- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0094.tlg002.humanitext-grc2:1-3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述者称赞教养的价值远胜于军功,并记述了奥内西克拉特斯在克罗诺斯节宴席上提出关于音乐起源与功用的问题。客人吕西亚斯对此予以回应,引证赫拉克利德的论述,概述了自安菲翁起的古代音乐家及其诗歌与旋律实践的历史。
ἡ μὲν Φωκίωνος τοῦ χρηστοῦ γυνὴ κόσμον αὑτῆς ἔλεγεν εἶναι τὰ Φωκίωνος στρατηγήματα· ἐγὼ δὲ κόσμον ἐμὸν οὐ μόνον ἴδιον, ἀλλὰ γὰρ καὶ κοινὸν τῶν οἰκείων πάντων ἡγοῦμαι τὴν τοῦ ἐμοῦ διδασκάλου περὶ λόγους σπουδήν. τῶν μὲν γὰρ στρατηγῶν τὰ ἐπιφανέστατα κατορθώματα σωτηρίας μόνον οἴδαμεν τῆς ἐκ τῶν παραχρῆμα κινδύνων αἴτια γιγνόμενα1 στρατιώταις ὀλίγοις ἢ πόλει μιᾷ ἢ κἂν ἑνί τινι ἔθνει, βελτίους δʼ οὐδαμῶς ποιοῦντα οὔτε τοὺς στρατιώτας οὔτε τοὺς πολίτας, ἀλλʼ οὐδὲ τοὺς ὁμοεθνεῖς· τὴν δὲ παιδείαν, οὐσίαν εὐδαιμονίας οὖσαν αἰτίαν τʼ εὐβουλίας, οὐ μόνον ἔστιν εὑρεῖν ἢ οἴκῳ ἢ πόλει ἢ ἔθνει χρησίμην, ἀλλὰ παντὶ τῷ τῶν ἀνθρώπων γένει. ὅσῳ οὖν ἡ ἐκ παιδείας ὠφέλεια μείζων πάντων στρατηγημάτων, τοσούτῳ καὶ ἡ περὶ αὐτῆς μνήμη ἀξία σπουδῆς.
良善者福基翁的妻子曾说,她自己的装饰是福基翁的战功;然而我认为,不仅是我个人的,而且确实是属于我所有亲族的共同装饰,是我老师对学术的热忱。因为我们知道,将领们最显赫的战功,仅仅是给少数士兵或一个城邦,抑或至多是一个部族带来免于眼前危机的救助,绝不能使士兵、公民甚至同胞变得更好;而教养作为幸福的本质与明智谋略的起因,不仅可以发现对一个家族、一个城邦或一个部族有用,更对全人类有用。因此,教养带来的益处比一切战功有多大,关于它的记忆就同样多么值得热忱对待。
τῇ γοῦν δευτέρᾳ τῶν Κρονίων ἡμέρᾳ ὁ καλὸς Ὀνησικράτης ἐπὶ τὴν ἑστίασιν ἄνδρας μουσικῆς ἐπιστήμονας παρακεκλήκει· ἦσαν δὲ Σωτήριχος Ἀλεξανδρεὺς καὶ Λυσίας, εἷς τις τῶν σύνταξιν παρʼ αὐτοῦ λαμβανόντων. ἐπεὶ δὲ τὰ νομιζόμενα συντετέλεστο τὸ μὲν αἴτιον τῆς ἀνθρώπου φωνῆς ἔφη ὅ τί πότʼ ἐστιν, ὦ ἑταῖροι, νῦν ἐπιζητεῖν οὐ συμποτικόν·2 σχολῆς γὰρ νηφαλιωτέρας δεῖται τὸ θεώρημα· ἐπεὶ δʼ ὁρίζονται τὴν φωνὴν οἱ ἄριστοι γραμματικοὶ ἀέρα πεπληγμένον αἰσθητὸν ἀκοῇ, ἐτυγχάνομέν τε χθὲς ἐζητηκότες περὶ γραμματικῆς, ὡς τέχνης ἐπιτηδείου γράμμασι τὰς φωνὰς δημιουργεῖν καὶ ταμιεύειν τῇ ἀναμνήσει, ἴδωμεν τίς μετὰ ταύτην δευτέρα πρέπουσα φωνῇ ἐπιστήμη. οἶμαι δʼ ὅτι μουσική. ὑμνεῖν γὰρ εὐσεβὲς καὶ προηγούμενον ἀνθρώποις τοὺς χαρισαμένους αὐτοῖς μόνοις τὴν ἔναρθρον φωνὴν θεούς· τοῦτο δὲ καὶ Ὅμηρος ἐπεσημήνατο ἐν οἷς λέγει "οἱ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο, καλὸν ἀείδοντες παιήονα, κοῦροι Ἀχαιῶν, μέλποντες Ἑκάεργον· ὁ δὲ φρένα τέρπετʼ ἀκούων." ἄγε δή, ὦ μουσικῆς θιασῶται, τίς πρῶτος ἐχρήσατο μουσικῇ, ἀναμνήσατε τοὺς ἑταίρους, καὶ τί εὗρε πρὸς αὔξησιν ταύτης ὁ χρόνος καί τίνες εὐδόκιμοι γεγόνασι τῶν τὴν μουσικὴν ἐπιστήμην μεταχειρισαμένων ἀλλὰ μὴν καὶ εἰς πόσα καὶ εἰς τίνα χρήσιμον τὸ ἐπιτήδευμα. ταῦτα μὲν εἶπεν ὁ διδάσκαλος.
总之,在克罗诺斯节的第二天,俊美的奥内西克拉特斯邀请通晓音乐的人士前来赴宴:他们是亚历山大里亚的索特里库斯,以及从他那里领取津贴的人之一吕西亚斯。当既定的礼节完成之后,他说道: “人类声音的起因究竟是什么,朋友们,现在去探讨并不合乎宴饮之宜;因为这一理论课题需要更为清醒的闲暇。然而,既然最优秀的文法学家将声音定义为‘听觉可感知的受击空气’,并且我们昨天碰巧探讨了文法,认为它是借由字母塑造声音并为回忆而加以贮藏的合宜技艺,那么让我们看看,继它之后适合于声音的第二种学问是什么。我认为是音乐。因为歌颂把清晰分节之声唯独赐予人类的神灵,对人类而言是虔敬且首要的。荷马在他所说的话中也指出了这一点: ‘他们整日用歌声抚慰神明, 阿开奥斯人的儿子们唱着优美的佩安赞歌, 歌颂远射之神;他听了心中欢喜。’ 来吧,音乐的追随者们,请向同伴们回忆,是谁最先使用了音乐,岁月为了它的发展发现了什么,在运用音乐学问的人中有哪些声名卓著,而且这一行当究竟在多少事物上以及对何种事物是有益的。” 老师说了这些话。
ὁ δὲ Λυσίας ὑπολαβὼν παρὰ πολλοῖς ἔφη ἐζητημένον πρόβλημα ἐπιζητεῖς, ἀγαθὲ Ὀνησίκρατες τῶν τε γὰρ Πλατωνικῶν οἱ πλεῖστοι καὶ τῶν ἀπὸ τοῦ Περιπάτου φιλοσόφων οἱ ἄριστοι περί τε τῆς ἀρχαίας μουσικῆς συντάξαι ἐσπούδασαν καὶ περὶ τῆς αὐτῇ γεγενημένης παραφθορᾶς· ἀλλὰ γὰρ καὶ γραμματικῶν καὶ ἁρμονικῶν οἱ ἐπʼ ἄκρον παιδείας ἐληλακότες πολλὴν σπουδὴν περὶ τοῦτο πεποίηνται. πολλὴ γοῦν ἡ τῶν συντεταχότων διαφωνία. Ἡρακλείδης δʼ ἐν τῇ Συναγωγῇ τῶν ἐν μουσικῇ τὴν κιθαρῳδίαν καὶ τὴν κιθαρῳδικὴν ποίησιν πρῶτόν φησιν Ἀμφίονα ἐπινοῆσαι τὸν Διὸς καὶ Ἀντιόπης, τοῦ πατρὸς δηλονότι διδάξαντος αὐτόν. πιστοῦται δὲ τοῦτο ἐκ τῆς ἀναγραφῆς τῆς ἐν Σικυῶνι ἀποκειμένης, διʼ ἧς τάς τε ἱερείας τὰς ἐν Ἄργει καὶ τοὺς ποιητὰς καὶ τοὺς μουσικοὺς ὀνομάζει. κατὰ δὲ τὴν αὐτὴν ἡλικίαν καὶ Λίνον τὸν ἐξ Εὐβοίας θρήνους πεποιηκέναι λέγει καὶ Ἄνθην τὸν ἐξ Ἀνθηδόνος τῆς Βοιωτίας ὕμνους καὶ Πίερον τὸν ἐκ Πιερίας τὰ περὶ τὰς Μούσας ποιήματα· ἀλλὰ καὶ Φιλάμμωνα τὸν Δελφὸν Λητοῦς τε καὶ Ἀρτέμιδος καὶ Ἀπόλλωνος γένεσιν δηλῶσαι ἐν μέλεσι καὶ χοροὺς πρῶτον περὶ τὸ ἐν Δελφοῖς ἱερὸν στῆσαι· Θάμυριν δὲ τὸ γένος Θρᾷκα εὐφωνότερον καὶ ἐμμελέστερον πάντων τῶν τότε ᾆσαι, ὡς ταῖς Μούσαις, κατὰ τοὺς ποιητάς, εἰς ἀγῶνα καταστῆναι· πεποιηκέναι δὲ τοῦτον ἱστορεῖται Τιτάνων πρὸς τοὺς θεοὺς πόλεμον γεγονέναι δὲ καὶ Δημόδοκον Κερκυραῖον παλαιὸν μουσικόν, ὃν πεποιηκέναι Ἰλίου τε πόρθησιν καὶ Ἀφροδίτης καὶ Ἡφαίστου γάμον· ἀλλὰ μὴν καὶ Φήμιον Ἰθακήσιον νόστον τῶν ἀπὸ Τροίας μετʼ Ἀγαμέμνονος ἀνακομισθέντων ποιῆσαι. οὐ λελυμένην δʼ εἶναι τῶν προειρημένων τὴν τῶν ποιημάτων λέξιν3 καὶ μέτρον οὐκ ἔχουσαν, ἀλλὰ καθάπερ Στησιχόρου τε καὶ τῶν ἀρχαίων μελοποιῶν, οἳ ποιοῦντες ἔπη, τούτοις μέλη περιετίθεσαν· καὶ γὰρ τὸν Τέρπανδρον ἔφη κιθαρῳδικῶν ποιητὴν ὄντα νόμων, κατὰ νόμον ἕκαστον τοῖς ἔπεσι τοῖς ἑαυτοῦ καὶ τοῖς Ὁμήρου μέλη περιτιθέντα ᾄδειν ἐν τοῖς ἀγῶσιν ἀποφῆναι δὲ τοῦτον λέγει ὀνόματα πρῶτον τοῖς κιθαρῳδικοῖς νόμοις· ὁμοίως δὲ Τερπάνδρῳ Κλονᾶν, τὸν πρῶτον συστησάμενον τοὺς αὐλῳδικοὺς νόμους καὶ τὰ προσόδια, ἐλεγείων τε καὶ ἐπῶν ποιητὴν γεγονέναι·4 καὶ Πολύμνηστον τὸν Κολοφώνιον τὸν μετὰ τοῦτον γενόμενον τοῖς αὐτοῖς χρήσασθαι ποιήμασιν.
吕西亚斯接着说道: “善良的奥内西克拉特斯,你所探求的是一个被许多人探究过的问题。因为柏拉图学派的大多数人和逍遥学派最优秀的哲学家们,都致力于著述论述古代音乐以及其中发生的败坏;而且文法学家与调式学家中那些登上了教养之巅的人,也对此付出了极大的心力。因此,著述者之间的分歧十分巨大。然而赫拉克利德在《音乐集录》中说,宙斯与安提俄佩之子安菲翁最先发明了基萨拉弹唱和基萨拉歌诗,显而易见是他的父亲教授了他。这一点由保存在西基翁的铭文所证实,通过该铭文他指名了阿耳戈斯的女祭司、诗人和音乐家。他说,在同一时期,欧波亚的利诺斯作了挽歌,维奥蒂亚昂忒冬的昂忒斯作了赞美诗,皮埃里亚的皮埃罗斯作了关于缪斯们的诗作;不仅如此,德尔斐的菲拉蒙在抒情歌曲中阐明了勒托、阿耳忒弥斯和阿波罗的诞生,并最先在德尔斐的圣所周围设立了歌舞队。而色雷斯人萨密里斯的歌声比当时所有人都更动听、更合音律,以至于按照诗人们的说法,他竟与缪斯们展开了竞赛;据记载他创作了提坦对抗诸神的战争。还有科耳居拉的古代音乐家德摩多科斯,他创作了伊利昂的陷落以及阿佛洛狄忒与赫淮斯托斯的婚礼;此外,伊萨卡的佩米奥斯创作了随阿伽门农从特洛伊返回者的归程。前面提到的人们的诗歌用词并非散漫无拘且缺乏音步,而是如同斯特西科罗斯及古代抒情诗人们一样,他们在创作史诗诗句时,为这些诗句配上了旋律。因为他说,泰尔潘德罗斯作为基萨拉律调的创作者,按照每种律调为他自己的诗句和荷马的诗句配上旋律并在竞技中演唱;并且他说此人最先为基萨拉律调赋予了名称。与泰尔潘德罗斯相似,最先确立阿夫洛斯管伴唱律调和进场歌的克罗纳斯,也是哀歌和史诗诗句的创作者;而继他之后出现的科罗封人波利姆涅斯托斯,也使用了同样形式的诗作。”
- 1σωτηρίας μόνον οἴδαμεν τῆς ἐκ τῶν παραχρῆμα κινδύνων αἴτια γιγνόμενα
附属于 οἴδαμεν 的分词结构(相当于间接陈述):κατορθώματα 为宾格主语,γιγνόμενα 为补充成分分词,αἴτια 为谓词性形容词,支配宾格性属格 σωτηρίας(“……的原因”)。
- 2τὸ μὲν αἴτιον τῆς ἀνθρώπου φωνῆς ἔφη ὅ τί πότʼ ἐστιν, ὦ ἑταῖροι, νῦν ἐπιζητεῖν οὐ συμποτικόν
语序倒置(hyperbaton):间接疑问从句 ὅ τί πότʼ ἐστιν 的成分 τὸ αἴτιον 被前置提引。话语的核心结构为 νῦν ἐπιζητεῖν τὸ αἴτιον... ὅ τί πότʼ ἐστιν οὐ συμποτικόν [ἐστιν](“现在去探求人类声音的原因究竟为何,并非宴席之宜”)。
- 3οὐ λελυμένην δʼ εἶναι τῶν προειρημένων τὴν τῶν ποιημάτων λέξιν
延续 φησί 间接陈述的宾格带不定式结构。λέξιν 为宾格主语,λελυμένην 为谓词性成分(完成时被动态分词),意为“前述诸人诗作的措辞并非散漫拘限之外的”。
- 3ὁμοίως δὲ Τερπάνδρῳ Κλονᾶν, τὸν πρῶτον συστησάμενον τοὺς αὐλῳδικοὺς νόμους καὶ τὰ προσόδια, ἐλεγείων τε καὶ ἐπῶν ποιητὴν γεγονέναι
由表示引述的动词 λέγει 所统辖的宾格带不定式结构。Κλονᾶν 为宾格主语,γεγονέναι 为不定式,ποιητήν 为谓词宾格。ὁμοίως δὲ Τερπάνδρῳ 为接与格的副词短语,意为“与泰尔潘德罗斯相似地”。
