- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0094.tlg002.humanitext-grc2:4-6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
吕西亚斯列举了阿夫洛斯管伴唱与基萨拉弹唱的古老律调名称及其以泰尔潘德罗斯为首的创作者谱系,阐明了古代音乐保持严格规则(律调)与质朴风格的演变历程。
οἱ δὲ νόμοι οἱ κατὰ τούτους, ἀγαθὲ Ὀνησίκρατες, αὐλῳδικοὶ ἦσαν, Ἀπόθετος, Ἔλεγοι, Κωμάρχιος, Σχοινίων, Κηπίων τε καὶ Δεῖος καὶ Τριμελής· ὑστέρῳ δὲ χρόνῳ καὶ τὰ Πολυμνάστια καλούμενα ἐξευρέθη. οἱ δὲ τῆς κιθαρῳδίας νόμοι πρότερον πολλῷ χρόνῳ τῶν αὐλῳδικῶν κατεστάθησαν ἐπὶ Τερπάνδρου· ἐκεῖνος γοῦν τοὺς κιθαρῳδικοὺς πρότερος ὠνόμασε, Βοιώτιόν τινα καὶ Αἰόλιον Τροχαῖόν τε καὶ Ὀξὺν Κηπίωνά τε καὶ Τερπάνδρειον καλῶν, ἀλλὰ μὴν καὶ Τετραοίδιον. πεποίηται δὲ τῷ Τερπάνδρῳ καὶ προοίμια κιθαρῳδικὰ ἐν ἔπεσιν. ὅτι δʼ οἱ κιθαρῳδικοὶ νόμοι οἱ πάλαι ἐξ ἐπῶν συνίσταντο, Τιμόθεος ἐδήλωσε τοὺς γοῦν πρώτους νόμους ἐν ἔπεσι διαμιγνύων διθυραμβικὴν λέξιν ᾖδεν,1 ὅπως μὴ εὐθὺς φανῇ παρανομῶν εἰς τὴν ἀρχαίαν μουσικήν. ἔοικε δὲ κατὰ τὴν τέχνην τὴν κιθαρῳδικὴν ὁ Τέρπανδρος διενηνοχέναι· τὰ Πύθια γὰρ τετράκις ἑξῆς νενικηκὼς ἀναγέγραπται. καὶ τοῖς χρόνοις δὲ σφόδρα παλαιός ἐστι· πρεσβύτερον γοῦν αὐτὸν Ἀρχιλόχου ἀποφαίνει Γλαῦκος ὁ ἐξ Ἰταλίας ἐν συγγράμματί τινι τῷ Περὶ τῶν ἀρχαίων ποιητῶν τε καὶ μουσικῶν φησὶ γὰρ αὐτὸν δεύτερον γενέσθαι μετὰ τοὺς πρώτους ποιήσαντας αὐλῳδίαν.
善良的奥内西克拉特斯,属于这些人之时代的阿夫洛斯管伴唱律调有:阿波忒托斯、哀歌调、科马耳基奥斯、斯科伊尼翁、凯皮翁、得伊奥斯和三段调;而在较晚的时代,所谓的波利姆涅斯托斯调也被发明出来。而基萨拉弹唱的律调早在阿夫洛斯伴唱律调之前很久、在泰尔潘德罗斯的时代便已确立;无论如何,是他最先命名了基萨拉律调,称之为维奥蒂亚调、埃奥利斯调、长短格调、尖锐调、凯皮翁调、泰尔潘德罗斯调,以及四段调。泰尔潘德罗斯也用史诗六音步创作了基萨拉弹唱的前奏曲。而古代的基萨拉律调是由史诗六音步构成的,这一点提摩太已经表明;至少,他演唱最初的律调时是在史诗诗句中掺杂狄梯朗波式的用语,以免立刻显得是在违背古代音乐。泰尔潘德罗斯在基萨拉技艺上似乎卓越超群;因为据记载他在皮提亚竞技中连续四次获胜。而且从时代上来看他也极其古老;至少,意大利的格劳库斯在一篇题为《论古代诗人和音乐家》的著作中表明他比阿耳基罗库斯更为古老,因为他说他仅次于最早创制阿夫洛斯管伴唱的人而居第二位。
Ἀλέξανδρος δʼ ἐν τῇ Συναγωγῇ τῶν περὶ Φρυγίας κρούματα Ὄλυμπον ἔφη πρῶτον εἰς τοὺς Ἕλληνας κομίσαι, ἔτι δὲ καὶ τοὺς Ἰδαίους Δακτύλους· Ὕαγνιν δὲ πρῶτον αὐλῆσαι, εἶτα τὸν τούτου υἱὸν Μαρσύαν, εἶτʼ Ὄλυμπον· ἐζηλωκέναι δὲ τὸν Τέρπανδρον Ὁμήρου μὲν τὰ ἔπη Ὀρφέως δὲ τὰ μέλη. ὁ δʼ Ὀρφεὺς οὐδένα φαίνεται μεμιμημένος· οὐδεὶς γάρ πω γεγένητο, εἰ μὴ οἱ τῶν αὐλῳδικῶν ποιηταί· τούτοις δὲ κατʼ οὐθὲν τὸ Ὀρφικὸν ἔργον ἔοικε. Κλονᾶς δʼ ὁ τῶν αὐλῳδικῶν νόμων ποιητής, ὁ ὀλίγῳ ὕστερον Τερπάνδρου γενόμενος, ὡς μὲν Ἀρκάδες λέγουσι, Τεγεάτης ἦν, ὡς δὲ Βοιωτοί, Θηβαῖος. μετὰ δὲ Τέρπανδρον καὶ Κλονᾶν Ἀρχίλοχος παραδίδοται γενέσθαι. ἄλλοι δέ τινες τῶν συγγραφέων Ἄρδαλόν φασι Τροιζήνιον πρότερον Κλονᾶ τὴν αὐλῳδικὴν συστήσασθαι μοῦσαν· γεγονέναι δὲ καὶ Πολύμνηστον ποιητὴν Μέλητος τοῦ Κολοφωνίου υἱόν· ὃν Πολύμνηστόν τε καὶ Πολυμνήστην νόμους ποιῆσαι. περὶ δὲ Κλονᾶ, ὅτι τὸν Ἀπόθετον νόμον καὶ Σχοινίωνα πεποιηκὼς εἴη, μνημονεύουσιν οἱ ἀναγεγραφότες· τοῦ δὲ Πολυμνήστου καὶ Πίνδαρος καὶ Ἀλκμὰν οἱ τῶν μελῶν ποιηταὶ ἐμνημόνευσαν· τινὰς δὲ τῶν νόμων τῶν κιθαρῳδικῶν τῶν ὑπὸ Τερπάνδρου πεποιημένων Φιλάμμωνά φασι τὸν ἀρχαῖον τὸν Δελφὸν συστήσασθαι.
亚历山大在《弗律癸亚纪事辑录》中说,奥林波斯最先将器乐旋律传入希腊人之中,此外还有伊达山的达克提洛斯人;并且是许阿格尼斯最早吹奏双管,接着是他的儿子玛耳叙阿斯,然后是奥林波斯。他还说泰尔潘德罗斯效仿了荷马的史诗诗句和奥耳甫斯的歌曲旋律。但奥耳甫斯似乎未曾模仿任何人;因为除阿夫洛斯伴唱的创作者之外,当时尚未有任何人物出现;而奥耳甫斯的作品与这些人毫无相似之处。阿夫洛斯伴唱律调的创作者克罗纳斯生于泰尔潘德罗斯之后不久,按阿耳卡狄亚人的说法是忒革亚人,按维奥蒂亚人的说法是忒拜人。据传在泰尔潘德罗斯和克罗纳斯之后阿耳基罗库斯出生。然而其他一些著述家说,特罗曾的阿耳达罗斯在克罗纳斯之前便确立了阿夫洛斯伴唱的乐艺;并且还有一位诗人波利姆涅斯托斯,他是科罗封人梅勒斯之子,创作了波利姆涅斯托斯调和波利姆涅斯泰调。关于克罗纳斯,记录者们提到他创作了阿波忒托斯调和斯科伊尼翁调;而抒情诗人们品达和阿尔克曼也都提及了波利姆涅斯托斯。有人还说,由泰尔潘德罗斯创作的基萨拉律调中,有某些调是由德尔斐的古代人菲拉蒙所确立的。
τὸ δʼ ὅλον ἡ μὲν κατὰ Τέρπανδρον κιθαρῳδία καὶ μέχρι τῆς Φρύνιδος ἡλικίας παντελῶς ἁπλῆ τις οὖσα διετέλει· οὐ γὰρ ἐξῆν τὸ παλαιὸν οὕτω ποιεῖσθαι τὰς κιθαρῳδίας ὡς νῦν οὐδὲ μεταφέρειν τὰς ἁρμονίας καὶ τοὺς ῥυθμούς ἐν γὰρ τοῖς νόμοις ἑκάστῳ διετήρουν τὴν οἰκείαν τάσιν· διὸ καὶ ταύτην ἐπωνυμίαν εἶχον· νόμοι γὰρ προσηγορεύθησαν, ἐπειδὴ οὐκ ἐξῆν παραβῆναι καθʼ ἕκαστον νενομισμένον εἶδος τῆς τάσεως.2 τὰ γὰρ πρὸς τοὺς θεοὺς ὡς βούλονται ἀφοσιωσάμενοι3 ἐξέβαινον εὐθὺς ἐπί τε τὴν Ὁμήρου καὶ τῶν ἄλλων ποίησιν· δῆλον δὲ τοῦτʼ ἐστὶ διὰ τῶν Τερπάνδρου προοιμίων. ἐποιήθη δὲ καὶ τὸ σχῆμα τῆς κιθάρας πρῶτον κατὰ Κηπίωνα, τὸν Τερπάνδρου μαθητὴν ἐκλήθη δʼ Ἀσιὰς διὰ τὸ κεχρῆσθαι τοὺς Λεσβίους αὐτῇ κιθαρῳδοὺς πρὸς τῇ Ἀσίᾳ κατοικοῦντας. τελευταῖον δὲ Περίκλειτόν φασι κιθαρῳδὸν νικῆσαι ἐν Λακεδαίμονι Κάρνεια, τὸ γένος ὄντα Λέσβιον· τούτου δὲ τελευτήσαντος, τέλος λαβεῖν Λεσβίοις τὸ συνεχὲς τῆς κατὰ τὴν κιθαρῳδίαν διαδοχῆς.4 ἔνιοι δὲ πλανώμενοι νομίζουσι κατὰ τὸν αὐτὸν χρόνον Τερπάνδρῳ Ἱππώνακτα γεγονέναι· φαίνεται δʼ Ἱππώνακτος καὶ Περίκλειτος ὢν πρεσβύτερος.
总的来说,自泰尔潘德罗斯时代直至弗律尼斯时代的基萨拉弹唱,始终保持着一种完全纯朴的状态。因为在古代,既不容许像如今这样演奏基萨拉,也不容许变换调式和节奏;因为他们在各个律调中都为每个律调保留其特有的音调。因此它们也才获得了这一名称:它们之所以被称为“律调”(法则),是因为不容许违背每种既定形式的音调。他们在随心如愿地对神明履行了敬礼之后,便立刻转入荷马和其他诗人的诗篇;这从泰尔潘德罗斯的前奏曲中显而易见。此外,基萨拉的形制最初也是在泰尔潘德罗斯的弟子凯皮翁时代制造出来的;它被称为“亚细亚式”,是因为靠近亚细亚居住的莱斯博斯岛基萨拉乐人们使用了它。据说莱斯博斯人伯里克利托斯是在拉刻代蒙的卡耳涅亚竞技中最后获胜的基萨拉乐人;他去世之后,莱斯博斯人在基萨拉弹唱方面的连续承续便告终结。然而有些人受了误导,认为希波纳克斯与泰尔潘德罗斯生于同一时代;但显而易见,甚至伯里克利托斯也比希波纳克斯年长。
- 4ἐν ἔπεσι διαμιγνύων διθυραμβικὴν λέξιν ᾖδεν
分词 διαμιγνύων(掺杂着)表示主动词 ᾖδεν(演唱)的方式。介词短语 ἐν ἔπεσι(在史诗六音步中)依附于 διαμιγνύων,构成“在六音步诗句中掺杂狄梯朗波式的用词来演唱”的句式结构。
- 6νόμοι γὰρ προσηγορεύθησαν, ἐπειδὴ οὐκ ἐξῆν παραβῆναι καθʼ ἕκαστον νενομισμένον εἶδος τῆς τάσεως
音乐术语 νόμος(律调)的词源学解释。作者借由它与“法则”(νόμος)以及动词“依惯例确定”(νομίζω)的同源关系,指出之所以称其为律调/法则,是因为在各调中“违背既定(νενομισμένον)的调性/张力(τάσις)形式是不被容许的”。
- 6τὰ γὰρ πρὸς τοὺς θεοὺς ὡς βούλονται ἀφοσιωσάμενοι
分词 ἀφοσιωσάμενοι 意为“履行敬神的宗教义务后”。从句 ὡς βούλονται(如其所愿/随意地)修饰履行的程度或方式,该分词表示在进入主句动作 ἐξέβαινον(转入)之前发生的前行动作。
- 6τέλος λαβεῖν Λεσβίοις τὸ συνεχὲς τῆς κατὰ τὴν κιθαρῳδίαν διαδοχῆς
宾格不定式结构,其中主语是中性名词化短语 τὸ συνεχὲς τῆς ... διαδοχῆς(承续的连续性),谓语是不定式 τέλος λαβεῖν(走向终结)。与格 Λεσβίοις 是表关系的与格(“对莱斯博斯人而言”)。
