- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0094.tlg002.humanitext-grc2:41-44
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
索特里霍斯阐述了音乐的教化作用、对神祇的颂扬以及对灵魂的净化,以此结束演说;随后导师补充论述了音乐在筵席中调和酒力以及在宇宙天体中的和声结构,并最终结束了宴饮。
καθόλου δʼ ὅ γε νοῦν ἔχων οὐ τῶν ἐπιστημῶν ἔγκλημα δήπου θείη, εἴ τις αὐταῖς μὴ κατὰ τρόπον χρῷτο, ἀλλὰ τῆς τῶν χρωμένων κακίας ἴδιον εἶναι τοῦτο νομίσειεν.1 εἴτʼ οὖν τις τὸν παιδευτικὸν τῆς μουσικῆς τρόπον ἐκπονήσας τύχοι ἐπιμελείας τῆς προσηκούσης ἐν τῇ τοῦ παιδὸς ἡλικίᾳ, τὸ μὲν καλὸν ἐπαινέσει τε καὶ ἀποδέξεται, ψέξει δὲ τὸ ἐναντίον ἔν τε τοῖς ἄλλοις καὶ ἐν τοῖς κατὰ μουσικήν, καὶ ἔσται ὁ τοιοῦτος καθαρὸς πάσης ἀγεννοῦς πράξεως διὰ μουσικῆς τε τὴν μεγίστην ὠφέλειαν καρπωσάμενος ὄφελος ἂν μέγα γένοιτο αὑτῷ τε καὶ πόλει, μηθενὶ μήτʼ ἔργῳ μήτε λόγῳ χρώμενος ἀναρμόστῳ, σῴζων ἀεὶ καὶ πανταχοῦ τὸ πρέπον καὶ σῶφρον καὶ κόσμιον.
大体而言,凡有理智之人绝不会因有人未能正当运用诸门学问便将其归罪于学问本身,而会认为这是使用者自身恶劣品质的特有表现。因此,若有人研习了音乐的教化之道,并在少年时期获得了应有的关怀照料,他便会赞赏并接纳美好之物,且无论在其他事务中还是在关乎音乐的事务中皆会斥责其相反之物;这样的人将远离一切卑鄙的行径,并通过音乐收获最大的益处,对自己和城邦都成为巨大的助益,既不行任何不协调的举动,亦不出任何不协调的言语,始终且在一切处所保持着合宜、节制与井然有序。
ὅτι δὲ καὶ ταῖς εὐνομωτάταις τῶν πόλεων ἐπιμελὲς γεγένηται φροντίδα ποιεῖσθαι τῆς γενναίας μουσικῆς, πολλὰ μὲν καὶ ἄλλα μαρτύρια παραθέσθαι ἔστι· Τέρπανδρον δʼ ἄν τις παραλάβοι τὸν τὴν γενομένην ποτὲ παρὰ Λακεδαιμονίοις στάσιν καταλύσαντα· καὶ Θαλήταν τὸν Κρῆτα, ὅν φασι κατά τι πυθόχρηστον Λακεδαιμονίους παραγενόμενον διὰ μουσικῆς ἰάσασθαι2 ἀπαλλάξαι τε τοῦ κατασχόντος λοιμοῦ τὴν Σπάρτην, καθάπερ φησὶ Πρατίνας. ἀλλὰ γὰρ καὶ Ὅμηρος τὸν κατασχόντα λοιμὸν τοὺς Ἕλληνας παύσασθαι λέγει διὰ μουσικῆς· ἔφη γοῦν "οἱ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο, καλὸν ἀείδοντες παιήονα, κοῦροι Ἀχαιῶν, μέλποντες ἑκάεργον· ὁ δὲ φρένα τέρπετʼ ἀκούων." τούτους τοὺς στίχους, ἀγαθὲ διδάσκαλε, κολοφῶνα τῶν περὶ τῆς μουσικῆς λόγων πεποίημαι, ἐπεὶ φθάσας σὺ τὴν μουσικὴν δύναμιν διὰ τούτων προαπέφηνας ἡμῖν τῷ γὰρ ὄντι τὸ πρῶτον αὐτῆς καὶ κάλλιστον ἔργον ἡ εἰς τοὺς θεοὺς εὐχάριστός ἐστιν ἀμοιβή· ἑπόμενον δὲ τούτῳ καὶ δεύτερον τὸ τῆς ψυχῆς καθάρσιον καὶ ἐμμελὲς καὶ ἐναρμόνιον σύστημα. ταῦτʼ εἰπὼν ὁ Σωτήριχος ἔχεις ἔφη τοὺς ἐγκυκλίους περὶ μουσικῆς λόγους, ἀγαθὲ διδάσκαλε.
此外,即使是法制最为健全的城邦亦曾极其用心地关照高贵的音乐,对此尚可列举许多其他证据:人们可以提及泰尔潘德罗斯,他曾平息了拉刻代蒙人中一度爆发的内乱;亦可提及克里特的塔勒塔斯,据普拉提纳斯所言,人们传说他遵循某条德尔斐神谕来到拉刻代蒙人那里,通过音乐医治并使斯巴达摆脱了蔓延肆虐的瘟疫。不仅如此,荷马亦称蔓延肆虐希腊人的瘟疫是通过音乐得以止息的;无论如何,他曾说道: “他们整日用歌声告慰神祇, 高唱优美的佩安赞歌,阿开奥斯人的青年, 歌颂远射之神;神祇聆听着,心中喜悦。” 高尚的导师啊,我已将这些诗行作为关于音乐的言论之冠冕(结语),因为您此前已率先通过这些诗句向我们展示了音乐的力量。因为实际上,音乐首要且最美好的功用乃是向诸神表达感恩的回报;随之而来的第二项功用,乃是对灵魂的净化、和谐且调谐的建构。 索特里霍斯说完这些,说道: “高尚的导师,您已获悉了关于音乐的完备论述。”
ἐθαυμάσθη μὲν οὖν ὁ Σωτήριχος ἐπὶ τοῖς λεχθεῖσι, καὶ γὰρ ἐνέφαινε διὰ τοῦ προσώπου καὶ τῆς φωνῆς τὴν περὶ μουσικὴν σπουδήν. ὁ δʼ ἐμὸς διδάσκαλος μετὰ τῶν ἄλλων ἔφη καὶ τοῦτʼ ἀποδέχομαι ἑκατέρου ὑμῶν, ὅτι τὴν τάξιν ἑκάτερος τὴν αὐτὸς αὑτοῦ ἐφύλαξεν ὁ μὲν γὰρ Λυσίας, ὅσα μόνον χειρουργοῦντι κιθαρῳδῷ προσῆκεν εἰδέναι, τούτοις ἡμᾶς εἱστίασεν ὁ δὲ Σωτήριχος, ὅσα καὶ πρὸς ὠφέλειαν καὶ πρὸς θεωρίαν, ἀλλὰ γὰρ καὶ δύναμιν καὶ χρῆσιν μουσικῆς συντείνει, διδάσκων ἡμᾶς ἐπεδαψιλεύσατο. ἐκεῖνο δʼ οἶμαι ἑκόντας αὐτοὺς ἐμοὶ καταλελοιπέναι· οὐ γὰρ καταγνώσομαι αὐτῶν δειλίαν, ὡς αἰσχυνθέντων κατασπᾶν μουσικὴν εἰς τὰ συσσίτια· εἰ γάρ που καὶ χρησίμη καὶ παρὰ πότον, ὡς ὁ καλὸς Ὅμηρος ἀπέφηνε μολπή γάρ πού φησιν "ὀρχηστύς τε, τὰ γάρ τʼ ἀναθήματα δαιτός.3" καί μοι μηδεὶς ὑπολαβέτω, ὅτι πρός τέρψιν μόνον χρησίμην ᾠήθη μουσικὴν Ὅμηρος διὰ τούτων. ἀλλὰ γὰρ βαθύτερός ἐστι νοῦς ἐγκεκρυμμένος τοῖς ἔπεσιν εἰς γὰρ ὠφέλειαν καὶ βοήθειαν τὴν μεγίστην αὐτοῖς καιροῖς παρέβαλε μουσικήν, λέγω δʼ εἰς τὰ δεῖπνα καὶ τὰς συνουσίας τῶν ἀρχαίων συνέβαινε γὰρ εἰσάγεσθαι μουσικήν, ὡς ἱκανὴν ἀντισπᾶν καὶ πραΰνειν τὴν τοῦ οἴνου ὑπόθερμον δύναμιν, καθάπερ πού φησι καὶ ὁ ὑμέτερος Ἀριστόξενος ἐκεῖνος γὰρ ἔλεγεν εἰσάγεσθαι μουσικήν, παρʼ ὅσον ὁ μὲν οἶνος σφάλλειν πέφυκε τῶν ἅδην αὐτῷ χρησαμένων τὰ τε σώματα καὶ τὰς διανοίας· ἡ δὲ μουσικὴ τῇ περὶ αὑτὴν τάξει τε καὶ συμμετρίᾳ εἰς τὴν ἐναντίαν κατάστασιν ἄγει τε καὶ πραΰνει. παρὰ τοῦτον οὖν τὸν καιρὸν ὡς βοηθήματι τῇ μουσικῇ τοὺς ἀρχαίους φησὶ κεχρῆσθαι Ὅμηρος.
索特里霍斯因其所言而大受赞叹,因为他确实通过面容与声音显露了对音乐的虔诚热忱。而我的导师则说道: “在其他事情之外,我亦赞许你们二位各自坚守了自己的岗位。因为吕西亚斯仅用那些实际演奏的基萨拉歌者适宜知晓的事物款待了我们;而索特里霍斯则教导并慷慨赐予了我们一切有助于实用、理论、乃至音乐之力量与运用的知识。但我认为,那一点乃是他们有意留给我的;因为我绝不会指责他们怯懦,仿佛他们是羞于将音乐降格引入共餐之席。因为如果音乐在何处有用,它在饮宴之时亦同样有用,正如高贵的荷马所表明的那样: 因为他在某处说道,‘歌唱与舞蹈,此乃筵席的装饰’。 切莫有人以为,荷马借由这些诗句认为音乐仅用于取乐。其实在这些诗句中隐藏着更深刻的深意;因为他是为了最大的益处与匡扶,将音乐置于那些特定的时机——我是指古人的筵宴与聚会之中。因为引入音乐原是因为它足以抗衡并平抚酒气升腾的炽热之力,正如你们那位阿里斯托克塞诺斯在某处所言:他曾说引入音乐乃是因为狂饮无度之人的身体与心智本性上容易被烈酒所倾覆,而音乐则凭借其固有的秩序与对称将他们引向相反的安定状态并加以抚慰。荷马正是说古人在这一时机将音乐用作一种补救手段。
ἀλλὰ δὴ καὶ τὸ μέγιστον ὑμῖν, ὦ ἑταῖροι, καὶ μάλιστα σεμνοτάτην ἀποφαῖνον μουσικὴν παραλέλειπται. τὴν γὰρ τῶν ὄντων φορὰν καὶ τὴν τῶν ἀστέρων κίνησιν οἱ περὶ Πυθαγόραν καὶ Ἀρχύταν καὶ Πλάτωνα καὶ οἱ λοιποὶ τῶν ἀρχαίων φιλοσόφων οὐκ ἄνευ μουσικῆς γίγνεσθαι καὶ συνεστάναι ἔφασκον πάντα γὰρ καθʼ ἁρμονίαν ὑπὸ τοῦ θεοῦ κατεσκευάσθαι φασίν. ἄκαιρον δʼ ἂν εἴη νῦν ἐπεκτείνειν τοὺς περὶ τούτου λόγους· ἀνώτατον δὲ καὶ μουσικώτατον τὸ παντὶ τὸ προσῆκον μέτρον ἐπιτιθέναι. ταῦτʼ εἰπὼν ἐπαιώνισε, καὶ σπείσας τῷ Κρόνῳ καὶ τοῖς τούτου παισὶ σὺν θεοῖς πᾶσι καὶ Μούσαις ἀπέλυσε τοὺς ἑστιωμένους.
然而,朋友们,最重大的一点、亦即最能显明音乐之崇高的一点,却被你们遗漏了。因为毕达哥拉斯、阿基塔斯、柏拉图的同道以及其他古代哲学家都坚称,万物的运行与星辰的运动并非没有音乐而生成与维系;因为他们说万物皆是由神按照和声建立起来的。然而,如今若要将关于此事的言论铺展开来便不合时宜了;将合宜的尺度赋予万事万物,才是最崇高且最符合音乐之道的事。” 说完这些,他唱起佩安赞歌,并向克罗诺斯及其子女、连同全体神祇和缪斯敬献了奠酒,遣散了赴宴的宾客。
- 41οὐ τῶν ἐπιστημῶν ἔγκλημα δήπου θείη, εἴ τις αὐταῖς μὴ κατὰ τρόπον χρῷτο, ἀλλὰ τῆς τῶν χρωμένων κακίας ἴδιον εἶναι τοῦτο νομίσειεν
潜在希求语气动词 θείη 与 νομίσειεν 与条件从句 εἴ τις ... χρῷτο 构成泛指潜在条件句。属格 τῶν ἐπιστημῶν 作 ἔγκλημα 的所有/来源属格,而 τῆς τῶν χρωμένων κακίας 则作为特征属格与 ἴδιον 搭配构成补足成分。
- 42ὅν φασι κατά τι πυθόχρηστον Λακεδαιμονίους παραγενόμενον διὰ μουσικῆς ἰάσασθαι
关系代词 ὅν 在 φασί 引导的间接引语中作不定式 ἰάσασθαι 的宾格主语,分词 παραγενόμενον 在性数格上与 ὅν 一致;Λακεδαιμονίους 则作不定式 ἰάσασθαι 的宾语(或表示到达的对象)。
- 43τὰ γάρ τʼ ἀναθήματα δαιτός
引自《奥德赛》1.152。此处 ἀναθήματα 并非指宗教上的“奉献物”,而是转义为筵席的“装饰”或“添设之物”,作为中性复数表语总括前文的歌唱与舞蹈。
