- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0094.tlg003.humanitext-grc2:1.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本章探讨了人类如何获得关于神的观念,阐述了斯多亚派对神的定义、宇宙的秩序与美感以及天体的规律运行,并说明了神圣观念如何划分为自然、神话与律法三种形态,进而细分为天象、善恶、情感、诗作及凡人英雄等七种类型。
Πόθεν ἔννοιαν ἔσχον θεοῦ ἄνθρωποι. ὁρίζονται δὲ τὴν τοῦ θεοῦ οὐσίαν οἱ Στωικοὶ οὕτω· πνεῦμα νοερὸν καὶ πυρῶδες οὐκ ἔχον μὲν μορφήν, μεταβάλλον δʼ εἰς ὃ βούλεται καὶ συνεξομοιούμενον πᾶσιν. ἔσχον δʼ ἔννοιαν τούτου πρῶτον μὲν ἀπὸ τοῦ κάλλους τῶν ἐμφαινομένων προσλαμβάνοντες· οὐδὲν γὰρ τῶν καλῶν εἰκῆ καὶ ὡς ἔτυχε γίνεται, ἀλλὰ μετά τινος τέχνης δημιουργούσης. καλὸς δʼ ὁ κόσμος· δῆλον δʼ ἐκ τοῦ σχήματος καὶ τοῦ χρώματος καὶ τοῦ μεγέθους καὶ τῆς περὶ τὸν κόσμον τῶν ἀστέρων ποικιλίας. σφαιροειδὴς δʼ ὁ κόσμος ὃ πάντων τῶν σχημάτων πρωτεύει·1 μόνον γὰρ τοῦτο τοῖς ἑαυτοῦ μέρεσιν ὁμοιοῦται· περιφερὴς δʼ ὢν ἔχει τὰ μέρη περιφερῆ διὰ τοῦτο γὰρ κατὰ τὸν Πλάτωνα ἐν τῇ κεφαλῇ τὸ ἱερώτατον συνέστηκε νοῦς. καὶ τὸ χρῶμα δὲ καλόν· κυανώσει γὰρ κέχρωσται, ὃ πορφύρας μέν ἐστι μελάντερον στίλβουσαν δʼ ἔχει τὴν ποιότητα· καὶ διὰ ταύτην τὴν αἰτίαν τῷ τῆς χροιᾶς συντόνῳ διακόπτων τηλικαύτην ἀέρος ἀκόστασιν2 ἐκ τοσούτων διαστημάτων θεωρεῖται. καὶ ἐκ τοῦ μεγέθους καλός· πάντων γὰρ τῶν ὁμογενῶν τὸ περιέχον καλὸν ὡς ζῷον καὶ δένδρον. ἐπιτελεῖ τὸ κάλλος τοῦ κόσμου καὶ ταῦτα τὰ φαινόμενα· ὁ μὲν γὰρ λοξὸς κύκλος ἐν οὐρανῷ διαφόροις εἰδώλοις πεποίκιλται· "τῷ δ’ ἔνι καρκίνος ἐστί, λέων δ’ ἐπὶ τῷ, μετὰ δʼ αὐτὸν παρθένος, ἠδʼ ἐπί οἱ χηλαὶ καὶ σκορπίος αὐτὸς τοξευτής τε καὶ αἰγόκερως, ἐπὶ δʼ αἰγοκέρωτι ὑδροχόος· δύο δʼ αὐτὸν ἐπʼ ἰχθύες ἀστερόεντες· τοὺς δὲ μέτα κριός, ταῦρος δʼ ἐπὶ τῷ δίδυμοί τε." μυρία δʼ ἄλλα καθʼ ὁμοίας τοῦ κόσμου περικλάσεις πεποίηκεν· ὅθεν καὶ Εὐριπίδης φησὶ "τὸ τʼ ἀστερωπὸν οὐρανοῦ σέλας, χρόνου καλὸν ποίκιλμα, τέκτονος σοφοῦ." ἐλάβομεν δʼ ἐκ τούτου ἔννοιαν θεοῦ· ἀεί τε γὰρ ἥλιος καὶ σελήνη καὶ τὰ λοιπὰ τῶν ἄστρων τὴν ὑπόγειον φορὰν ἐνεχθέντα ὅμοια μὲν ἀνατέλλει τοῖς χρώμασιν, ἴσα δὲ τοῖς μεγέθεσι καὶ κατὰ τόπους καὶ κατὰ χρόνους τοὺς αὐτούς. διόπερ οἱ τὸν περὶ τῶν θεῶν παραδόντες σεβασμὸν διὰ τριῶν ἐξέθηκαν ἡμῖν εἰδῶν, πρῶτον μὲν τοῦ φυσικοῦ, δεύτερον δὲ τοῦ μυθικοῦ, τρίτον δὲ τοῦ τὴν μαρτυρίαν ἐκ τῶν νόμων εἰληφότος,3 διοικεῖσθαι διδάσκεται δὲ τὸ μὲν φυσικὸν ὑπὸ τῶν φιλοσόφων, τὸ δὲ μυθικὸν ὑπὸ τῶν ποιητῶν, τὸ δὲ νομικὸν ὑφʼ ἑκάστης ἀεὶ πόλεως συνίσταται. διαιρεῖται δʼ ἡ πᾶσα διδαχὴ εἰς εἴδη ἑπτά· καὶ πρῶτον μὲν τὸ ἐκ τῶν φαινομένων καὶ μετεώρων· θεοῦ γὰρ ἔννοιαν ἔσχον ἀπὸ τῶν φαινομένων ἀστέρων, ὁρῶντες τούτους μεγάλης συμφωνίας ὄντας αἰτίους καὶ τεταγμένας ἀνατολάς τε καὶ δυσμάς, ἡμέρας τε καὶ νύκτας χειμῶνά τε καὶ θέρος, καὶ τὰ ὑπὸ τῆς γῆς ζῳογονούμενα καὶ καρπογονούμενα. διὸ· πατὴρ μὲν ἔδοξεν αὐτοῖς οὐρανὸς ὑπάρχειν, μήτηρ δὲ γῆ· τούτων δʼ ὁ μὲν πατὴρ διὰ τὸ τὰς τῶν ὑδάτων ἐκχύσεις σπερμάτων ἔχειν τάξιν· ἡ δὲ γῆ μήτηρ διὰ τὸ δέχεσθαι ταῦτα καὶ τίκτειν· βλέποντες δὲ τοὺς ἀστέρας ἀεὶ θέοντας4 αἰτίους τε τοῦ θεωρεῖν ἡμᾶς ἥλιον καὶ σελήνην, θεοὺς προσηγόρευσαν. εἰς δεύτερον δὲ καὶ τρίτον τόπον τοὺς θεοὺς διεῖλον, εἴς τε τὸ βλάπτον καὶ τὸ ὠφελοῦν· καὶ τοὺς μὲν ὠφελοῦντας Δία Ἥραν Ἑρμῆν Δήμητραν τοὺς δὲ βλάπτοντας Ποινὰς Ἐρινύας Ἄρην, τούτους ἀφοσιούμενοι χαλεποὺς ὄντας καὶ βιαίους. τέταρτον καὶ πέμπτον προστεθείκασι τοῖς πράγμασι καὶ τοῖς πάθεσι, καθάπερ ἔρωτα Ἀφροδίτην Πόθον· πραγμάτων δʼ Ἐλπίδα Δίκην Εὐνομίαν. ἕκτον δὲ τόπον προσέλαβε τὸ ὑπὸ τῶν ποιητῶν πεπλασμένον· Ἡσίοδος γὰρ βουλόμενος τοῖς γενητοῖς θεοὺς πατέρας συστῆσαι εἰσήγαγε τοιούτους αὐτοῖς γεννήτορας "κοῖόν τε Κρεῖὸν θʼ Ὑπερίονά τʼ Ἰαπετόν τε·" διὰ τοῦτο καὶ μυθικὸν κέκληται. ἕβδομον δὲ καὶ ἐπὶ πᾶσι τὸ διὰ τὰς εἰς τὸν κοινὸν βίον εὐεργεσίας ἐκτετιμημένον ἀνθρώπινον δὲ γεννηθέν, ὡς Ἡρακλέα ὡς Διοσκόρους ὡς Διόνυσον. ἀνθρωποειδεῖς δʼ αὐτοὺς ἔφασαν εἶναι, διότι τῶν μὲν ἁπάντων τὸ θεῖον κυριώτατον, τῶν δὲ ζῴων ἄνθρωπος κάλλιστον καί, κεκοσμημένον ἀρετῇ διαφόρως κατὰ τὴν τοῦ νοῦ σύστασιν, τὸ κράτιστον. τοῖς οὖν ἀριστεύουσι τὸ κράτιστον ὁμοίως καὶ καλῶς ἔχειν διενοήθησαν.5
人类从何处获得神的观念。 斯多亚派如此定义神的本质(本性):是一种理智且如火的气息,虽无特定形状,却能转变成它所意欲之物,并与万物同化。人类获得关于神的观念,首先是从可见显象的美丽中摄取的;因为美的事物中绝无偶然且任意生成的,而是伴随着某种工匠式的技艺。宇宙是美丽的;这从其形状、颜色、大小以及环绕宇宙的星辰之多姿多彩中显而易见。宇宙呈球形,这在所有形状中位居第一;因为唯有这种形状与自身的部分相似,即整体是圆形的,其各部分也是圆形的。柏拉图正是因此认为,最神圣的部位——理智——建立在头部。宇宙的颜色也是美丽的;因为它染上了浓青色,这种颜色虽比紫红色更暗,却具有闪烁发光的品质;且正因如此,它凭借色彩的鲜明强烈穿透如此辽阔的空气间隙,从如此遥远的距离被我们观照。宇宙从其大小来看也是美丽的;因为在所有同类的物中,包容者都是美的,正如动物和树木一样。这些显象也成全了宇宙之美;因为天上的黄道斜环由各异的图象装饰而成: “环内有巨蟹,其后为狮子,其后 为室女,其后为螯爪与天蝎自身, 射手与摩羯,在摩羯之后 为宝瓶;其上有繁星闪烁的双鱼; 继它们之后为白羊,其后为金牛与双子。” 沿着宇宙类似的环状弯曲,还造就了无数其他星座;因此欧里庇得斯也说: “天宇星眸闪烁的光华, 乃是智巧工匠‘时间’的绮丽锦绣。” 我们正是由此获得了神的观念。因为太阳、月亮以及其余诸星在经历了地下运行之后,升起时总保持着相似的色彩与相等的体积,并在相同的地方和相同的时刻升起。因此,传授关于神明之敬畏的人们通过三种类型向我们陈明:第一是自然之学,第二是神话之学,第三是源自城邦律法见证之学。自然之学由哲学家探究,神话之学由诗人教授,而律法之学则始终由各城邦确立。全部教义分为七种类型:第一种是源自可见天象与高空之物的类型。人们从显现的星辰中获得了神的观念,见到了它们是巨大和谐的肇因,以及规律的日出日落、白昼黑夜、严冬酷暑与大地所孕育之生灵与果实。因此,在他们看来天是父,地是母;其中天为父,是因为降下的水流相当于种籽;地为母,是因为她接纳这些并生产繁衍。人们看到星辰始终运行奔驰,以及太阳与月亮是我们得以观照的原因,便称它们为神。在第二与第三位置上,人们将诸神划分为有害者与有益者:有益者如宙斯、赫拉、赫尔墨斯、德墨忒尔;有害者如复仇女神们、厄里倪厄斯们与阿瑞斯,人们因其严苛与暴虐而向其献祭祈和。第四与第五位置归于事象与受动情感:属于受动情感的有爱欲、阿佛洛狄忒、渴念;属于事象的有希望、正义、良法秩序。第六位置则由诗人们所虚构之物占据:因为赫西俄德为了给被生成的诸神确立父辈神祇,便为他们引介了这样的生育者: “科俄斯、克利俄斯、许珀里翁与伊阿佩托斯;”因此这一种类型也被称为神话性的。第七种也是最后的,是那些虽生为凡人、却因对人类共同生活的恩泽而备受尊崇者,如赫拉克勒斯、狄俄斯库洛伊兄弟、狄奥尼索斯。人们说诸神具有人的形貌,是因为在万物中神圣者最为至高,而在动物中人类最为美丽,且依据理智的构造而异常卓越地饰以美德,最为强健。因此他们认为,最为至高之神同样应当具有最为优秀之人那般美好的形态。
- 879dὃ πάντων τῶν σχημάτων πρωτεύει
关系代词 ὃ 为中性单数主格,在概念上指代前文所述的“球形”这一几何形状(或隐含的中性名词 σχῆμα),尽管其前紧邻的表语形容词 σφαιροειδὴς 配合阳性主语 ὁ κόσμος 为阳性。
- 879dδιακόπτων τηλικαύτην ἀέρος ἀκόστασιν
分词 διακόπτων 为阳性单数主格,在语法上与本句的主语 ὁ κόσμος 保持一致。写本中的 ἀκόστασιν 是 ἀπόστασιν(距离、间隔)的传抄讹误,全句意为“穿透如此巨大的空气间隔”。
- 880aτρίτον δὲ τοῦ τὴν μαρτυρίαν ἐκ τῶν νόμων εἰληφότος
在介词 διά 所统辖的属格短语并列结构(πρῶτον μὲν τοῦ φυσικοῦ, δεύτερον δὲ τοῦ μυθικοῦ)中,修饰属格分词 εἰληφότος(及其冠词 τοῦ)的名词 εἴδους 被省略,整体表示“从城邦律法中获得佐证的(类型)”。
- 880bβλέποντες δὲ τοὺς ἀστέρας ἀεὶ θέοντας
将星辰“始终奔行”(ἀεὶ θέοντας)与被称为“神”(θεούς)相联系,是基于古希腊传统的通俗词源学,即将 θεός(神)追溯至动词 θέειν(奔跑)。
- 880dτοῖς οὖν ἀριστεύουσι τὸ κράτιστον ὁμοίως καὶ καλῶς ἔχειν διενοήθησαν
由 διενοήθησαν 统领的带不定式结构(acc. c. inf.),其中 τὸ κράτιστον 为不定式的逻辑主语,ἔχειν 为不定式。与格 τοῖς ἀριστεύουσι 表示参照或比照的对象(“与最卓越者相似”),说明最至高者(神)理应与万物中最优秀者(人)具有同样美好的形貌。
