- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0094.tlg003.humanitext-grc2:1.3#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本章探讨诸本原,依次阐述并评判了伊奥尼亚学派的泰勒斯、阿那克西曼德、阿那克西美尼、阿那克萨戈拉与阿尔克拉奥斯分别以水、无限、气、同质体与理智为本原的学说,随后介绍了以数、单元、不定双元及十数(四元)为本原的毕达哥拉斯学派学说。
Περὶ τῶν ἀρχῶν τί εἰσιν. Θαλῆς ὁ Μιλήσιος ἀρχὴν τῶν ὄντων ἀπεφήνατο τὸ ὕδωρ· δοκεῖ δʼ ὁ ἀνὴρ οὗτος ἄρξαι τῆς φιλοσοφίας καὶ ἀπʼ αὐτοῦ Ἰωνικὴ αἵρεσις προσηγορεύθη· ἐγένοντο γὰρ πλεῖσται διαδοχαὶ φιλοσοφίας. φιλοσοφήσας δʼ ἐν Αἰγύπτῳ πρεσβύτερος ἦλθεν εἰς Μίλητον. ἐξ ὕδατος δέ φησι πάντα εἶναι καὶ εἰς ὕδωρ πάντα ἀναλύεσθαι στοχάζεται δʼ ἐκ τούτου πρῶτον, ὅτι πάντων τῶν ζῴων ἡ γονὴ ἀρχή ἐστιν, ὑγρὰ οὖσα· οὕτως εἰκὸς καὶ τὰ πάντα ἐξ ὑγροῦ τὴν ἀρχὴν ἔχειν. δεύτερον, ὅτι πάντα τὰ φυτὰ ὑγρῷ τρέφεται καὶ καρποφορεῖ, ἀμοιροῦντα δὲ ξηραίνεται τρίτον, ὅτι καὶ αὐτὸ τὸ πῦρ τὸ τοῦ ἡλίου καὶ τὸ τῶν ἄστρων ταῖς τῶν ὑδάτων ἀναθυμιάσεσι τρέφεται καὶ αὐτὸς ὁ κόσμος· διὰ τοῦτο καὶ Ὅμηρος ταύτην τὴν γνώμην ὑποτίθεται περὶ τοῦ ὕδατος "Ὠκεανός, ὅσπερ γένεσις πάντεσσι τέτυκται." Ἀναξίμανδρος δʼ ὁ Μιλήσιός φησι τῶν ὄντων τὴν ἀρχὴν εἶναι τὸ ἄπειρον ἐκ γὰρ τούτου πάντα γίνεσθαι καὶ εἰς τοῦτο πάντα φθείρεσθαι διὸ καὶ γεννᾶσθαι ἀπείρους κόσμους, καὶ πάλιν φθείρεσθαι εἰς τὸ ἐξ οὗ γίνονται. λέγει γοῦν διότι ἄπειρόν ἐστιν, ἵνα μηδὲν ἐλλείπῃ ἡ γένεσις ἡ ὑφισταμένη. ἁμαρτάνει δʼ οὗτος, μὴ λέγων τί ἐστι τὸ ἄπειρον, πότερον ἀήρ ἐστιν ἢ ὕδωρ ἢ γῆ ἢ ἄλλα τινὰ σώματα. ἁμαρτάνει οὖν, τὴν μὲν ὕλην ἀποφαινόμενος τὸ δὲ ποιοῦν αἴτιον ἀναιρῶν· τὸ γὰρ ἄπειρον οὐδὲν ἄλλο ἢ ὕλη ἐστίν οὐ δύναται δʼ ἡ ὕλη εἶναι ἐνεργείᾳ, ἂν μὴ τὸ ποιοῦν ὑποκέηται. Ἀναξιμένης δʼ ὁ Μιλήσιος ἀρχὴν τῶν ὄντων ἀέρα ἀπεφήνατο· ἐκ γὰρ τούτου τὰ πάντα γίνεσθαι καὶ εἰς αὐτὸν πάλιν ἀναλύεσθαι, οἷον ἡ ψυχή φησὶν ἡ ἡμετέρα ἀὴρ οὖσα συγκρατεῖ ἡμᾶς καὶ ὅλον τὸν κόσμον πνεῦμα καὶ ἀὴρ περιέχει· λέγεται δὲ συνωνύμως ἀὴρ καὶ πνεῦμα. ἁμαρτάνει δὲ καὶ οὗτος, ἐξ ἁπλοῦ καὶ μονοειδοῦς ἀέρος καὶ πνεύματος δοκῶν συνεστάναι τὰ ζῷα· ἀδύνατον γὰρ ἀρχὴν μίαν τὴν ὕλην τῶν ὄντων, ἐξ ἧς τὰ πάντα, ὑποστῆναι· ἀλλὰ καὶ τὸ ποιοῦν αἴτιον χρὴ ὑποτιθέναι οἷον ἄργυρος οὐκ ἀρκεῖ πρὸς τὸ ἔκπωμα γενέσθαι, ἂν μὴ καὶ τὸ ποιοῦν ᾖ, τουτέστιν ὁ ἀργυροκόπος ὁμοίως καὶ ἐπὶ τοῦ χαλκοῦ καὶ τοῦ ξύλου καὶ τῆς ἄλλης ὕλης. Ἀναξαγόρας ὁ Κλαζομένιος ἀρχὰς τῶν ὄντων τὰς ὁμοιομερείας ἀπεφήνατο· ἐδόκει γὰρ αὐτῷ ἀπορώτατον εἶναι, πῶς ἐκ τοῦ μὴ ὄντος δύναταί γίνεσθαι ἢ φθείρεσθαι εἰς τὸ μὴ ὄν· τροφὴν γοῦν προσφερόμεθα ἁπλῆν καὶ μονοειδῆ, οἷον τὸν Δημήτριον ἄρτον, τὸ ὕδωρ πίνοντες· καὶ ἐκ ταύτης τῆς τροφῆς τρέφεται θρὶξ φλὲψ ἀρτηρία νεῦρα ὀστᾶ καὶ τὰ λοιπὰ μόρια. τούτων οὖν γινομένων, ὁμολογητέον ἐστὶν ὅτι ἐν τῇ τροφῇ τῇ προσφερομένῃ πάντα ἐστὶ τὰ ὄντα καὶ ἐκ τῶν ὄντων πάντα αὔξεται καὶ ἐν ἐκείνῃ ἐστὶ τῇ τροφῇ μόρια αἵματος γεννητικὰ καὶ νεύρων καὶ ὀστέων καὶ τῶν ἄλλων ἃ ἦν λόγῳ θεωρητὰ μόρια. οὐ γὰρ δεῖ πάντα ἐπὶ τὴν αἴσθησιν ἀνάγειν, ὅτι ἄρτος καὶ τὸ ὕδωρ ταῦτα κατασκευάζει, ἀλλʼ ἐν τούτοις ἔστι λόγῳ θεωρητὰ μόρια. ἀπὸ τοῦ οὖν ὅμοια τὰ μέρη εἶναι ἐν τῇ τροφῇ τοῖς γεννωμένοις1 ὁμοιομερείας αὐτὰ ἐκάλεσε καὶ ἀρχὰς τῶν ὄντων ἀπεφήνατο καὶ τὰς μὲν ὁμοιομερείας ὕλην, τὸ δὲ ποιοῦν αἴτιον τὸν νοῦν τὸν τὰ πάντα διαταξάμενον. ἄρχεται δʼ οὕτως ὁμοῦ πάντα χρήματα ἦν, νοῦς δʼ αὐτὰ διῄρε καὶ διεκόσμησε χρήματα λέγων τὰ πράγματα. ἀποδεκτέος οὖν ἐστιν, ὅτι τῇ ὕλῃ τὸν τεχνίτην προσέζευξεν. Ἀρχέλαος Ἀπολλοδώρου Ἀθηναῖος ἀέρα ἄπειρον καὶ τὴν περὶ αὐτὸν πυκνότητα καὶ μάνωσιν· τούτων δὲ τὸ μὲν εἶναι πῦρ τὸ δʼ ὕδωρ. οὗτοι μὲν οὖν ἐφεξῆς ἀλλήλοις ταῖς διαδοχαῖς γενόμενοι τὴν λεχθεῖσαν Ἰωνικὴν συμπληροῦσι φιλοσοφίαν ἀπὸ Θάλητος. πάλιν δʼ ἀπʼ ἄλλης ἀρχῆς Πυθαγόρας Μνησάρχου Σάμιος, ὁ πρῶτος φιλοσοφίαν τούτῳ τῷ ῥήματι προσαγορεύσας, ἀρχὰς τοὺς ἀριθμοὺς καὶ τὰς συμμετρίας τὰς ἐν τούτοις, ἃς καὶ ἁρμονίας καλεῖ τὰ δʼ ἐξ ἀμφοτέρων σύνθετα στοιχεῖα, καλούμενα δὲ γεωμετρικά· πάλιν δὲ τὴν μονάδα καὶ τὴν ἀόριστον δυάδα ἐν ταῖς ἀρχαῖς. σπεύδει δʼ αὐτῷ τῶν ἀρχῶν ἡ μὲν ἐπὶ τὸ ποιητικὸν αἴτιον καὶ εἰδικόν,2 ὅπερ ἐστὶ νοῦς, ὁ θεός, ἡ δʼ ἐπὶ τὸ παθητικὸν τε καὶ ὑλικόν, ὅπερ ἐστὶν ὁ ὁρατὸς κόσμος·. εἶναι δὲ τὴν φύσιν τοῦ ἀριθμοῦ δεκάδα· μέχρι γὰρ τῶν δέκα πάντες Ἕλληνες, πάντες βάρβαροι ἀριθμοῦσιν, ἐφʼ ἃ ἐλθόντες πάλιν ἀναποδοῦσιν ἐπὶ τὴν μονάδα· καὶ τῶν δέκα πάλιν, φησίν, ἡ δύναμίς ἐστιν ἐν τοῖς τέσσαρσι καὶ τῇ τετράδι τὸ δʼ αἴτιον, εἴ τις ἀπὸ τῆς μονάδος ἀναποδῶν κατὰ πρόσθεσιν τιθείη τοὺς ἀριθμοὺς ἄχρι τῶν τεσσάρων προελθὼν ἐκπληρώσει3 τὸν δέκα ἀριθμόν ἐὰν δὲ ὑπερβάληται
关于诸本原究竟是什么。 米利都的泰勒斯主张,存在事物的本原是水。这个人被认为开创了哲学,爱奥尼亚学派也因他得名;因为哲学产生了极多的传承体系。他在埃及研修哲学后,年事已高时回到米利都。他说万物皆由水生成,万物皆分解为水。他首先根据这一点进行推测:一切动物的种子作为本原都是潮湿的;同样,万物由湿润之物取得本原也是合理的。其次,根据一切植物都由湿润之物滋养并结果,失去湿润则枯萎。第三,根据太阳和诸星辰的火本身以及宇宙本身,都是由水的蒸气滋养的。由于这个原因,荷马也关于水提出了这种看法: “大洋神,他成了万物的源头。” 米利都的阿那克西曼德说,存在事物的本原是无限(无定);因为万物由其生成,万物亦复归于其而毁灭。因此有无限的世界生成,又归于它们由之生成的本原而毁灭。他至少指出了其为无限的原因,是为了使现存的生成绝不匮乏。但这人的错误在于没有说明这无限究竟是什么,究竟是气、是水、是土,还是某种其他物体。因此,他的错误在于指出了质料,却取消了动力因;因为无限无非就是质料,而若不奠定动力因作为基础,质料就不可能处于现实态之中。 米利都的阿那克西美尼宣布,存在事物的本原是气;因为万物皆由其生成,并再度分解为它。例如: “正如我们的灵魂”,他说,“作为气维系着我们,气息与气也包容着整个宇宙”;气和气息在此是同义使用的。但这个人也犯了错误,以为动物是由单纯且单一形态的气和气息构成的;因为万物由之产生的存在事物的质料不可能作为单一本原而存立,而必须同时假定动力因。例如,除非有造作者,即银匠存在,否则仅有银不足以生成杯子;在青铜、木材以及其他质料上也是同样道理。 克拉佐美奈的阿那克萨戈拉宣布,存在事物的本原是同质体(种子);因为在他看来,最费解的问题莫过于事物如何能从非存在中生成,或毁灭为非存在。至少我们摄取单纯且单一形态的食物,如得墨忒耳的面包,并饮用水;而从这种食物中,毛发、静脉、动脉、肌腱、骨骼以及其余部分得到了滋养。既然这些现象发生,就必须承认:在摄入的食物中存在着一切事物,万物皆从已有事物中增长;在那食物中存在着生成血液、肌腱、骨骼及其他部分的微粒,这些微粒是唯由理智所能观照的。因为不应把一切都归结于感觉,以为面包和水造就了这些东西,而在它们之中存在着唯由理智所能观照的微粒。因此,根据食物中的组成部分与生成出来的部分相似这一事实,他把它们称为同质体,并断定它们是存在事物的本原;他把同质体视为质料,而把安排万物的理智(心灵)视为动力因。他的著作是这样开篇的: “一切事物混然一体,而理智把它们分开并加以安排”,他把事物称为“财富”。因此,他应当受到肯定,因为他将技艺匠人与质料结合在了一起。 阿波罗多洛斯之子、雅典人阿尔克拉奥斯主张,本原是无限的气以及围绕着它的浓缩与稀薄;其中一者为火,另一者为水。 这些人依序相承,构成了从泰勒斯开始的所谓爱奥尼亚哲学。 另一方面,从另一个源头出发,萨摩斯人谟涅萨耳科斯之子毕达哥拉斯——他是第一个用“哲学”这个词来称呼这门学问的人——主张诸本原是数以及其中的比例(他也称之为和谐),而由两者复合而成的则是元素(被称为几何元素);他又在诸本原中设立了一(单元)与不定的二(双元)。对他而言,诸本原中的一者倾向于动力因和形式因,即理智或神;另一者则倾向于被动因和质料因,即可见的宇宙。他认为数的本性是十(十元);因为所有的希腊人和所有的蛮族都数到十为止,数到十之后又折返回单元。他又说,十的力量存在于四以及四元之中。其原因在于:如果有人从单元开始,通过相加依次排列数字,进行到四为止,他就会填满十这个数;但如果超过了……
- 876dἀπὸ τοῦ οὖν ὅμοια τὰ μέρη εἶναι ἐν τῇ τροφῇ τοῖς γεννωμένοις
介词 ἀπό 支配带冠词的不定式(ἀπὸ τοῦ ... εἶναι),表示原因或根据(“由于……这一事实”)。宾格短语 τὰ μέρη 作不定式 εἶναι 的逻辑主语,与格 τοῖς γεννωμένοις 则作形容词 ὅμοια 的补足语。
- 876eσπεύδει δʼ αὐτῷ τῶν ἀρχῶν ἡ μὲν ἐπὶ τὸ ποιητικὸν αἴτιον καὶ εἰδικόν
不及物动词 σπεύδει 与介词短语 ἐπὶ τὸ ποιητικὸν αἴτιον 连用,表示趋向或指归(“趋向于……”)。与格 αὐτῷ 作关涉与格(“对他而言”),部分属格 τῶν ἀρχῶν 则被分配为主语 ἡ μέν 与 ἡ δέ(“其一……另一……”)。
- 876eεἴ τις ἀπὸ τῆς μονάδος ἀναποδῶν κατὰ πρόσθεσιν τιθείη τοὺς ἀριθμοὺς ἄχρι τῶν τεσσάρων προελθὼν ἐκπληρώσει
一种混合条件句:前件采用祈愿语气 τιθείη(表示假设性操作),后件采用将来时直陈语气 ἐκπληρώσει。这种结构表明,一旦假设的操作成立,其数学必然结果是确定无疑的。分词 προελθών 与主语 τις 一致,修饰行进至四的过程。
