- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0094.tlg002.humanitext-grc2:32-33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论述道,若要妥善运用音乐,必须效法古法并以哲学为指导,且须具备审辨评判的能力;和声学与节奏学等专门理论仅能描述质料与规则,其自身无法判定音乐的品格(ethos)与适宜性。
εἰ οὖν τις βούλεται μουσικῇ καλῶς καὶ κεκριμένως χρῆσθαι, τὸν ἀρχαῖον ἀπομιμείσθω τρόπον· ἀλλὰ μὴν καὶ τοῖς ἄλλοις αὐτὴν μαθήμασιν ἀναπληρούτω καὶ φιλοσοφίαν ἐπιστησάτω παιδαγωγόν· αὕτη γὰρ ἱκανὴ κρῖναι τὸ μουσικῇ πρέπον μέτρον καὶ τὸ χρήσιμον. τριῶν γὰρ ὄντων μερῶν, εἰς ἃ διῄρηται τὴν καθόλου διαίρεσιν ἡ πᾶσα μουσική,1 διατόνου χρώματος ἁρμονίας, ἐπιστήμονα χρὴ εἶναι τῆς τούτοις χρωμένης ποιήσεως τὸν μουσικῇ προσιόντα καὶ τῆς ἑρμηνείας τῆς τὰ πεποιημένα παραδιδούσης ἐπήβολον. πρῶτον μὲν οὖν κατανοητέον, ὅτι πᾶσα μάθησις τῶν περὶ τὴν μουσικὴν ἐθισμός ἐστιν οὐδέπω προσειληφὼς τὸ τίνος ἕνεκα τῶν διδασκομένων ἕκαστον τῷ μανθάνοντι μαθητέον ἐστί.2 μετὰ δὲ τοῦτʼ ἐνθυμητέον, ὅτι πρὸς τὴν τοιαύτην ἀγωγήν τε καὶ μάθησιν οὐδέπω προσάγεται τρόπων ἐξαρίθμησις· ἀλλʼ οἱ μὲν πολλοὶ εἰκῇ μανθάνουσιν ὃ ἂν τῷ διδάσκοντι ἢ τῷ μανθάνοντι ἀρέσῃ, οἱ δὲ συνετοὶ τὸ εἰκῇ ἀποδοκιμάζουσιν, ὥσπερ Λακεδαιμόνιοι τὸ παλαιὸν καὶ Μαντινεῖς καὶ Πελληνεῖς· ἕνα γάρ τινα τρόπον ἢ παντελῶς ὀλίγους ἐκλεξάμενοι, οὓς ᾤοντο πρὸς τὴν τῶν ἠθῶν ἐπανόρθωσιν ἁρμόττειν, αὐτῇ τῇ μουσικῇ ἐχρῶντο.
因此,若有人希望优良且有辨别力地运用音乐,就应当效法古代的做法;不仅如此,还应当以其他学科来充实音乐,并确立哲学作为其导师;因为唯有哲学足以评判适合音乐的尺度与效用。既然全部音乐按照普遍划分分为三个部分——自然音阶(双音阶)、半音阶、增强音阶(和声音阶),那么研习音乐的人就必须精通运用这些要素的创作,并且通晓传达这些创作的演绎表现。首先必须认识到,关于音乐的一切学习只是一种习惯养成,它尚未理解所教授的每一项内容为何必须由研习者掌握。其次必须考虑到,对于这种教养与学习,调式的列举划分尚未被引入;大众只是随意地学习教师或学生所喜好的内容,而明智之人则摒弃这种随意性,正如古代的斯巴达人、曼提尼亚人与佩勒涅人那样;因为他们只挑选出一种或者极少数他们认为适合匡正性情(品格)的调式,以此来使用音乐本身。
φανερὸν δʼ ἂν γένοιτο, εἴ τις ἑκάστην ἐξετάζοιτο τῶν ἐπιστημῶν, τίνος ἐστὶ θεωρητική δῆλον γὰρ ὅτι ἡ μὲν ἁρμονικὴ γενῶν τε τῶν τοῦ ἡρμοσμένου καὶ διαστημάτων καὶ συστημάτων καὶ φθόγγων καὶ τόνων καὶ μεταβολῶν συστηματικῶν ἐστι γνωστική· πορρωτέρω δʼ οὐκέτι ταύτῃ προελθεῖν οἷόν τε ὥστʼ οὐδὲ ζητεῖν παρὰ ταύτης τὸ διαγνῶναι δύνασθαι, πότερον οἰκείως εἴληφεν ὁ ποιητὴς ὅμοἷον εἰπεῖν ἐν μούσοις τὸν Ὑποδώριον τόνον ἐπὶ τὴν ἀρχὴν ἢ τὸν Μιξολύδιόν τε καὶ Δώριον ἐπὶ τὴν ἔκβασιν ἢ τὸν Ὑποφρύγιόν τε καὶ Φρύγιον ἐπὶ τὴν μέσην. οὐ γὰρ διατείνει ἡ ἁρμονικὴ πραγματεία πρὸς τὰ τοιαῦτα, προσδεῖται δὲ πολλῶν ἑτέρων· τὴν γὰρ τῆς οἰκειότητος δύναμιν ἀγνοεῖ. οὔτε γὰρ τὸ χρωματικὸν γένος οὔτε τὸ ἐναρμόνιον ἥξει ποτʼ ἔχον τὴν τῆς οἰκειότητος δύναμιν τελείαν καὶ καθʼ ἣν τὸ τοῦ πεποιημένου μέλους ἦθος ἐπιφαίνεται ἀλλὰ τοῦτο τοῦ τεχνίτου ἔργον. φανερὸν δὴ ὅτι ἑτέρα τοῦ συστήματος ἡ φωνὴ τῆς ἐν τῷ συστήματι κατασκευασθείσης μελοποιίας,3 περὶ ἧς οὐκ ἔστι θεωρῆσαι τῆς ἁρμονικῆς πραγματείας. ὁ αὐτὸς δὲ λόγος καὶ περὶ τῶν ῥυθμῶν· οὐδεὶς γὰρ ῥυθμὸς τὴν τῆς τελείας οἰκειότητος δύναμιν ἥξει ἔχων ἐν αὑτῷ· τὸ γὰρ οἰκείως ἀεὶ λεγόμενον πρὸς ἦθός τι βλέποντες λέγομεν. τούτου δέ φαμεν αἰτίαν εἶναι σύνθεσίν τινα ἢ μῖξιν ἢ ἀμφότερα. οἷον Ὀλύμπῳ τὸ ἐναρμόνιον γένος ἐπὶ Φρυγίου τόνου τεθὲν παίωνι ἐπιβατῷ μιχθέν· τοῦτο γὰρ τῆς ἀρχῆς τὸ ἦθος ἐγέννησεν ἐπὶ τῷ τῆς Ἀθηνᾶς νόμῳ προσληφθείσης γὰρ μελοποιίας καὶ ῥυθμοποιίας τεχνικῶς τε μεταληφθέντος τοῦ ῥυθμοῦ μόνον αὐτοῦ καὶ γενομένου τροχαίου ἀντὶ παίωνος, συνέστη τὸ Ὀλύμπου ἐναρμόνιον γένος. ἀλλὰ μὴν καὶ τοῦ ἐναρμονίου γένους καὶ τοῦ Φρυγίου τόνου διαμενόντων καὶ πρὸς τούτοις τοῦ συστήματος παντός, μεγάλην ἀλλοίωσιν ἔσχηκε τὸ ἦθος· ἡ γὰρ καλουμένη ἁρμονία ἐν τῷ τῆς Ἀθηνᾶς νόμῳ πολὺ διέστηκε κατὰ τὸ ἦθος τῆς ἀναπείρας. εἰ οὖν προσγένοιτο τῷ τῆς μουσικῆς ἐμπείρῳ τὸ κριτικόν, δῆλον ὅτι οὗτος ἂν εἴη ὁ ἀκριβὴς ἐν μουσικῇ ὁ γὰρ εἰδὼς τὸ Δωριστὶ ἄνευ τοῦ κρίνειν ἐπίστασθαι τὴν τῆς χρήσεως αὐτοῦ οἰκειότητα οὐκ εἴσεται ὃ ποιεῖ· ἀλλʼ οὐδὲ τὸ ἦθος σῴσει· ἐπεὶ καὶ περὶ αὐτῶν τῶν Δωρίων μελοποιιῶν ἀπορεῖται, πότερόν ἐστι διαγνωστικὴ ἡ ἁρμονικὴ πραγματεία, καθάπερ τινὲς οἴονται, τῶν Δωρίων, ἢ οὔ. ὁ αὐτὸς δὲ λόγος καὶ περὶ τῆς ῥυθμικῆς ἐπιστήμης πάσης· ὁ γὰρ εἰδὼς τὸν παίωνα τὴν τῆς χρήσεως αὐτοῦ οἰκειότητα οὐκ εἴσεται4 διὰ τὸ αὐτὴν μόνην εἰδέναι τὴν τοῦ παίωνος ξύνθεσιν ἐπεὶ καὶ περὶ αὐτῶν τῶν παιωνικῶν ῥυθμοποιιῶν ἀπορεῖται, πότερόν ἐστι διαγνωστικὴ ἡ ῥυθμικὴ πραγματεία τούτων, καθάπερ τινές φασιν, ἢ οὐ διατείνει μέχρι τούτου. ἀναγκαῖον οὖν δύο τοὐλάχιστον γνώσεις ὑπάρχειν τῷ μέλλοντι διαγνώσεσθαι τὸ τʼ οἰκεῖον καὶ τὸ ἀλλότριον· πρῶτον μὲν τοῦ ἤθους, οὗ ἕνεκα ἡ σύνθεσις γεγένηται· ἔπειτα τούτων, ἐξ ὧν ἡ σύνθεσις. ὅτι μὲν οὖν οὔθʼ ἡ ἁρμονικὴ οὔθʼ ἡ ῥυθμικὴ οὔτʼ ἄλλη οὐδεμία τῶν καθʼ ἓν μέρος λεγομένων αὐτάρκης αὐτὴ καθʼ αὑτὴν τοῦ ἤθους εἶναι καὶ γνωστικὴ καὶ τῶν ἄλλων κριτική, ἀρκέσει τὰ εἰρημένα.
如果人们考察每一门专门学问所研究的对象是什么,这一点便会一清二楚。因为显而易见的是,和声学认知的是调谐之属、音程、音系、音符、调性以及音系的转调;但这门学问再也无法走得更远,以至于人们根本不能要求它具备辨别以下事项的能力:诗人是否恰当地(举例而言)在开端采用了下多利亚调,在结尾采用了混吕底亚调与多利亚调,或在中段采用了下弗律癸亚调与弗律癸亚调。因为和声学的探讨并不触及这些事项,而是尚需许多其他知识;因为它根本不识得适宜性(相称性)的效力。因为无论半音阶属还是增强音阶属,都绝不会自身就具备完全的适宜性效力,以使所作旋律的品格显现出来,而这纯粹是艺术家的功夫。由此显而易见,音系本身的声响与在音系中建构起的作曲法完全是两回事,而关于后者,和声学的探讨根本无法加以观照。同样的道理亦适用于节奏;因为没有任何一种节奏自身就具备完全的适宜性力量;因为当我们谈及某种适宜的运用时,总是着眼于某种品格而说的。我们认为其原因在于某种组合、混合或两者兼有。例如在奥林波斯那里,增强音阶属置于弗律癸亚调之上,并与迎击佩昂步格相混合;因为正是这一组合在雅典娜诺莫斯中产生了开端部分的品格;当作曲与节奏编配被引入,并且仅仅节奏本身被巧妙转换而由佩昂变为特罗凯步格时,奥林波斯的增强音阶属便确立了。然而,即使增强音阶属和弗律癸亚调依然保留,且整个音系亦未改变,其品格却发生了巨大的转变;因为雅典娜诺莫斯中所谓的“和声”,在品格上与序试曲大相径庭。因此,如果音乐上的行家里手再加上审辨评判的能力,显而易见,他才会成为音乐上真正精确的通才;因为仅仅懂得按多利亚风格行事,却不懂得评判其运用的适宜性的人,并不知道自己在做什么,也无法维系品格;因为即便是关于多利亚式的作曲本身,和声学的探讨是否能对它们作出辨别(正如有些人所认为的那样),抑或不能,仍然存有疑问。同样的道理亦适用于全部节奏学;因为仅仅懂得佩昂步格的人,由于仅仅知晓佩昂本身的结构,并不会懂得其运用的适宜性;因为即便是关于佩昂式的节奏构成本身,节奏学的探讨是否能够辨别这些(正如某些人所言),抑或并未延伸至此,也是存疑的。因此,凡欲辨别何为适宜、何为不当的人,至少必须具备两门知识:首先是对组合所为之服务的品格的认识;其次是对构成组合之诸要素的认识。因此,无论和声学、节奏学,还是任何其他被称为专门涉及某一部分的学问,其自身都绝不足以认识品格并评判其他要素,对此上述论述已足够充分了。
- 32εἰς ἃ διῄρηται τὴν καθόλου διαίρεσιν ἡ πᾶσα μουσική
τὴν καθόλου διαίρεσιν 是被动动词 διῄρηται 的同源宾格(内在宾格),意为“按照普遍划分而被区分”。关系代词 ἃ 的先行词是前文的 τριῶν ... μερῶν。
- 32οὐδέπω προσειληφὼς τὸ τίνος ἕνεκα τῶν διδασκομένων ἕκαστον τῷ μανθάνοντι μαθητέον ἐστί
中性冠词 τὸ 将整个间接疑问句 τίνος ἕνεκα... ἐστί 名词化,充当分词 προσειληφώς 的直接宾格补足语。τῷ μανθάνοντι 是与动词性形容词 μαθητέον 连用的施动者与格。
- 33ἑτέρα τοῦ συστήματος ἡ φωνὴ τῆς ἐν τῷ συστήματι κατασκευασθείσης μελοποιίας
这是由表示相异的形容词 ἑτέρα 所支配的比较属格句式。句子主语是 ἡ φωνή(属于 τοῦ συστήματος),而 τῆς ... μελοποιίας 则是依附于 ἑτέρα 的比较属格(“与……不同”)。τοῦ συστήματος 是限定 φωνή 的所有/属性属格。
- 33ὁ γὰρ εἰδὼς τὸν παίωνα τὴν τῆς χρήσεως αὐτοῦ οἰκειότητα οὐκ εἴσεται
ὁ εἰδὼς τὸν παίωνα 是整个句子的主语,而 τὴν τῆς χρήσεως αὐτοῦ οἰκειότητα 则是主要谓语动词 οὐκ εἴσεται 的直接宾语。虽然指涉对象在分词短语内(τὸν παίωνα)与主句宾语(αὐτοῦ)中重复出现,但句法层次明确:知晓佩昂并不等同于知晓其运用的适宜性。
