← 伪普鲁塔克

论音乐

§10-12

早期抒情诗人与奥林波斯的律制演进

在梳理了关于波利姆涅斯托斯、萨勒塔斯与塞诺克利托斯的体裁与师承争议后,文本阐述了奥林波斯发明四分音调式的过程及其早期音阶结构,并论述了早期崇高节奏传统与后世诗人追求新奇通俗的变质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10

καὶ Πολύμνηστος δʼ αὐλῳδικοὺς νόμους ἐποίησεν· ἐν δὲ τῷ ὀρθίῳ νόμῳ τῇ μελοποιίᾳ κέχρηται, καθάπερ οἱ ἁρμονικοί φασιν, οὐκ ἔχομεν δʼ ἀκριβῶς εἰπεῖν· οὐ γὰρ εἰρήκασιν οἱ ἀρχαῖοί τι περὶ τούτου. καὶ περὶ Θαλήτα δὲ τοῦ Κρητός, εἰ παιάνων γεγένηται ποιητὴς, ἀμφισβητεῖται. Γλαῦκος γὰρ μετʼ Ἀρχίλοχον φάσκων γεγενῆσθαι Θαλήταν μεμιμῆσθαι μὲν αὐτόν φησι τὰ Ἀρχιλόχου μέλη, ἐπὶ δὲ τὸ μακρότερον ἐκτεῖναι, καὶ Μάρωνα καὶ Κρητικὸν ῥυθμὸν εἰς τὴν μελοποιίαν ἐνθεῖναι· οἷς Ἀρχίλοχον μὴ κεχρῆσθαι,1 ἀλλʼ οὐδʼ Ὀρφέα οὐδὲ Τέρπανδρον ἐκ γὰρ τῆς Ὀλύμπου αὐλήσεως Θαλήταν φασὶν ἐξειργάσθαι ταῦτα καὶ δόξαι ποιητὴν ἀγαθὸν γεγονέναι. περὶ δὲ Ξενοκρίτου ὃς ἦν τὸ γένος ἐκ Λοκρῶν τῶν ἐν Ἰταλίᾳ, ἀμφισβητεῖται εἰ παιάνων ποιητὴς γέγονεν· ἡρωϊκῶν γὰρ ὑποθέσεων πράγματα ἐχουσῶν ποιητὴν γεγονέναι φασὶν αὐτόν· διὸ καί τινας διθυράμβους καλεῖν αὐτοῦ τὰς ὑποθέσεις· πρεσβύτερον δὲ τῇ ἡλικίᾳ φησὶν ὁ Γλαῦκος Θαλήταν Ξενοκρίτου γεγονέναι.

波利姆涅斯托斯也创作了阿夫洛斯伴唱律调;而在高直律调中,如和声理论家们所言,他运用了旋律作法,但我们无法确切说明,因为古代作家对此未发一言。关于克里特的萨勒塔斯,他是否曾是佩安赞歌的诗人也存在争议。因为格劳库斯声称萨勒塔斯生活在阿耳基罗库斯之后,说他模仿了阿耳基罗库斯的歌调,但将其扩展至更长的篇幅,并将马隆步格和克里特节奏引入旋律创作中;这些是阿耳基罗库斯未曾使用的,甚至奥耳甫斯和泰尔潘德罗斯也未曾使用。人们说,萨勒塔斯正是从奥林波斯的双管吹奏中琢磨出这些元素,并获得了优秀诗人的声誉。至于原籍意大利洛克里的塞诺克利托斯,关于他是否是佩安赞歌的诗人也存在争议;因为人们说他是包含英雄主题事件的诗篇的作者,因此有些人也把他的作品称为狄梯兰博斯。格劳库斯还说,萨勒塔斯在年龄上长于塞诺克利托斯。

§11

Ὄλυμπος δὲ, ὡς Ἀριστόξενός φησιν, ὑπολαμβάνεται ὑπὸ τῶν μουσικῶν τοῦ ἐναρμονίου γένους εὑρετὴς γεγενῆσθαι· τὰ γὰρ πρὸ ἐκείνου πάντα διάτονα καὶ χρωματικὰ ἦν. ὑπονοοῦσι δὲ τὴν εὕρεσιν τοιαύτην τινὰ γενέσθαι· ἀναστρεφόμενον τὸν Ὄλυμπον2 ἐν τῷ διατόνῳ καὶ διαβιβάζοντα τὸ μέλος πολλάκις ἐπὶ τὴν διάτονον παρυπάτην, τοτὲ μὲν ἀπὸ τῆς παραμέσης τοτὲ δʼ ἀπὸ τῆς μέσης, καὶ παραβαίνοντα τὴν διάτονον λιχανὸν καταμαθεῖν τὸ κάλλος τοῦ ἤθους, καὶ οὕτω τὸ ἐκ τῆς ἀναλογίας συνεστηκὸς σύστημα θαυμάσαντα καὶ ἀποδεξάμενον ἐν τούτῳ ποιεῖν ἐπὶ τοῦ Δωρίου τόνου· οὔτε γὰρ τῶν τοῦ διατόνου ἰδίων οὔτε τῶν τοῦ χρώματος ἅπτεσθαι ἀλλʼ ἤδη τῶν τῆς ἁρμονίας. εἶναι δʼ αὐτῷ τὰ πρῶτα τῶν ἐναρμονίων τοιαῦτα. τιθέασι γὰρ τούτων πρῶτον τὸν Σπονδεῖον, ἐν ᾧ οὐδεμία τῶν διαιρέσεων τὸ ἴδιον ἐμφαίνει, εἰ μή τις εἰς τὸν συντονώτερον σπονδειασμὸν βλέπων αὐτὸ τοῦτο διάτονον εἶναι ἀπεικάσει. δῆλον δʼ ὅτι καὶ ψεῦδος καὶ θήσει ὁ τοιοῦτο τιθείς3 ψεῦδος μέν, ὅτι διέσει ἔλαττόν ἐστι τόνου τοῦ περὶ τὸν ἡγεμόνα κειμένου· ἐκμελὲς δέ, ὅτι, καὶ εἴ τις ἐν τῇ τοῦ τονιαίου δυνάμει τιθείη τὸ τοῦ συντονωτέρου σπονδειασμοῦ ἴδιον, συμβαίνοι ἂν δύο ἑξῆς τίθεσθαι δίτονα, τὸ μὲν ἀσύνθετον τὸ δὲ σύνθετον· τὸ γὰρ ἐν ταῖς μέσαις ἐναρμόνιον πυκνὸν, ᾧ νῦν χρῶνται, οὐ δοκεῖ τοῦ ποιητοῦ εἶναι. ῥᾴδιον δʼ ἐστὶ συνιδεῖν, ἐάν τις ἀρχαϊκῶς τινος αὐλοῦντος ἀκούσῃ ἀσύνθετον γὰρ βούλεται εἶναι καὶ τὸ ἐν ταῖς μέσαις ἡμιτόνιον. τὰ μὲν οὖν πρῶτα τῶν ἐναρμονίων τοιαῦτα· ὕστερον δὲ τὸ ἡμιτόνιον διῃρέθη ἔν τε τοῖς Λυδίοις καὶ ἐν τοῖς Φρυγίοις. φαίνεται δʼ Ὄλυμπος αὐξήσας μουσικὴν τῷ ἀγένητόν τι καὶ ἀγνοούμενον ὑπὸ τῶν ἔμπροσθεν εἰσαγαγεῖν,4 καὶ ἀρχηγὸς γενέσθαι τῆς Ἑλληνικῆς καὶ καλῆς μουσικῆς.

另一方面,如阿里斯托克塞诺斯所言,奥林波斯被音乐家们认为是四分音(微音阶)调式的发明者;因为在他之前的一切音乐都是自然全音阶和半音阶的。人们推测这一发明是如此产生的:奥林波斯在自然全音阶中回环运行,屡次将旋律从有时是副中音、有时是中音引向自然全音阶的副次低音,并跳过自然全音阶的示指音,从而领悟到了这种音乐品格之美;于是他赞赏并采纳了由此比例构成的音阶体系,并在多里斯调式上依此谱曲;因为他既不触及自然全音阶的特有音程,也不触及半音阶的特有音程,而是已经触及了和声音阶(四分音调式)的特有音程。对他而言,最早的四分音阶作品正是这种性质的。事实上,人们将“奠酒调”(斯蓬狄翁)列为其中的第一种,在其中没有任何细分音程显露出其特有的特征,除非有人着眼于更高紧度的奠酒调式,便揣度这本身就是自然全音阶。但显而易见的是,作此假设的人所假定的既是虚妄的,也是不合旋律法则的:说是虚妄的,是因为它比领音周围的全音少了一个微音(分音);说是不合旋律法则的,是因为即便有人将更高紧度的奠酒调式的特征置于全音的职能中,也会导致两个二全音连续排列,一个是单纯的,另一个是复合的;因为如今人们使用的中音区的四分音密集音程,似乎并不属于这位诗人。如果听一听某人以古法吹奏双管,便很容易看出这一点;因为中音区的半音也要求是不可复合分割的。四分音调式的最初形态便是如此;后来在吕底亚调和弗律癸亚调中半音才被分割。奥林波斯显然通过引入前人未曾创造且不为人知的东西而发展了音乐,并成为了高尚的希腊音乐的开创者。

§12

ἔστι δέ τις καὶ περὶ τῶν ῥυθμῶν λόγος· γένη γάρ τινα καὶ εἴδη ῥυθμῶν προσεξευρέθη, ἀλλὰ μὴν καὶ μελοποιιῶν τε καὶ ῥυθμοποιιῶν. προτέρα μὲν γὰρ ἡ Τερπάνδρου καινοτομία καλόν τινα τρόπον εἰς τὴν μουσικὴν εἰσήγαγε· πολύμνηστος δὲ μετὰ τὸν Τερπάνδρειον τρόπον, ᾧ καὶ ἐχρήσατο, καὶ αὐτὸς, μέντοι ἐχόμενος τοῦ καλοῦ τύπου, ὡσαύτως δὲ καὶ Θαλήτας καὶ Σακάδας· καὶ γὰρ οὗτοι κατά γε τὰς ῥυθμοποιίας ἱκανοί, οὐκ ἐκβαίνοντες μέντοι τοῦ καλοῦ τύπου. ἔστι δέ τις Ἀλκμανικὴ καινοτομία καὶ Στησιχόρειος, καὶ αὐταὶ οὐκ ἀφεστῶσαι τοῦ καλοῦ. Κρέξος δὲ καὶ Τιμόθεος καὶ Φιλόξενος καὶ οἱ κατʼ αὐτοὺς τὴν ἡλικίαν γεγονότες ποιηταὶ φορτικώτεροι καὶ φιλόκαινοι γεγόνασι, τὸν φιλάνθρωπον καὶ θεματικὸν νῦν ὀνομαζόμενον τρόπον διώξαντες· τὴν γὰρ ὀλιγοχορδίαν καὶ τὴν ἁπλότητα καὶ σεμνότητα τῆς μουσικῆς παντελῶς ἀρχαϊκὴν εἶναι συμβέβηκεν.

关于节奏也有一种论说;因为某些节奏的属和种被相继发明出来,旋律作法和节奏作法亦然。事实上,泰尔潘德罗斯较早的革新为音乐引入了一种优美的风尚;波利姆涅斯托斯继承了泰尔潘德罗斯的风尚——他也确实使用了这一风尚——却依然坚持优美的型式,萨勒塔斯和萨卡达斯同样如此;因为这些人在节奏作法上也造诣颇深,然而并没有偏离优美的型式。此外还有一种阿尔克曼式的革新和斯忒西科罗斯式的革新,它们本身也未曾脱离优美。然而克雷克索斯、提摩太、菲洛克塞诺斯以及与他们同辈的诗人们却变得更加庸俗且喜好新奇,他们追求如今被称为通俗且逐利的风尚;因为音乐的少弦、质朴和庄重,已经完全沦为了古旧之物。

语法注4 条
  1. 10οἷς Ἀρχίλοχον μὴ κεχρῆσθαι

    由关系代词 οἷς(先行词为马隆步格与克里特节奏)引导的关系从句,由于承接间接引语(φησί)的统辖,动词采用了不定式 κεχρῆσθαι 并使用否定词 μή,属于间接引语中从属节同化为不定式的构想。

  2. 11ἀναστρεφόμενον τὸν Ὄλυμπον

    由动词 ὑπονοοῦσι 所支配的长篇“宾格+不定式”结构的主语。分词 ἀναστρεφόμενον、διαβιβάζοντα 和 παραβαίνοντα 修饰 τὸν Ὄλυμπον,并顺次引出不定式 καταμαθεῖν 以及由分词 θαυμάσαντα καὶ ἀποδεξάμενον 伴随的 ποιεῖν,展现出连贯的叙述链条。

  3. 11δῆλον δʼ ὅτι καὶ ψεῦδος καὶ θήσει ὁ τοιοῦτο τιθείς

    手抄本所传 καὶ ψεῦδος καὶ θήσει 显然因紧随其后的双重阐述 ψεῦδος μέν... ἐκμελὲς δέ 而暴露出 ἐκμελές 的脱落。在句法上,ὁ τοιοῦτο τιθείς 为主语,θήσει 为谓语动词,ψεῦδος 与被省落的 ἐκμελές 充当宾语补足成分。

  4. 11τῷ ἀγένητόν τι καὶ ἀγνοούμενον ὑπὸ τῶν ἔμπροσθεν εἰσαγαγεῖν

    不带介词的定冠词不定式与格(τῷ ... εἰσαγαγεῖν),在句中充当手段/原因与格,修饰分词短语 αὐξήσας μουσικήν(“通过引入某种前所未有之事……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0094.tlg002.humanitext-grc2:10-12