← 伪普鲁塔克

哲学家教义志

§1.0-1.2

哲学的划分与自然及本原与元素的定义

在概述哲学的划分(斯多亚学派的三分法与漫步学派的理论/实践二分法)之后,本文给出了亚里士多德对“自然”的定义,并阐明了“本原”与“元素”之间的本质区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0

μέλλοντες τὸν φυσικὸν παραδώσειν λόγον ἀναγκαῖον ἡγούμεθα εὐθὺς ἐν ἀρχαῖς διελέσθαι τὴν τῆς φιλοσοφίας πραγματείαν, ἵνʼ εἰδῶμεν τί ἐστι καὶ πόστον μέρος αὐτῆς ἡ φυσικὴ διέξοδος. οἱ μὲν οὖν Στωικοὶ ἔφασαν τὴν μὲν σοφίαν εἶναι θείων τε καὶ ἀνθρωπίνων ἐπιστήμην, τὴν δὲ φιλοσοφίαν ἄσκησιν ἐπιτηδείου τέχνης, ἐπιτήδειον δʼ εἶναι μίαν καὶ ἀνωτάτω τὴν ἀρετήν, ἀρετὰς δὲ τὰς γενικωτάτας τρεῖς, φυσικὴν ἠθικὴν λογικήν· διʼ ἣν αἰτίαν καὶ τριμερής ἐστιν ἡ φιλοσοφία, ἧς τὸ μὲν φυσικὸν τὸ δʼ ἠθικὸν τὸ δὲ λογικόν· καὶ φυσικὸν μὲν ὅταν περὶ κόσμου ζητῶμεν καὶ τῶν ἐν κόσμῳ, ἠθικὸν δὲ τὸ κατησχολημένον περὶ τὸν ἀνθρώπινον βίον, λογικὸν δὲ τὸ περὶ τὸν λόγον, ὃ καὶ διαλεκτικὸν καλοῦσιν. Ἀριστοτέλης δὲ καὶ Θεόφραστος καὶ σχεδὸν πάντες οἱ Περιπατητικοὶ διείλοντο τὴν φιλοσοφίαν οὕτως· ἀναγκαῖον τὸν τέλειον ἄνδρα καὶ θεωρητικὸν εἶναι τῶν ὄντων καὶ πρακτικὸν τῶν δεόντων· τοῦτο δʼ ἔξεστι καὶ ἐκ τούτων συνιδεῖν, οἷον ζητεῖται εἰ ζῷον ἢ μὴ ζῷον ὁ ἥλιος, εἴπερ ὁρᾶται· ὁ τοῦτο δὲ ζητῶν θεωρητικός ἐστιν· οὐδὲ γάρ τι πλέον θεωρεῖται ἢ τὸ ὄν. ζητεῖται ὁμοίως εἰ ἄπειρος ὁ κόσμος ἐστὶ καὶ εἰ ἔξω τι τοῦ κόσμου ἔστι· ταῦτα γὰρ πάντα θεωρητικά. ζητεῖται πάλιν πῶς βιοτεύειν καὶ πῶς προΐστασθαι τέκνων προσήκει καὶ πῶς ἄρχειν καὶ πῶς νομοθετεῖν· ταῦτα γὰρ πάντα ἕνεκα τοῦ πρᾶξαι ζητεῖται καὶ ἔστιν ὁ τοιοῦτος πρακτικὸς ἀνήρ.

我们既然要传授关于自然的论说,便认为在一开始就划分哲学的领域是必要的,以便我们了解自然学的考察究竟是什么,以及它占哲学的哪一部分。斯多亚学派的人断言,智慧是关于神圣事物和人类事物的知识,而哲学则是对合宜之技艺的操练;唯一的、至高无上的合宜之技艺便是德性,而最普遍的德性有三种:物理的、伦理的和逻辑的。由于这个原因,哲学也是三部分的,其一部分是物理学,另一部分是伦理学,再一部分是逻辑学:当我们探究宇宙以及宇宙中的事物时,便是物理学;致力于人类生活的,是伦理学;关乎言语的,则是逻辑学,他们也称之为辩证法。亚里士多德、泰奥弗拉斯托斯以及几乎所有的漫步学派则如此划分哲学:完人必须既是存在事物的观照者,又是应行之事的实践者。这一点也可以从以下事例中看出:例如,探究太阳是否为动物,既然它是可见的;探究这一问题的人便是观照者,因为观照的对象无非是存在的事物。同样地,探究宇宙是否无限,以及宇宙之外是否存在某种事物;因为所有这些都是观照性的。再者,探究应当如何生活,应当如何养育子女,如何施行统治与立法;因为探究所有这些都是为了行动,而这样的人便是实践的人。

§1.1

Τί ἐστι φύσις. ἐπειδὴ πρόκειται ἡμῖν τὰ φυσικὰ θεωρῆσαι, ἀναγκαῖον ἡγοῦμαι δηλῶσαι, τί ποτʼ ἐστὶν ἡ φύσις ἄτοπον γὰρ πειρᾶσθαι μὲν φυσιολογεῖν, ἀγνοεῖν δʼ αὐτὸ τοῦτο, τὴν τῆς φύσεως δύναμιν. ἔστιν οὖν, κατὰ τὸν Ἀριστοτέλην, φύσις ἀρχὴ κινήσεως καὶ ἠρεμίας, ἐν ᾧ πρώτως ἐστὶ καὶ οὐ κατὰ συμβεβηκός·1 πάντα γὰρ τὰ ὁρώμενα, ὅσα μήτε ὑπὸ τύχης μήτε ὑπʼ ἀνάγκης μήτʼ ἐστὶ θεῖα μήτε τοιαύτην αἰτίαν ἔχει, φυσικὰ λέγεται καὶ φύσιν ἰδίαν ἔχει οἷον γῆ πῦρ ὕδωρ ἀὴρ φυτὰ ζῷα· ἔτι δὲ ταῦτα τὰ γινόμενα, ὄμβροι χάλαζαι κεραυνοὶ πρηστῆρες ἄνεμοι ταῦτα γὰρ ἀρχὴν ἔχει τινα· οὐ γὰρ ἐξ αἰῶνος ἕκαστον τούτων ἐστὶν ἀλλʼ ἀπό τινος ἀρχῆς γίνεται· καὶ ταῦτα μέντοι, οἷον ζῷα φυτά, ἀρχὴν γενέσεως ἔχει· ἐν δὴ τούτοις ἡ φύσις ἀρχὴ τὸ πρῶτόν ἐστι καὶ οὐ μόνον κινήσεως ἀλλὰ καὶ ἠρεμίας ὅσα γὰρ ἀρχὴν κινήσεως ἔλαβε, ταῦτα δύναται λαβεῖν καὶ τελευτήν. διὰ τοῦτο οὖν ἡ φύσις ἀρχὴ κινήσεώς ἐστι καὶ ἠρεμίας Τίνι διαφέρει ἀρχὴ καὶ στοιχεῖα. οἱ μὲν οὖν περὶ Ἀριστοτέλην καὶ Πλάτωνα διαφέρειν ἡγοῦνται ἀρχὴν καὶ στοιχεῖα, Θαλῆς δʼ ὁ Μιλήσιος ταὐτὸν νομίζει ἀρχὴν καὶ στοιχεῖα. πλεῖστον δʼ ὅσον2 διαφέρει ἀλλήλων τὰ μὲν γὰρ στοιχεῖά ἐστι σύνθετα, τὰς δʼ ἀρχάς φαμεν εἶναι οὔτε συνθέτους οὔτʼ ἀποτελέσματα οἷον στοιχεῖα μὲν καλοῦμεν γῆν ὕδωρ ἀέρα πῦρ· ἀρχὰς δὲ λέγομεν διὰ τοῦτο, ὅτι οὐκ ἔχει τι πρότερον ἐξ οὗ γεννᾶται, ἐπεὶ οὐκ ἔσται ἀρχὴ τοῦτο, ἀλλʼ ἐκεῖνο ἐξ οὗ γεγέννηται. τῆς δὲ γῆς καὶ τοῦ ὕδατος ἔστι τινὰ πρότερα ἐξ ὧν γέγονεν, ἡ ὕλη ἄμορφος οὖσα καὶ ἀειδής, καὶ τὸ εἶδος ὃ καλοῦμεν ἐντελέχειαν, καὶ ἡ στέρησις. ἁμαρτάνει οὖν ὁ Θαλῆς στοιχεῖον καὶ ἀρχὴν λέγων τὸ ὕδωρ,

何谓自然。 既然观照自然事物摆在我们面前,我认为必须阐明自然究竟是什么;因为企图探讨自然学,却不知道这本身——即自然的力量,那是荒谬的。因此,按照亚里士多德的说法,自然是在它直接存在于其中且非出于偶性的事物中,运动和静止的本原。因为所有可见的事物,凡不是出于偶然,不是出于必然,不是神圣的,也不具有此类原因的,都被称为自然事物,并具有各自的自然,例如土、火、水、气、植物、动物;此外还有这些生成的事物,如暴雨、冰雹、雷电、狂风与风;因为这些事物也有某种本原。因为这些事物中的每一种都不是永恒存在的,而是从某种本原生成的;而这些事物,如动物和植物,也具有生成的本原。正是在这些事物中,自然是第一位的本原,不仅是运动的本原,而且也是静止的本原;因为凡是接受了运动本原的事物,也能接受终结。因此,基于这一原因,自然是运动和静止的本原。本原与元素有何区别。 亚里士多德与柏拉图学派的人认为本原与元素不同,但米利都的泰勒斯却认为本原与元素是同一的。然而它们彼此之间有着极大的区别:因为我们说元素是复合的,而本原既非复合,亦非产生的结果。例如,我们称土、水、气、火为元素;而我们之所以称〔某物〕为本原,是因为在它之前不再有产生它的先在之物,否则这物就不是本原,而产生它的那物才是本原。然而,对于土和水而言,存在着它们由之生成的某些先在之物,那就是无形态无形象的质料、我们称之为现实态的形式,以及缺失。因此,泰勒斯把水既称为元素又称为本原是错误的。

语法注2 条
  1. 875bἐν ᾧ πρώτως ἐστὶ καὶ οὐ κατὰ συμβεβηκός

    引自亚里士多德《物理学》卷二第一章关于自然的定义。关系从句 ἐν ᾧ 的先行词被省略,意指自然所内在于的基底(即运动或静止的主体)。副词 πρώτως(直接地、原初地)与 οὐ κατὰ συμβεβηκός(非偶然地)相对立,排除了附随性的内在联系(例如医生给自己治病)。

  2. 875cπλεῖστον δʼ ὅσον

    短语 πλεῖστον ὅσον 是一种习语结构(相当于拉丁语的 immensum quantum),作副词短语使用,意为“极大地”或“极其”,修饰动词 διαφέρει。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0094.tlg003.humanitext-grc2:1.0-1.2