- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0094.tlg002.humanitext-grc2:37-40
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者将古人注重音乐品格并推崇增强音阶属,与当今乐人因怠惰无知而抛弃该属并陷入理论上的自相矛盾进行对比,进而引用荷马笔下阿喀琉斯弹琴自娱的典故,阐明真正音乐的道德功用与正确用法。
ἅτʼ οὖν ἠθῶν μάλιστα φροντίδα πεποιημένοι οἱ παλαιοί, τὸ σεμνὸν καὶ ἀπερίεργον τῆς ἀρχαίας μουσικῆς προετίμων. Ἀργείους μὲν καὶ κόλασιν ἐπιθεῖναὶ ποτέ φασι τῇ εἰς τὴν μουσικὴν παρανομίᾳ ζημιῶσαί τε τὸν ἐπιχειρήσαντα πρῶτον ταῖς πλείοσι τῶν ἑπτὰ χρήσασθαι παρʼ αὐτοῖς χορδῶν καὶ παραμιξολυδιάζειν ἐπιχειρήσαντα. Πυθαγόρας δʼ, ὁ σεμνὸς ἀπεδοκίμαζε τὴν κρίσιν τῆς μουσικῆς τὴν διὰ τῆς αἰσθήσεως νῷ γὰρ ληπτὴν τὴν ταύτης ἀρετὴν ἔφασκεν εἶναι. τοιγάρτοι τῇ μὲν ἀκοῇ οὐκ ἔκρινεν αὐτὴν τῇ δʼ ἀναλογικῇ ἁρμονίᾳ αὔταρκές τʼ ἐνόμιζε τοῦ διὰ πασῶν στῆσαι τὴν τῆς μουσικῆς ἐπίγνωσιν.
因此,由于古人最为关照品格(道德品性),他们偏爱古老音乐的庄严与质朴纯正。据说阿尔戈斯人甚至曾对违反音乐规范的过犯施以惩罚,并处罚了在他们之中首个企图使用超过七根弦、且企图掺杂混入密克索吕底亚调的人。庄严崇高的毕达哥拉斯亦排斥通过感官对音乐做出的评判;因为他坚称音乐的卓越唯有通过理智方能把握。正因如此,他并不凭听觉来评判它,而是凭比例和声来评判,且认为将对音乐的完整认识限定在八度的范围之内便已自足。
οἱ δὲ νῦν τὸ μὲν κάλλιστον τῶν γενῶν, ὅπερ μάλιστα σεμνότητα παρὰ τοῖς ἀρχαίοις ἐσπουδάζετο, παντελῶς παρῃτήσαντο, ὥστε μηδὲ τὴν τυχοῦσαν ἀντίληψιν τῶν ἐναρμονίων διαστημάτων τοῖς πολλοῖς ὑπάρχειν·ν· οὕτω δʼ ἀργῶς διάκεινται καὶ ῥᾳθύμως, ὥστε μηδʼ ἔμφασιν νομίζειν παρέχειν καθʼ ὅλου τῶν ὑπὸ τὴν αἴσθησιν πιπτόντων τὴν ἐναρμόνιον δίεσιν, ἐξορίζειν δʼ αὐτὴν ἐκ τῶν μελῳδημάτων πεφλυαρηκέναι τε τοὺς δόξαντάς τι περὶ τούτου καὶ τῷ γένει τούτῳ κεχρημένους.1 ἀπόδειξιν δʼ ἰσχυροτάτην τοῦ τἀληθῆ λέγειν φέρειν οἴονται μάλιστα μὲν τὴν αὑτῶν ἀναισθησίαν, ὡς πᾶν, ὅ τι περ ἂν αὐτοὺς ἐκφύγῃ, τοῦτο καὶ δὴ πάντως ἀνύπαρκτον ὂν παντελῶς καὶ ἄχρηστον εἶτα καὶ τὸ μὴ δύνασθαι ληφθῆναι διὰ συμφωνίας τὸ μέγεθος, καθάπερ τό τε ἡμιτόνιον καὶ τὸν τόνον καὶ τὰ λοιπὰ δὲ τῶν τοιούτων διαστημάτων. ἠγνοήκασι δʼ ὅτι καὶ τὸ τρίτον μέγεθος οὕτως ἂν καὶ τὸ πέμπτον ἐκβάλλοιτο καὶ τὸ ἕβδομον· ὧν τὸ μὲν τριῶν τὸ δὲ πέντε τὸ δʼ ἑπτὰ διέσεών ἐστι· καὶ καθόλου πάνθʼ ὅσα περιττὰ φαίνεται τῶν διαστημάτων ἀποδοκιμάζοιτʼ ἂν ὡς ἄχρηστα, παρʼ ὅσον οὐδὲν αὐτῶν διὰ συμφωνίας λαβεῖν ἔστι·2 ταῦτα δʼ ἂν εἴη, ὅσα ὑπὸ τῆς ἐλαχίστης διέσεως μετρεῖται περισσάκις, οἷς ἀκολουθεῖν ἀνάγκη καὶ τὸ μηδεμίαν τῶν τετραχορδικῶν διαιρέσεων χρησίμην εἶναι, πλὴν μόνην ταύτην, διʼ ἧς πᾶσιν ἀρτίοις χρῆσθαι διαστήμασι συμβέβηκεν αὕτη δʼ ἂν εἴη ἥ τε τοῦ συντόνου καὶ διατόνου καὶ ἡ τοῦ τονιαίου χρώματος.
然而当今之人却完全摒弃了诸属中最为优美的一种,即古人因其庄严而最为倾心研习的那一属,以至于大众对于增强音阶(四分之一音阶)的音程甚至连起码的感知都不具备。他们是如此懈怠而轻率,以至于认为增强音阶的四分之一音(微音)根本不提供属于感官所能察觉之物的任何迹象;他们将它从旋律中放逐,并断言凡是对它抱有见解且运用过该属的人都是在胡言乱语。而他们自以为能用以证明自己所言非虚的最有力证据,首先便是他们自身的迟钝无感——仿佛凡是脱离他们感知之物,便全然不存在且毫无用处;其次便是这种音程的规模无法如同半音、全音以及其他此类音程那样通过协和音来获得。然而他们却没有意识到,按照这种逻辑,第三种、第五种以及第七种规模的音程亦将被摒弃——其中第一种由三个微音构成,第二种由五个构成,第三种由七个构成;总而言之,凡看似由奇数个构成的音程都将被视为无用而遭排斥,因为其中没有一个能够通过协和音来获得。这些乃是由最小的微音按奇数次度量的音程,由此必然得出的结论是:除了那唯一一种恰好运用全部偶数音程的四音音列划分之外,没有任何一种划分是有用的;而这一划分想必便是紧张自然音阶与自然音阶的划分,以及全音半音阶的划分。
τὸ δὲ τὰ τοιαῦτα λέγειν τε καὶ ὑπολαμβάνειν, οὐ μόνον τοῖς φαινομένοις ἐναντιουμένων ἐστὶν ἀλλὰ καὶ αὑτοῖς μαχομένων. χρώμενοι γὰρ αὐτοὶ τοιαύταις τετραχόρδων μάλιστα φαίνονται διαιρέσεσιν, ἐν αἷς τὰ πολλὰ τῶν διαστημάτων ἤτοι περιττά ἐστιν ἢ ἄλογα· μαλάττουσι γὰρ ἀεὶ τάς τε λιχανοὺς καὶ τὰς παρανήτας· ἤδη δὲ καὶ τῶν ἑστώτων τινὰς παρανιᾶσι φθόγγων, ἀλόγῳ τινὶ διαστήματι προσανιέντες αὐτοῖς τάς τε τρίτας καὶ τὰς παρανήτας· καὶ τὴν τοιαύτην εὐδοκιμεῖν μάλιστά πως οἴονται τῶν συστημάτων χρῆσιν, ἐν ᾗ τὰ πολλὰ τῶν διαστημάτων ἐστὶν ἄλογα οὐ μόνον τῶν κινεῖσθαι πεφυκότων φθόγγων, ἀλλὰ καί τινων ἀκινήτων ἀνιεμένων, ὥς ἐστι δῆλον τοῖς αἰσθάνεσθαι τῶν τοιούτων δυναμένοις.
发表并抱持此类论调的人,不仅违背了现象,更是在自相矛盾。因为显而易见,他们自己所使用的恰恰多是多数音程要么为奇数要么为无理(非比例)的四音音列划分;因为他们总是将示指音与次高音向下放宽调低;如今他们甚至连某些固定音也予以调低,用某种无理的音程将第三音与次高音随之一同调低;而且他们不知怎的竟然认为,那种多数音程皆为无理的音系运用乃是最受赞赏的——其中不仅本性当变动的音被改变,连某些不动音也被调低放宽,这对于能够感知此类事物的人来说是显而易见的。
χρῆσιν δὲ μουσικῆς προσήκουσαν ἀνδρὶ ὁ καλὸς Ὅμηρος ἐδίδαξε δηλῶν γάρ, ὅτι ἡ μουσικὴ πολλαχοῦ χρησίμη, τὸν Ἀχιλλέα πεποίηκε τὴν ὀργὴν πέττοντα τὴν πρὸς τὸν Ἀγαμέμνονα διὰ μουσικῆς ἧς ἔμαθε παρὰ τοῦ σοφωτάτου Χείρωνος· "τὸν δʼ εὗρον ʽ φησἴ φρένα τερπόμενον φόρμιγγι λιγείῃ, καλῇ δαιδαλέῃ· ἐπὶ δʼ ἀργύρεον ζυγὸν ἦεν, τὴν ἄρετʼ ἐξ ἐνάρων πόλιν Ἠετίωνος ὀλέσσας, τῇ ὅγε θυμὸν ἔτερπεν, ἄειδε δʼ ἄρα κλέα ἀνδρῶν." μάθε, φησὶν Ὅμηρος, πῶς δεῖ μουσικῇ χρῆσθαι· κλέα γὰρ ἀνδρῶν ᾄδειν καὶ πράξεις ἡμιθέων ἔπρεπεν · Ἀχιλλεῖ τῷ Πηλέως τοῦ δικαιοτάτου. ἔτι δὲ καὶ τὸν καιρὸν τῆς χρήσεως τὸν ἁρμόττοντα διδάσκων Ὅμηρος ἀργοῦντι γυμνάσιον ἐξεῦρεν ὠφέλιμον καὶ ἡδύ· πολεμικὸς γὰρ ὢν καὶ πρακτικὸς ὁ Ἀχιλλεὺς διὰ τὴν γενομένην αὐτῷ πρὸς τὸν Ἀγαμέμνονα μῆνιν οὐ μετεῖχε τῶν κατὰ τὸν πόλεμον κινδύνων ᾠήθη οὖν Ὅμηρος πρέπον εἶναι τὴν ψυχὴν τοῖς καλλίστοις τῶν μελῶν παραθήγειν τὸν ἥρωα, ἵνʼ ἐπὶ τὴν μετὰ μικρὸν αὐτῷ γενησομένην ἔξοδον παρεσκευασμένος3 τοῦτο δʼ ἐποίει δηλονότι μνημονεύων τῶν πάλαι πράξεων. τοιαύτη ἦν ἡ ἀρχαία μουσικὴ καὶ εἰς τοῦτο χρησίμη. Ἡρακλέα τε γὰρ ἀκούομεν κεχρημένον μουσικῇ καὶ Ἀχιλλέα καὶ πολλοὺς ἄλλους, ὧν παιδευτὴς ὁ σοφώτατος Χείρων παραδέδοται, μουσικῆς τε ἅμα ὢν καὶ δικαιοσύνης καὶ ἰατρικῆς διδάσκαλος.
高贵的荷马教导了适宜于大丈夫的音乐运用。因为他为了阐明音乐在诸多方面皆有用处,便描写阿喀琉斯通过从最智慧的喀戎那里学得的音乐,来消解平息对阿伽门农的愤怒: “他们发现他,”荷马说,“正用清脆发响的里拉琴自娱其心, 琴身优美精致,上面装有银质横梁; 这是他攻破厄厄提翁的城池后从战利品中得来的; 他正以此娱悦心灵,高声歌唱英雄们的赫赫功勋。” 荷马说,“当学习如何应当运用音乐”;因为歌唱英雄的功勋与半神的伟绩,对于最为正直的珀琉斯之子阿喀琉斯而言乃是适宜的。再者,荷马在教导适宜的运用时机时,为闲居无事之人找到了一种既有益又令人愉悦的操练;因为阿喀琉斯勇猛善战、长于行动,由于对阿伽门农所产生的狂怒而未能参与战事的凶险。荷马因而认为,这位英雄用最美妙的旋律磨砺自己的心灵乃是适宜的,以便为不久之后临到他的出征做好准备;显而易见,他正是通过追忆古昔的伟绩而这样做的。古代的音乐便是如此,且在这一目的上是有用的。因为我们听闻赫拉克勒斯、阿喀琉斯以及许多其他人都曾运用过音乐,据传他们共同的培育者便是最智慧的喀戎,他同时是音乐、正义与医术的导师。
- 38ἐξορίζειν δʼ αὐτὴν ἐκ τῶν μελῳδημάτων πεφλυαρηκέναι τε τοὺς δόξαντάς τι περὶ τούτου καὶ τῷ γένει τούτῳ κεχρημένους
接在由 ὥστε 引导的结果从句中的主要不定式 νομίζειν 之后,ἐξορίζειν 与 νομίζειν 并列从属于 ὥστε,而带宾格主语(τοὺς δόξαντας...)的 πεφλυαρηκέναι 则从属于 νομίζειν(或由此隐含的言说动词),表达当代音乐人的行动与主观断言。其中 πεφλυαρηκέναι 为完成时不定式,表示对前人理论的轻蔑判定(“前人皆是在胡说八道”)。
- 38ἀποδοκιμάζοιτʼ ἂν ὡς ἄχρηστα, παρʼ ὅσον οὐδὲν αὐτῶν διὰ συμφωνίας λαβεῖν ἔστι
带有 ἄν 的愿望语气表示潜能。虽然未出现明确的条件从句(εἰ...),但承接上文对手“凡不能通过协和音获取的音程皆无用”的预设,表示基于语境假定的推论结果:“若依其主张,凡由奇数个微音构成的音程便都将被视为无用而遭排斥”。
- 40ἵνʼ ἐπὶ τὴν μετὰ μικρὸν αὐτῷ γενησομένην ἔξοδον παρεσκευασμένος
在 ἵνα 引导的目的从句中省略了系动词虚拟式(如 ᾖ),由完成时被动态分词 παρεσκευασμένος 单独充当谓语性补足语,意为“以便他为不久之后即将临到的出征做好准备(处于戒备完毕的状态)”。
