← 伪普鲁塔克

论音乐

§7-9

阿夫洛斯律调与斯巴达音乐制度的建立

作者转向讨论阿夫洛斯独奏的律调(如多头调、战车调、枝条调等)及其发明者与传承,随后概述斯巴达音乐制度的第一次确立(泰尔潘德罗斯)与第二次确立(萨勒塔斯、塞诺达摩斯等人)及其各自的诗歌体裁。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7

ἐπεὶ δὲ τοὺς αὐλῳδικοὺς νόμους καὶ κιθαρῳδικοὺς ὁμοῦ τοὺς ἀρχαίους ἐμπεφανίκαμεν, μεταβησόμεθα ἐπὶ μόνους τοὺς αὐλῳδικούς. λέγεται γὰρ τὸν προειρημένον Ὄλυμπον, αὐλητὴν ὄντα τῶν ἐκ Φρυγίας, ποιῆσαι νόμον αὐλητικὸν εἰς Ἀπόλλωνα τὸν καλούμενον Πολυκέφαλον εἶναι δὲ τὸν Ὄλυμπον τοῦτόν φασιν ἕνα τῶν ἀπὸ τοῦ πρώτου Ὀλύμπου τοῦ Μαρσύου, πεποιηκότος εἰς τοὺς θεοὺς τοὺς νόμους·1 οὗτος γὰρ παιδικὰ γενόμενος Μαρσύου καὶ τὴν αὔλησιν μαθὼν παρʼ αὐτοῦ τοὺς νόμους τοὺς ἁρμονικοὺς ἐξήνεγκεν εἰς τὴν Ἑλλάδα, οἷς νῦν χρῶνται οἱ Ἕλληνες ἐν ταῖς ἑορταῖς τῶν θεῶν. ἄλλοι δὲ Κράτητος εἶναί φασι τὸν Πολυκέφαλον νόμον, γενομένου μαθητοῦ Ὀλύμπου ὁ δὲ Πρατίνας Ὀλύμπου φησὶν εἶναι τοῦ νεωτέρου Τὸν νόμον τοῦτον. τὸν δὲ καλούμενον Ἁρμάτιον νόμον λέγεται ποιῆσαι ὁ πρῶτος Ὄλυμπος, ὁ Μαρσύου μαθητής. τὸν δὲ Μαρσύαν φασί τινες Μάσσην καλεῖσθαι· οἱ δʼ οὔ, ἀλλὰ Μαρσύαν εἶναι δʼ αὐτὸν Ὑάγνιδος υἱόν, τοῦ πρώτου εὑρόντος τὴν αὐλητικὴν τέχνην. ὅτι δʼ ἐστὶν Ὀλύμπου ὁ ἁρμάτιος νόμος, ἐκ τῆς Γλαύκου ἀναγραφῆς τῆς ὑπὲρ τῶν ἀρχαίων ποιητῶν μάθοι ἄν τις, καὶ ἔτι γνοίη ὅτι Στησίχορος ὁ Ἱμεραῖος οὔτʼ Ὀρφέα οὔτε Τέρπανδρον οὔτʼ Ἀρχίλοχον οὔτε Θαλήταν ἐμιμήσατο, ἀλλʼ Ὄλυμπον, χρησάμενος τῷ ἁρματίῳ νόμῳ καὶ τῷ κατὰ δάκτυλον εἴδει, ὃ τινες ἐξ ὀρθίου νόμου φασὶν εἶναι. ἄλλοι δέ τινες ὑπὸ Μυσῶν εὑρῆσθαι τοῦτον τὸν νόμον· γεγονέναι γάρ τινας ἀρχαίους αὐλητὰς Μυσούς.

既然我们已经一并阐明了古代的阿夫洛斯伴唱律调和基萨拉伴唱律调,我们现在就转入单论阿夫洛斯独奏的律调。据说前述的奥林波斯是一位来自弗律癸亚的管乐手,他为阿波罗创作了一种被称为“多头调”(波利凯法洛斯)的阿夫洛斯独奏律调。人们说这位奥林波斯是第一位奥林波斯(即玛耳叙阿斯的弟子)的后裔之一,那位第一位奥林波斯曾创作献给诸神的律调;因为后者作为玛耳叙阿斯所宠爱的少年并从他那里学会吹管之后,便将如今希腊人在神明节日中使用的旋律律调传入了希腊。但另有人说,多头调属于曾是奥林波斯弟子的克拉忒斯;而普拉提纳斯则说这个律调属于较年轻的奥林波斯。至于所谓“战车调”(哈尔马蒂奥斯),据说是由第一位奥林波斯,即玛耳叙阿斯的弟子所创。关于玛耳叙阿斯,有人说他被称为马塞斯,另有人说并非如此,而是叫玛耳叙阿斯,且他是最早发明吹管技艺的许阿格尼斯之子。至于战车调属于奥林波斯,人们可以从格劳库斯关于古代诗人的记载中得知,并且还能了解到,希墨拉的斯忒西科罗斯既未模仿奥耳甫斯,也未模仿泰尔潘德罗斯、阿耳基罗库斯或萨勒塔斯,而是模仿了奥林波斯,采用了战车调以及长短短格形式(有人说这种形式来自高直律调)。但另有一些人说这个律调是由密细亚人发明的,因为古代曾有一些密细亚管乐手。

§8

καὶ ἄλλος δʼ ἐστὶν ἀρχαῖος νόμος καλούμενος κραδίας, ὅν φησιν Ἱππῶναξ Μίμνερμον αὐλῆσαι. ἐν ἀρχῇ γὰρ ἐλεγεῖα μεμελοποιημένα οἱ αὐλῳδοὶ ᾖδον· τοῦτο δὲ δηλοῖ ἡ τῶν Παναθηναίων γραφὴ ἡ περὶ τοῦ μουσικοῦ ἀγῶνος. γέγονε δὲ καὶ Σακάδας Ἀργεῖος ποιητὴς μελῶν τε καὶ ἐλεγείων μεμελοποιημένων· ὁ δʼ αὐτὸς καὶ ποιητὴς ἀγαθὸς καὶ τὰ Πύθια τρὶς νενικηκὼς ἀναγέγραπται· τούτου καὶ Πίνδαρος μνημονεύει· τόνων γοῦν τριῶν ὄντων κατὰ Πολύμνηστον καὶ Σακάδαν, τοῦ τε Δωρίου καὶ Φρυγίου καὶ Λυδίου, ἐν ἑκάστῳ τῶν εἰρημένων τόνων στροφὴν ποιήσαντά φασι τὸν Σακάδαν διδάξαι ᾄδειν τὸν χορὸν Δωριστὶ μὲν τὴν πρώτην, Φρυγιστὶ δὲ τὴν δευτέραν, Λυδιστὶ δὲ τὴν τρίτην· καλεῖσθαι δὲ Τριμερῆ τὸν νόμον τοῦτον διὰ τὴν μεταβολήν. ἐν δὲ τῇ ἐν Σικυῶνι ἀναγραφῇ τῇ περὶ τῶν ποιητῶν Κλονᾶς εὑρετὴς ἀναγέγραπται τοῦ τριμεροῦς νόμου.

还有另一种古代律调被称为“枝条调”(克拉狄亚),希波纳克斯说米姆涅尔莫斯曾用双管吹奏过它。因为最初阿夫洛斯歌唱者们唱的是谱成曲的哀歌;这一点由泛雅典娜节关于音乐竞赛的铭文所表明。此外还有阿尔戈斯的萨卡达斯,他是歌曲以及谱曲哀歌的诗人;同一人被记载既是一位优秀的诗人,又在皮提亚竞技中三次获胜;品达也提及了他。无论如何,在波利姆涅斯托斯和萨卡达斯的时代存在着三种调式——多里斯调、弗律癸亚调和吕底亚调,据说萨卡达斯在上述每个调式中各作了一节,并指导歌队以多里斯式唱第一节,以弗律癸亚式唱第二节,以吕底亚式唱第三节;而这个律调因这种转换被称为“三部调”(特里梅雷斯)。但在西库翁关于诗人的记载中,克罗纳斯被记载为三部调的发明者。

§9

ἡ μὲν οὖν πρώτη κατάστασις τῶν περὶ τὴν μουσικὴν ἐν τῇ Σπάρτῃ, Τερπάνδρου καταστήσαντος, γεγένηται· τῆς δευτέρας δὲ Θαλήτας τε ὁ Γορτύνιος καὶ Ξενόδαμος ὁ Κυθήριος καὶ Ξενόκριτος ὁ Λοκρὸς καὶ Πολύμνηστος ὁ Κολοφώνιος καὶ Σακάδας ὁ Ἀργεῖος μάλιστα αἰτίαν ἔχουσιν ἡγεμόνες γενέσθαι·2 τούτων γὰρ εἰσηγησαμένων τὰ περὶ τὰς γυμνοπαιδίας τὰς ἐν Λακεδαίμονι λέγεται κατασταθῆναι;3 τὰ περὶ τὰς ἀποδείξεις τὰς ἐν Ἀρκαδίᾳ, τῶν τε ἐν Ἄργει τὰ ἐνδυμάτια καλούμενα. ἦσαν δʼ οἱ περὶ Θαλήταν τε καὶ Ξενόδαμον καὶ Ξενόκριτον ποιηταὶ παιάνων, οἱ δὲ περὶ Πολύμνηστον τῶν ὀρθίων καλουμένων, οἱ δὲ περὶ Σακάδαν ἐλεγείων. ἄλλοι δὲ Ξενόδαμον ὑπορχημάτων ποιητὴν γεγονέναι φασὶ καὶ οὐ παιάνων, καθάπερ Πρατίνας· καὶ αὐτοῦ δὲ τοῦ Ξενοδάμου ἀπομνημονεύεται ᾆσμα, ὃ ἐστι φανερῶς ὑπόρχημα. κέχρηται δὲ τῷ γένει τῆς ποιήσεως ταύτης καὶ Πίνδαρος· ὁ δὲ παιὰν ὅτι διαφορὰν ἔχει πρὸς τὰ ὑπορχήματα, τὰ Πινδάρου ποιήματα δηλώσει· γέγραφε γὰρ καὶ παιᾶνας καὶ ὑπορχήματα.

因此,斯巴达关于音乐的第一次确立是在泰尔潘德罗斯确立之后产生的;而关于第二次确立,戈尔廷的萨勒塔斯、基西拉的塞诺达摩斯、洛克里的塞诺克利托斯、科罗封的波利姆涅斯托斯和阿尔戈斯的萨卡达斯最被认为是领军人物;因为据说正是由于这些人开创倡导,拉刻代蒙的裸童节仪规、阿耳卡狄亚的展示竞技仪规,以及阿尔戈斯所谓的“着衣节”仪规才得以确立。萨勒塔斯、塞诺达摩斯和塞诺克利托斯一派是佩安赞歌的诗人,波利姆涅斯托斯一派是所谓高直调的诗人,萨卡达斯一派则是哀歌的诗人。然而其他人则像普拉提纳斯一样,说塞诺达摩斯是歌舞曲(许波尔凯马)的诗人而非佩安赞歌的诗人;并且塞诺达摩斯本人的一首歌曲被流传下来,那显然是一首歌舞曲。品达也使用了这种诗歌体裁;至于佩安赞歌与歌舞曲之间有区别这一点,品达的诗作自会表明,因为他既写了佩安赞歌,也写了歌舞曲。

语法注3 条
  1. 7εἶναι δὲ τὸν Ὄλυμπον τοῦτόν φασιν ἕνα τῶν ἀπὸ τοῦ πρώτου Ὀλύμπου τοῦ Μαρσύου, πεποιηκότος εἰς τοὺς θεοὺς· τοὺς νόμους

    短语 τῶν ἀπὸ τοῦ πρώτου Ὀλύμπου 表示“第一位奥林波斯的后裔之一”(介词 ἀπό 表世系血统)。紧接的 τοῦ Μαρσύου 为表示师承关系的属格(省略了 μαθητοῦ,意为“玛耳叙阿斯的弟子”,参见下文的 Μαρσύου μαθητής)。分词短语 πεποιηκότος εἰς τοὺς θεοὺς τοὺς νόμους 在属格上与 τοῦ πρώτου Ὀλύμπου 保持一致修饰之,而非独立的属格绝对结构。

  2. 9τῆς δευτέρας δὲ Θαλήτας τε ... μάλιστα αἰτίαν ἔχουσιν ἡγεμόνες γενέσθαι

    句首的属格 τῆς δευτέρας 照应前句的 πρώτη κατάστασις(省略了 καταστάσεως),作为说明范围或目标的限定属格,由 ἡγεμόνες 或动词短语 αἰτίαν ἔχουσιν 所统辖。整句的主语是一系列人名(Θαλήτας 及其同位成分),主要谓语是 αἰτίαν ἔχουσιν(被认为/承担其名),γενέσθαι 为补充不定词,带主格表语 ἡγεμόνες。

  3. 9τούτων γὰρ εἰσηγησαμένων τὰ περὶ τὰς γυμνοπαιδίας τὰς ἐν Λακεδαίμονι λέγεται κατασταθῆναι

    τούτων εἰσηγησαμένων 为表原因或伴随情境的属格绝对结构(“由于这些人开创引入”)。主句由传述被动动词 λέγεται 统辖“对格加不定词”结构:不定词 κατασταθῆναι 拥有三个并列的宾格主语,即 τὰ περὶ τὰς γυμνοπαιδίας、τὰ περὶ τὰς ἀποδείξεις 以及前置了地点属格 τῶν ἐν Ἄργει 的 τὰ ἐνδυμάτια καλούμενα。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0094.tlg002.humanitext-grc2:7-9