- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0094.tlg002.humanitext-grc2:34-36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出了古人仅专注于增强音阶属的局限性,阐明对音乐的审辨批评必须依赖感知与理智的协调、对要素连续性的把握,以及超越单纯技术要素而对作品真正品格的评判。
τριῶν δʼ ὄντων γενῶν, εἰς ἃ διαιρεῖται τὸ ἡρμοσμένον, ἴσων τοῖς τε τῶν συστημάτων μεγέθεσι καὶ ταῖς τῶν φθόγγων δυνάμεσιν, ὁμοίως δὲ καὶ ταῖς τῶν τετραχόρδων, περὶ ἑνὸς μόνου οἱ παλαιοὶ ἐπραγματεύσαντο· ἐπειδήπερ οὔτε περὶ χρώματος οὔτε περὶ διατόνου οἱ πρὸ ἡμῶν ἐπεσκόπουν, ἀλλὰ περὶ μόνου τοῦ ἐναρμονίου, καὶ αὖ τούτου περὶ ἓν τι μέγεθος συστήματος, τοῦ καλουμένου διὰ πασῶν· περὶ μὲν γὰρ τῆς χρόας διεφέροντο, περὶ δὲ τοῦ μίαν εἶναι αὐτὴν τὴν ἁρμονίαν σχεδὸν πάντες συνεφώνουν. οὐκ ἂν οὖν ποτε συνίδοι τὰ περὶ τὴν ἁρμονικὴν πραγματείαν ὁ μέχρι αὐτῆς τῆς γνώσεως ταύτης προεληλυθώς, ἀλλὰ δηλονότι παρακολουθῶν1 ταῖς τε κατὰ μέρος ἐπιστήμαις καὶ τῷ συνόλῳ σώματι τῆς μουσικῆς καὶ ταῖς τῶν μερῶν μίξεσί τε καὶ συνθέσεσιν, ὁ γὰρ μόνον ἁρμονικὸς περιγέγραπται τρόπῳ τινί. καθόλου μὲν οὖν εἰπεῖν, ὁμοδρομεῖν δεῖ τὴν τʼ αἴσθησιν καὶ τὴν διάνοιαν ἐν τῇ κρίσει τῶν τῆς μουσικῆς μερῶν καὶ μήτε προάγειν, ὃ ποιοῦσιν αἱ προπετεῖς τε καὶ φερόμεναι τῶν αἰσθήσεων, μήθʼ ὑστερίζειν, ὃ ποιοῦσιν αἱ βραδεῖαὶ τε καὶ δυσκίνητοι. γίγνεται δὲ ποτʼ ἐπί τινων αἰσθήσεων καὶ τὸ συγκείμενον ἐκ τοῦ συναμφοτέρου καὶ ὑστεροῦσιν αἱ αὐταὶ καὶ προτεροῦσι διά τινα φυσικὴν ἀνωμαλίαν. περιαιρετέον οὖν τῆς μελλούσης ὁμοδρομεῖν αἰσθήσεως ταῦτα.
尽管调谐系统所划分出的三个属,在音系的规模上、音符的功能上以及四音音列的功能上都是平等的,但古人却仅仅探讨了其中之一。因为在我们之前的人既未考察半音阶属,亦未考察自然音阶属,而仅仅考察了增强音阶属,且对于后者,又仅仅考察了音系的一种规模,即所谓的“八度”;因为他们虽然在色彩微调(细分音)上存有分歧,但对于这种“和声”本身是唯一的这一点,几乎所有人都意见一致。因此,仅仅达到这种专门知识的人,绝不可能完全洞察关于和声学探究的全部内涵,而显然只有既通晓各个局部的专门学科、又掌握音乐的整体体系、并把握各部分的混合与组合的人才能洞察;因为纯粹的和声学者在某种程度上是有局限的。总而言之,在评判音乐的各个组成部分时,感知与理智必须并驾齐驱;感知既不可抢先,正如鲁莽冲动的感官所做的那样,也不可落后,正如迟钝笨拙的感官所做的那样。在某些感官身上有时甚至会出现两者的混合,由于某种天生的缺陷,同一感官既会落后又会抢先。因此,必须从注定要并驾齐驱的感知中消除这些毛病。
ἀεὶ γὰρ ἀναγκαῖον τρίʼ ἐλάχιστα εἶναι τὰ πίπτοντα ἅμʼ εἰς τὴν ἀκοήν, φθόγγον τε καὶ χρόνον καὶ συλλαβὴν ἢ γράμμα. συμβήσεται δʼ ἐκ τῆς μὲν κατὰ τὸν φθόγγον πορείας τὸ ἡρμοσμένον γνωρίζεσθαι, ἐκ δὲ τῆς κατὰ χρόνον τὸν ῥυθμόν, ἐκ δὲ τῆς κατὰ γράμμα ἢ συλλαβὴν τὸ λεγόμενον· ὁμοῦ δὲ προβαινόντων, ἅμα τὴν τῆς αἰσθήσεως ἐπιφορὰν ἀναγκαῖον ποιεῖσθαι. ἀλλὰ μὴν κἀκεῖνο φανερόν, ὅτι οὐκ ἐνδέχεται, μὴ δυναμένης τῆς αἰσθήσεως χωρίζειν ἕκαστον τῶν εἰρημένων, παρακολουθεῖν τε δύνασθαι τοῖς καθʼ ἕκαστα καὶ συνορᾶν τὸ θʼ ἁμαρτανόμενον ἐν ἑκάστῳ αὐτῶν καὶ τὸ μή. πρῶτον οὖν περὶ συνεχείας γνωστέον. ἀναγκαῖον γάρ ἐστιν ὑπάρχειν τῇ κριτικῇ δυνάμει συνέχειαν τὸ γὰρ εὖ καὶ τὸ ἐναντίως οὐκ ἐν ἀφωρισμένοις τοῖσδέ τισι γίγνεται φθόγγοις ἢ χρόνοις ἢ γράμμασιν, ἀλλʼ ἐν συνεχέσιν ἐπειδὴ μῖξίς τις ἔστι κατὰ τὴν χρῆσιν τῶν ἀσυνθέτων μερῶν. περὶ μὲν οὖν τῆς παρακολουθήσεως τοσαῦτα.
因为同时落入听觉的事物必然至少有三者:音符、时值与音节或字母。结果便是,从音符的运行中辨识出调谐系统,从时值的运行中辨识出节奏,从字母或音节的运行中辨识出唱词;由于这些要素是一同前行的,感知的投射也必然同时进行。再者,这一点也是显而易见的:如果感知不能区分上述各项要素,就绝不可能跟上每一个具体细节,亦无法看清其中每一项何处有误、何处无误。因此,首先必须认识“连续性”。因为批判能力中必须具备连续性;因为优良或相反的情形并非发生在孤立划分的个别音符、时值或字母之中,而是发生在连续的进程中,因为非组合的单纯要素在实际运用中会发生某种混合。关于这种领悟把握,便谈到这里。
τὸ δὲ μετὰ τοῦτο ἐπισκεπτέον, ὅτι οἱ μουσικῆς ἐπιστήμονες πρὸς τὴν κριτικὴν πραγματείαν οὔκ εἰσιν αὐτάρκεις. οὐ γὰρ οἷόν τε τέλεον γενέσθαι μουσικόν τε καὶ κριτικὸν ἐξ αὐτῶν τῶν δοκούντων εἶναι μερῶν τῆς ὅλης μουσικῆς, οἷον ἔκ τε τῆς τῶν ὀργάνων ἐμπειρίας καὶ τῆς περὶ τὴν ᾠδήν, ἔτι δὲ τῆς περὶ τὴν αἴσθησιν συγγυμνασίας· λέγω δὲ τῆς συντεινούσης εἰς τὴν τοῦ ἡρμοσμένου ξύνεσιν καὶ ἔτι τὴν τοῦ ῥυθμοῦ· πρὸς δὲ τούτοις ἔκ τε τῆς ῥυθμικῆς καὶ τῆς ἁρμονικῆς πραγματείας καὶ τῆς περὶ τὴν κροῦσίν τε καὶ λέξιν θεωρίας, καὶ εἴ τινες ἄλλαι τυγχάνουσι λοιπαὶ οὖσαι. διʼ ἃς δʼ αἰτίας οὐχ οἷὸν τʼ ἐξ αὐτῶν τούτων γενέσθαι κριτικόν, πειρατέον καταμαθεῖν. πρῶτον ἐκ τοῦ ἡμῖν ὑποκεῖσθαι τὰ μὲν τῶν κρινομένων τέλεια τὰ δʼ ἀτελῆ·2 τέλεια μὲν αὐτό τε τῶν ποιημάτων ἕκαστον, οἷον τὸ ᾀδόμενον ἢ αὐλούμενον ἢ κιθαριζόμενον καὶ ἡ ἑκάστου αὐτῶν ἑρμηνεία, οἷον ἥ τʼ αὔλησις καὶ ἡ ᾠδὴ καὶ τὰ λοιπὰ τῶν τοιούτων· ἀτελῆ δὲ τὰ πρὸς ταῦτα συντείνοντα καὶ τὰ τούτων ἕνεκα γιγνόμενα τοιαῦτα δὲ τὰ μέρη τῆς ἑρμηνείας. δεύτερον ἐκ τῆς ποιήσεως· ὡσαύτως γὰρ καὶ αὐτὴ· ὑποκρίνειε γὰρ ἄν τις ἀκούων αὐλητοῦ, πότερόν ποτε συμφωνοῦσιν οἱ αὐλοὶ ἢ οὔ, καὶ πότερον ἡ διάλεκτος σαφὴς ἢ τοὐναντίον· τούτων δʼ ἕκαστον μέρος ἐστὶ τῆς αὐλητικῆς ἑρμηνείας, οὐ μέντοι τέλος, ἀλλʼ ἕνεκα τοῦ τέλους γιγνόμενον παρὰ ταῦτα γὰρ αὖ καὶ τὰ τοιαῦτα πάντα κριθήσεται3 τὸ τῆς ἑρμηνείας ἦθος, εἰ οἰκεῖον ἀποδίδοται τῷ παραποιηθέντι ποιήματι, ὃ μεταχειρίσασθαι καὶ ἑρμηνεῦσαι ὁ ἐνεργῶν βεβούληται. ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ τῶν παθῶν τῶν ὑπὸ τῆς ποιητικῆς σημαινομένων ἐν τοῖς ποιήμασιν.
接下去必须考察的是,通晓音乐技艺的人对于评判的工作而言并不是自足的。因为单凭那些看似构成全部音乐的组成部分本身,绝不可能成为完备的音乐家与批评家;例如仅凭器乐演奏经验、歌唱经验,乃至感官的共同训练(我指的是通向对调谐系统的理解以及对节奏的理解的训练),除这些之外再加上节奏学与和声学的理论探讨,以及关于弹奏与唱词字音的理论,以及碰巧还有的其他分支。人们必须努力领会,究竟是出于何种原因,单凭这些要素绝不可能造就批评家。 第一,源于我们的一项预设,即在受评判的事物中,有些是完全的(目的性的),有些是不完全的;完全的是各部作品本身,例如所唱之曲、笛奏之曲或竖琴弹奏之曲,以及它们各自的演绎,例如吹笛、歌唱以及其余此类表现;不完全的则是那些有助于这些作品且为了它们而存在的事物——演绎的各个组成部分便属此类。 第二,源于创作本身;因为创作亦是如此。听吹笛的人或许能评判笛管是否调谐,发音吐字是否清晰亦或相反;但其中每一项都只是吹笛演绎的一个部分,绝非最终目的,而是为了目的而产生的。因为在这些以及所有此类事物之外,演绎的品格还将受到评判:它是否适当地展现了演奏者所意欲驾驭和演绎的作品本身。同样的道理亦适用于诗艺在作品中所表现的各种情感。
- 34οὐκ ἂν οὖν ποτε συνίδοι ... ἀλλὰ δηλονότι παρακολουθῶν
在否定式潜在希求法 οὐκ ἄν ... συνίδοι(“绝不可能洞察”)之后,由 ἀλλά 引出的分句承前省略了肯定的潜在动词(如 συνίδοι ἄν),而分词 παρακολουθῶν(“伴随/跟上……”)则充当条件或方式。整句构成对比:仅止步于局部专门知识的人无法看透,唯有把握全局的人才能洞察。
- 36ἐκ τοῦ ἡμῖν ὑποκεῖσθαι τὰ μὲν τῶν κρινομένων τέλεια τὰ δʼ ἀτελῆ
由介词 ἐκ 支配的带冠词不定式结构(ἐκ τοῦ ὑποκεῖσθαι)。与格 ἡμῖν 作关涉与格(“对我们而言预设着”),不定式短语内部以 τὰ μέν ... τὰ δέ 为宾格主语,τέλεια 与 ἀτελῆ 为宾格补足语/表语,形成“受评判之事物一部分为完全,一部分为不完全”的结构。
- 36παρὰ ταῦτα γὰρ αὖ καὶ τὰ τοιαῦτα πάντα κριθήσεται
介词 παρά 接宾格在此处表示“在……之外、超越……”(beyond/in addition to)。它表明,在笛管调谐、吐字清晰等具体的演奏技术局部(ταῦτα)之外,将在更高层次上评判作为主语的“演绎的品格”(τὸ τῆς ἑρμηνείας ἦθος)。
