- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0094.tlg003.humanitext-grc2:1.3#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在阐述毕达哥拉斯学派关于数(四与十)及灵魂构成要素的学说以及学派转向意大利之后,文本依次概述了赫拉克利特(火)、伊壁鸠鲁(原子与虚空)、恩培多克勒(四元素与爱争)、苏格拉底与柏拉图(神、质料、理念)、亚里士多德以及芝诺的本原学说。
τὸν τῆς τετράδος,1 καὶ τῶν δέκα ὑπερεκπεσεῖται οἷον εἴ τις θείη ἓν καὶ δύο προσθείη καὶ τρία καὶ τούτοις τέσσαρα, τὸν τῶν δέκα πληρώσει ἀριθμόν· ὥστε ὁ ἀριθμὸς κατὰ μὲν μονάδα ἐν τοῖς δέκα κατὰ δὲ δύναμιν ἐν τοῖς τέσσαρσι διὸ καὶ ἐφθέγγοντο οἱ Πυθαγόρειοι, ὡς μεγίστου ὅρκου ὄντος τῆς τετράδος, "οὐ μὰ τὸν ἁμετέρᾳ ψυχᾷ παραδόντα τετρακτύν,2 παγὰν ἀενάου φύσεος ῥίζωμὰ τʼ ἔχουσαν." καὶ ἡ ἡμετέρα ψυχή φησὶν ἐκ τετράδος σύγκειται εἶναι γὰρ νοῦν ἐπιστήμην δόξαν αἴσθησιν, ἐξ ὧν πᾶσα τέχνη καὶ ἐπιστήμη καὶ αὐτοὶ λογικοὶ ἐσμεν. νοῦς μὲν οὖν ἡ μονάς ἐστιν· ὁ γὰρ νοῦς κατὰ μονάδα θεωρεῖται, οἷον πολλῶν ὄντων ἀνθρώπων οἱ μὲν ἐπὶ μέρους εἰσὶν ἀναίσθητοι ἀπερίληπτοι καὶ ἄπειροι, ἀλλʼ αὐτὸ τοῦτο ἄνθρωπον ἕνα μόνον νοοῦμεν, ᾧ οὐδεὶς ἔτυχεν ὅμοιος· καὶ ἵππον ἕνα μόνον νοοῦμεν, οἱ δʼ ἐπὶ μέρους εἰσὶν ἄπειροι. τὰ γὰρ εἴδη ταῦτα πάντα καὶ γένη κατὰ μονάδας εἰσί· διὸ καὶ ἐπὶ ἑνὸς ἑκάστου αὐτῶν τοῦτον τὸν ὅρον ἀποδιδόντες λέγουσι ζῷον λογικὸν ἢ ζῷον χρεμετιστικὸν ῥητέον. διὰ τοῦτο οὖν νοῦς ἡ μονάς, ᾧ ταῦτα νοοῦμεν, καὶ ἡ δυὰς δʼ ἡ ἀόριστος ἐπιστήμη, εἰκότως· πᾶσα γὰρ ἀπόδειξις καὶ πᾶσα πίστις ἐπιστήμης, πρὸς δὲ καὶ πᾶς συλλογισμὸς ἔκ τινων ὁμολογουμένων τὸ ἀμφισβητούμενον συνάγει καὶ ῥᾳδίως ἀποδείκνυται ἕτερον· ὧν ἡ ἐπιστήμη κατάληψίς ἐστι, διὸ εἴη ἂν δυάς. ἡ δὲ δόξα τριὰς ἐκ καταλήψεώς ἐστιν, εὐλόγως, ὅτι πολλῶν ἐστιν ἡ δόξα ἡ δὲ τριὰς πλῆθος, ὡς τρισμάκαρες Δαναοὶ διὰ τοῦτο οὖν ἐγκρίνει τὴν τριάδα ἡ δὲ τούτων αἵρεσις Ἰταλικὴ προσηγορεύθη διὰ τὸ τὸν Πυθαγόραν ἐν Ἰταλίᾳ σχολάσαι μετέστη γὰρ ἀπὸ Σάμου τῆς πατρίδος, τῇ Πολυκράτους τυραννίδι δυσαρεστήσας. Ἡράκλειτος καὶ Ἵππασος ὁ Μεταποντῖνος ἀρχὴν τῶν ὅλων τὸ πῦρ· ἐκ πυρὸς γὰρ τὰ πάντα γίνεσθαι καὶ εἰς πῦρ πάντα τελευτᾶν λέγουσι· τούτου δὲ κατασβεννυμένου, κοσμοποιεῖσθαι τὰ πάντα. πρῶτον μὲν γὰρ τὸ παχυμερέστατον αὐτοῦ εἰς αὑτὸ συστελλόμενον γῆν γίνεσθαι, ἔπειτʼ ἀναχαλωμένην τὴν γῆν ὑπὸ τοῦ πυρὸς φύσει ὕδωρ ἀποτελεῖσθαι, ἀναθυμιώμενον δʼ ἀέρα γίνεσθαι πάλιν δὲ τὸν κόσμον καὶ πάντα τὰ σώματα ὑπὸ πυρὸς ἀναλοῦσθαι ἐν τῇ ἐκπυρώσει. ἀρχὴ οὖν τὸ πῦρ, ὅτι ἐκ τούτου τὰ πάντα· τέλος δέ, ὅτι καὶ εἰς τοῦτο ἀναλύεται τὰ πάντα. Ἐπίκουρος Νεοκλέους Ἀθηναῖος κατὰ Δημόκριτον φιλοσοφήσας ἔφη τὰς ἀρχὰς τῶν ὄντων σώματα λόγῳ θεωρητά,3 ἀμέτοχα κενοῦ, ἀγένητα, ἀίδια, ἄφθαρτα, οὔτε θραυσθῆναι δυνάμενα οὔτε διάπλασιν ἐκ τῶν μερῶν λαβεῖν οὔτʼ ἀλλοιωθῆναι εἶναι δʼ αὐτὰ λόγῳ θεωρητά ταῦτα μέντοι κινεῖσθαι ἐν τῷ κενῷ καὶ διὰ τοῦ κενοῦ· εἶναι δὲ καὶ αὐτὸ τὸ κενὸν ἄπειρον καὶ τὰ σώματα ἄπειρα. συμβεβηκέναι δὲ τοῖς σώμασι τρία ταῦτα, σχῆμα μέγεθος βάρος. Δημόκριτος μὲν γὰρ ἔλεγε δύο, μέγεθὸς τε καὶ σχῆμα, ὁ δʼ Ἐπίκουρος τούτοις καὶ τρίτον, τὸ βάρος, προσέθηκεν· ἀνάγκη γάρ φησὶ κινεῖσθαι τὰ σώματα τῇ τοῦ βάρους πληγῇ, ἐπεὶ οὐ κινηθήσεται εἶναι δὲ τὰ σχήματα τῶν ἀτόμων ἀπερίληπτα οὐκ ἄπειρα μὴ γὰρ εἶναι μήτʼ ἀγκιστροειδεῖς μήτε τριαινοειδεῖς μήτε κρικοειδεῖς· ταῦτα γὰρ τὰ σχήματα εὔθραυστά ἐστιν· αἱ δʼ ἄτομοι ἀπαθεῖς ἄθραυστοι, ἴδια δʼ ἔχειν σχήματα λόγῳ θεωρητά. καὶ εἴρηται ἄτομος, οὐχ ὅτι ἐστὶν ἐλαχίστη ἀλλʼ ὅτι οὐ δύναται τμηθῆναι, ἀπαθὴς οὖσα καὶ ἀμέτοχος κενοῦ· ὥστε, ἐὰν εἴπῃ ἄτομον, ἄθραυστον λέγει καὶ ἀπαθῆ, ἀμέτοχον κενοῦ. ὅτι δὲ ἔστιν ἄτομος, σαφές· καὶ γὰρ ἔστι στοιχεῖα ἀεὶ ὄντα καὶ ζῷα κενὰ καὶ ἡ μονάς. Ἐμπεδοκλῆς Μέτωνος Ἀκραγαντῖνος τέτταρα μὲν λέγει στοιχεῖα, πῦρ ἀέρα ὕδωρ γῆν· δύο δʼ ἀρχικὰς δυνάμεις, φιλίαν τε καὶ νεῖκος· ὧν ἡ μέν ἐστιν ἑνωτικὴ τὸ δὲ διαιρετικόν. φησὶ δʼ οὕτως "τέσσαρα τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε. Ζεὺς ἀργὴς Ἥρη τε φερέσβιος ἠδʼ Ἀιδωνεύς, νῆστὶς θʼ, ἣ δακρύοις τέγγει κρούνωμα βρότειον." Δία μὲν γὰρ λέγει τὴν ζέσιν καὶ τὸν αἰθέρα, Ἥρην δὲ φερέσβιον τὸν ἀέρα, τὴν δὲ γῆν τὸν Ἀιδωνέα, Νῆστιν δὲ καὶ κρούνωμα βρότειον οἱονεὶ τὸ σπέρμα καὶ τὸ ὕδωρ. Σωκράτης Σωφρονίσκου Ἀθηναῖος καὶ Πλάτων Ἀρίστωνος Ἀθηναῖος ʽαἱ γὰρ αὐταὶ περὶ παντὸς ἑκατέρου δόξαἰ τρεῖς ἀρχάς, τὸν θεὸν τὴν ὕλην τὴν ἰδέαν. ὁ δὲ θεὸς νοῦς ἐστι τοῦ κόσμου, ὕλη δὲ τὸ ὑποκείμενον πρῶτον γενέσει καὶ φθορᾷ, ἰδέα δʼ οὐσία ἀσώματος ἐν τοῖς νοήμασι καὶ ταῖς φαντασίαις τοῦ θεοῦ. Ἀριστοτέλης δὲ Νικομάχου Σταγειρίτης ἀρχὰς μὲν ἐντελέχειαν, ἤτοι εἶδος ὕλην στέρησιν·4 στοιχεῖα δὲ τέτταρα, πέμπτον δέ τι σῶμα αἰθέριον ἀμετάβλητον. Ζήνων Μνασέου Κιτιεὺς ἀρχὰς μὲν τὸν θεὸν καὶ τὴν ὕλην, ὧν ὁ μέν ἐστι τοῦ ποιεῖν αἴτιος ἡ δὲ τοῦ πάσχειν, στοιχεῖα δὲ τέτταρα.
如果超过了四的数目,他也会跳过十。例如,如果有人置下一,加上二,再加上三,并在这些上面加上四,他就会填满十这个数;因此,数在单位(单元)的意义上存在于十之中,而在力量(潜能)的意义上存在于四之中。 因此,毕达哥拉斯学派的人也把四元作为最大的誓言而宣称: “绝不,指着那将四元传授给我们灵魂的人发誓, 四元包涵着永流不息的自然之泉与根基。” 而且我们的灵魂,他说,也是由四元构成的;因为有理智、知识、意见、感觉,一切技艺和知识皆由此而生,我们自身也是理性的。理智乃是单元;因为理智是按照单元被观照的,例如虽然人有许多,但具体的个人是不可感觉、无法把握且无限的,但我们唯独把“人”本身设想为一个单一者,没有任何人碰巧与它相似;我们把“马”也唯独设想为一个单一者,而具体的马则是无限的。因为所有这些种和属都是按照单元存在的;因此他们对其中每一者给出这一定义,说应当称为“理性动物”或“能嘶叫的动物”。因此,我们用以设想这些事物的理智便是单元。而不定的双元则是知识,这是合乎情理的;因为知识的每一次论证和每一种确信,此外每一个三段论,都从某些公认的前提推导出有争议的问题,并轻易地证明另一端;对这些事物的领悟就是知识,因此它应当是双元。而意见则是合乎道理地由领悟而产生的三元;因为意见关涉众多事物,而三代表多数,正如: “三次得福的达那奥斯人!” 因此他认可了三元。他们的学派被称为意大利学派,是因为毕达哥拉斯在意大利讲学;他因为对波吕克拉底的僭主统治不满,迁离了祖国萨摩斯。 赫拉克利特和墨塔蓬提翁的希帕索斯主张万物的本原是火;因为他们说万物皆由火生成,万物皆归宿于火;而当火熄灭时,万物被造成宇宙。因为首先,它最粗大的部分向内收缩成为土;接着,土被火软化,在本性上生成水;水蒸发则成为气;而在大燃烧中,宇宙和一切物体又再度被火耗尽。因此火是本原,因为万物由之产生;火也是终点,因为万物亦分解归于它。 尼奥克勒斯之子、雅典人伊壁鸠鲁按照德谟克利特的方式研究哲学,他说存在事物的本原是唯由理智所能观照的物体(原子),不分有虚空,未生成,永恒,不灭,既不能被碎裂,也不能由各个部分组合成形,亦不能改变;这些物体唯由理智所能观照。然而它们在虚空中并通过虚空运动;虚空本身是无限的,物体也是无限的。物体附有这三种属性:形状、大小、重量。德谟克利特只说了大小和形状两种,但伊壁鸠鲁在这些之外又加上了第三种,即重量;“因为这是必然的”,他说,“物体必须受到重量的撞击而运动,否则就不会运动。” 原子的形状繁多而难以尽数,但不是无限的;因为既没有钩状的,也没有三叉状的,也没有环状的;因为这类形状容易破碎,而原子是不受作用且不可破碎的,具有唯由理智所能观照的固有形状。它被称为原子,不是因为它最小,而是因为它不能被分割,是不受作用且不分有虚空的;因此,当他说原子时,指的是不可破碎、不受作用、不分有虚空之物。原子的存在是显而易见的;因为存在着永远存在的元素,存在着空的动物,以及单元。 墨同之子、阿克拉加斯人恩培多克勒主张有四种元素:火、气、水、土;以及两种本原性的力量:爱与争;其中一者是结合性的,另一者是分离性的。他这样说: “首先听闻万物的四种根源: 光辉的宙斯、赋生生命的赫拉与阿伊多纽斯, 以及用泪水滋润凡人泉涌的涅斯提斯。” 因为他把炽热和以太称为宙斯,把气称为赋生生命的赫拉,把土称为阿伊多纽斯,把涅斯提斯与凡人泉涌指为好比是种子与水。 索弗罗尼斯科斯之子、雅典人苏格拉底,以及阿里斯同之子、雅典人柏拉图(因为两人关于一切事物的意见都是相同的),确立了三种本原:神、质料、理念。神是宇宙的理智,质料是在生成与毁灭中最初的基质,理念则是存在于神的观念和表象之中的无形体实体。 尼科马科斯之子、斯塔吉拉人亚里士多德确立了隐德来希(现实态)即形式、质料、缺失作为本原;确立了四种元素,以及第五种不变的以太物体。 谟那塞阿斯之子、基提翁人芝诺确立了神与质料作为本原(其中一者是施动的原因,另一者是受动的原因),并确立了四种元素。
- 877aτὸν τῆς τετράδος
承接上一段落末尾的条件从句 ἐὰν δὲ ὑπερβάληται 的宾语,省略了 ἀριθμόν,意为“如果(有人)超过了四的数目”。随后主句 καὶ τῶν δέκα ὑπερεκπεσεῖται 中的 τῶν δέκα 则是动词 ὑπερεκπίπτω 所支配的分离属格。
- 877aοὐ μὰ τὸν ἁμετέρᾳ ψυχᾷ παραδόντα τετρακτύν
短语 οὐ μὰ + 宾格是誓词的固定句式(“绝不,指着……发誓”)。尽管带有否定词 οὐ,但在此处作为毕达哥拉斯学派著名的誓言公式出现。阳性单数宾格分词 τὸν ... παραδόντα 指的是毕达哥拉斯本人。
- 877dτὰς ἀρχὰς τῶν ὄντων σώματα λόγῳ θεωρητά
由间接引语动词 ἔφη 支配的“宾格加不定词”(AcI)结构,系动词不定词 εἶναι 被省略。τὰς ἀρχὰς τῶν ὄντων 为主语宾格,σώματα λόγῳ θεωρητά 及其后一连串形容词为表语宾格。
- 878bἀρχὰς μὲν ἐντελέχειαν, ἤτοι εἶδος ὕλην στέρησιν
承前省略述谓动词(如 ἔφη 或 ἀπεφήνατο)的紧缩句。ἀρχάς 为表语宾格,ἐντελέχειαν(现实态/隐德来希)通过 ἤτοι(即)与同位语 εἶδος(形式)等同,并与 ὕλην(质料)、στέρησιν(缺失)并列构成三项本原。
