτι δʼ αἴτια πάντα ἄπειρα, ἐξ ὧν ὅδε ὁ κόσμος γέγονεν, ἀνάγκη ἀπείρους εἶναι.2 ὅπου γὰρ τὰ πάντα αἴτια, ἐκεῖ καὶ τὰ ἀποτελέσματα αἴτια δʼ ἤτοι αἱ ἄτομοι ἢ τὰ στοιχεῖα.

全是否为一。 斯多亚派主张宇宙只有一个,并且宣称宇宙就是全体且是具形体的。 恩培多克勒认为宇宙虽然只有一个,但宇宙绝非全体,而只是全体的一个微小部分,其余部分则是惰性质料。 柏拉图从三个论据推断出“宇宙只有一个且全为单一体”这一观点:若不包含一切事物,宇宙就不是完全的;若非独一所生,它就不会与其范型相似;若在它之外尚有任何事物,它就不可能是不可毁灭的。然而针对柏拉图必须指出,宇宙并非是完全的;因为它并不包含一切。因为人也是完全的,却并未包含一切;而且正如在雕像、房屋和绘画中所见,范型也是多样的。再者,若某种事物能够在宇宙之外旋转,宇宙又怎能说是完全的呢?此外,宇宙既是生成的,便不是也不可能是不可毁灭的。 迈特罗多罗说,在广袤的原野中只生长出一穗麦子,或者在无限之中只产生一个宇宙,都是荒谬的。宇宙在数量上是无限的,这从原因的无限中显而易见:因为即使这个宇宙是有限的,但产生这个宇宙的所有原因既是无限的,宇宙便必然是无限的。因为凡是有全部原因的地方,也就有其结果;而原因要么是原子,要么是元素。

语法注2 条
  1. 879aἐὰν μὴ μονογενὴς

    条件从句 ἐὰν μὴ μονογενής 中省略了虚拟式动词 ᾖ。包含它的短语与前后的冠词加不定式结构(ἐκ τοῦ μὴ εἶναι..., ἐκ τοῦ μὴ ἔσεσθαι...)形成平行的因果论据。

  2. 879cἀνάγκη ἀπείρους εἶναι

    无人称句 ἀνάγκη [ἐστί] 所引出的不定式 εἶναι 的逻辑主语为前文语境中承接的阳性复数宾格 κόσμους(诸宇宙)。前面的 ὅτι δʼ αἴτια πάντα ἄπειρα 作为给出原因的并列成分,与让步条件从句 εἰ γὰρ ὁ μὲν κόσμος πεπερασμένος 相对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0094.tlg003.humanitext-grc2:1.4-1.5