- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0094.tlg002.humanitext-grc2:29-31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述了从波吕姆纳斯托斯、奥林波斯、拉索斯到美拉尼庇得斯、基涅西阿斯、弗律尼斯、提摩泰俄斯与菲洛克塞诺斯的音乐演变与过度革新导致的堕落,并引喜剧诗行作证,最后以忒勒西阿斯的轶事阐明童年优良音乐教育产生的不可逆影响。
Πολυμνάστῳ δὲ τὸν θʼ ὑπολύδιον νῦν ὀνομαζόμενον τόνον ἀνατιθέασι, καὶ τὴν ἔκλυσιν καὶ τὴν ἐκβολὴν πολὺ μείζω πεποιηκέναι φασὶν αὐτόν. καὶ αὐτὸν δὲ τὸν Ὄλυμπον ἐκεῖνον, ᾧ δὴ τὴν ἀρχὴν τῆς Ἑλληνικῆς τε καὶ νομικῆς μούσης ἀποδιδόασι, τό τε τῆς ἁρμονίας γένος ἐξευρεῖν φασι, καὶ τῶν ῥυθμῶν τόν τε προσοδιακὸν ἐν ᾧ ὁ τοῦ Ἄρεως νόμος, καὶ τὸν χορεῖον ᾧ πολλῷ κέχρηται ἐν τοῖς Μητρῴοις· ἔνιοι δὲ καὶ τὸν βακχεῖον Ὄλυμπον οἴονται εὑρηκέναι. δηλοῖ δʼ ἕκαστον τῶν ἀρχαίων μελῶν, ὅτι ταῦθʼ οὕτως ἔχει. Λᾶσος δʼ ὁ Ἑρμιονεὺς εἰς τὴν διθυραμβικὴν ἀγωγὴν μεταστήσας τοὺς ῥυθμοὺς καὶ τῇ τῶν αὐλῶν πολυφωνίᾳ κατακολουθήσας πλείοσί τε φθόγγοις καὶ διερριμμένοις χρησάμενος εἰς μετάθεσιν τὴν προϋπάρχουσαν ἤγαγε μουσικήν.
人们还将如今被称为下吕底亚调的音调归功于波吕姆纳斯托斯,并称他极大地扩大了降音音程(厄克吕西斯)与升音音程(厄克博勒)。至于那位奥林波斯本人——人们确实将希腊式及咏律式的音乐发端归功于他——据说他发明了和声音阶属(增强属),并在节奏中发明了阿瑞斯诺莫斯所属的导引步格,以及他在敬奉群神之母的祭礼中大量运用的合唱转旋步格;有些人甚至认为奥林波斯还发明了酒神赞步格。古代的每一首曲调都表明事实确乎如此。而赫尔弥俄涅的拉索斯将节奏转入狄俄倪索斯颂歌的运步,顺从双管笛的多声部性能,运用了更多且分散的音符,从而使原先存在的音乐走向转变。
ὁμοίως δὲ καὶ Μελανιππίδης ὁ μελοποιὸς ἐπιγενόμενος οὐκ ἐνέμεινε τῇ προϋπαρχούσῃ μουσικῇ, ἀλλʼ οὐδὲ Φιλόξενος οὐδὲ Τιμόθεος· οὗτος γάρ, ἑπταφθόγγου τῆς λύρας ὑπαρχούσης ἕως εἰς Τέρπανδρον τὸν Ἀντισσαῖον, διέρριψεν εἰς πλείονας φθόγγους. ἀλλὰ γὰρ καὶ αὐλητικὴ ἀφʼ ἁπλουστέρας εἰς ποικιλωτέραν μεταβέβηκε μουσικήν· τὸ γὰρ παλαιόν, ἕως εἰς Μελανιππίδην τὸν τῶν διθυράμβων ποιητήν, συμβεβήκει τοὺς αὐλητὰς παρὰ τῶν ποιητῶν λαμβάνειν τοὺς μισθούς, πρωταγωνιστούσης δηλονότι τῆς ποιήσεως, τῶν δʼ αὐλητῶν ὑπηρετούντων τοῖς διδασκάλοις·; ὕστερον δὲ καὶ τοῦτο διεφθάρη, ὡς καὶ Φερεκράτη τὸν κωμικὸν εἰσαγαγεῖν τὴν Μουσικὴν ἐν γυναικείῳ σχήματι, ὅλην κατῃκισμένην τὸ σῶμα· ποιεῖ δὲ τὴν Δικαιοσύνην διαπυνθανομένην τὴν αἰτίαν τῆς λώβης καὶ τὴν Ποίησιν λέγουσαν·1 "ΜΟΥΣ. λέξω μὲν οὐκ ἄκουσα· σοί τε γὰρ κλύειν ἐμοί τε λέξαι θυμὸς ἡδονὴν ἔχει. ἐμοὶ γὰρ ἦρξε τῶν κακῶν Μελανιππίδης, ἐν τοῖσι πρῶτος ὃς λαβὼν ἀνῆκέ με χαλαρωτέραν τʼ ἐποίησε χορδαῖς δώδεκα. ἀλλʼ οὖν ὅμως οὗτος μὲν ἦν ἀποχρῶν ἀνὴρ ἔμοιγε πρὸς τὰ νῦν κακά. Κινησίας δὲ μʼ ὁ κατάρατος Ἀττικός, ἐξαρμονίους καμπὰς ποιῶν ἐν ταῖς στροφαῖς ἀπολώλεχʼ οὕτως, ὥστε τῆς ποιήσεως τῶν διθυράμβων, καθάπερ ἐν ταῖς ἀσπίσιν, ἀριστέρʼ αὐτοῦ φαίνεται τὰ δεξιά. ἀλλʼ οὖν ἀνεκτὸς οὗτος ἦν ὅμως ἐμοί. Φρῦνις δʼ ἴδιον στρόβιλον ἐμβαλών τινα κάμπτων με καὶ στρέφων ὅλην διέφθορεν, ἐν πέντε χορδαῖς δώδεχʼ ἁρμονίας ἔχων. ἀλλʼ οὖν ἔμοιγε χοὖτος ἦν ἀποχρῶν ἀνήρ· εἰ γάρ τι κἀξήμαρτεν, αὖθις ἀνέλαβεν. ὁ δὲ Τιμόθεὸς μʼ, ὦ φιλτάτη, κατορώρυχε καὶ διακέκναικʼ αἴσχιστα. ΔΙΚ. ποῖος οὑτοσὶ ὁ Τιμόθεος; ΜΟΥΣ. Μιλήσιός τις πυρρίας κακά μοι παρέσχεν οὗτος, ἅπαντας οὓς λέγω παρελήλυθʼ ᾅδων ἐκτραπέλους μυρμηκιάς. κἂν ἐντύχῃ πού μοι βαδιζούσῃ μόνῃ, ἀπέδυσε κἀνέδυσε χορδαῖς δώδεκα." καὶ Ἀριστοφάνης ὁ κωμικὸς μνημονεύει Φιλοξένου καί φησιν, ὅτι εἰς τοὺς κυκλίους χοροὺς μέλη εἰσηνέγκατο. ἡ δὲ Μουσικὴ λέγει ταῦτα· "ἐξαρμονίους ὑπερβολαίους τʼ ἀνοσίους καὶ νιγλάρους, ὥσπερ τε τὰς ῥαφάνους ὅλην καμπῶν με κατεμέστωσε.2" καὶ ἄλλοι δὲ κωμῳδοποιοὶ ἔδειξαν τὴν ἀτοπίαν τῶν μετὰ ταῦτα τὴν μουσικὴν κατακεκερματικότων.
同样,后来出现的抒情歌曲作者美拉尼庇得斯也没有固守原先存在的音乐,菲洛克塞诺斯与提摩泰俄斯亦是如此。因为后者在直到安提萨的特尔潘德罗斯为止里拉琴皆为七弦的状况下,将其分散为更多的音符。不仅如此,管乐亦由较朴素转变为较繁复的音乐;因为在古代,直到狄俄倪索斯颂歌诗人美拉尼庇得斯为止,一向是管乐师从诗人那里领取报酬,显然诗作居于主导地位,而管乐师侍奉诗作传授者;但后来这一点亦遭败坏,以至于喜剧诗人费瑞克拉底在舞台上将“音乐”塑造成一个身体遭受彻底蹂躏的妇人形象;他描写“正义”探问其遭受摧残的缘由,而“诗歌”这样说道: “音乐:我绝非不情愿诉说;因为对你而言倾听, 对我而言倾诉,心中皆觉欣悦。 因为美拉尼庇得斯是祸害我的罪魁祸首, 他在这些人中首先捉住我并松解我, 用十二根弦使我变得更为懈怠散漫。 然而无论如何,与当今的祸难相比, 这人对我来说尚且过得去。 而那个该死的人,雅典的基涅西阿斯, 在乐段转折中制造出背离音律的弯曲转调, 将我毁坏得如此不堪,以至于在他的狄俄倪索斯颂歌 诗作之中,恰如在盾牌中一样, 他展现出的右侧倒显得成了左侧。 但无论如何,这人在我看来终究还算能忍受。 随后弗律尼斯插入了他特有的旋风转音, 弯折我、旋转我,将我彻底毁掉, 在五根弦上竟包含着十二种调式。 然而对我来说,连此人也尚属过得去; 因为纵然他犯了什么过失,旋即又纠正了过来。 可是提摩泰俄斯啊,我最亲爱的人,他将我掘倒深埋, 以极尽丑陋之能事将我撕扯得粉碎。正义:这个提摩泰俄斯 究竟是何许人?音乐:一个来自米利都的红发汉, 此人带给我无穷灾难,他唱出怪异难耐的蚁行琐音, 超越了我所提及的一切人。 只要他在任何地方撞见我独自独行, 便用十二根弦将我剥光又紧紧束缚。” 此外,喜剧诗人阿里斯托芬也提及菲洛克塞诺斯,并称他将曲调引入环舞合唱队中。而“音乐”则说了这番话: “他用背离音律的最高亢音调、不敬神明的 刺耳尖叫,如同青虫啃食卷心菜一般, 用层出不穷的扭曲转音将我彻底填塞侵蚀。” 其他喜剧诗人们亦揭露了随后将音乐支离破碎者的荒谬怪诞。
ὅτι δὲ παρὰ τὰς ἀγωγὰς καὶ τὰς μαθήσεις διόρθωσις ἢ διαστροφὴ γίγνεται, δῆλον Ἀριστόξενος ἐποίησε. τῶν γὰρ κατὰ τὴν αὑτοῦ ἡλικίαν φησὶ Τελεσίᾳ τῷ Θηβαίῳ συμβῆναι νέῳ μὲν ὄντι τραφῆναι ἐν τῇ καλλίστῃ μουσικῇ καὶ μαθεῖν ἄλλα τε τῶν εὐδοκιμούντων καὶ δὴ καὶ τὰ Πινδάρου, τὰ τε Διονυσίου τοῦ Θηβαίου καὶ τὰ Λάμπρου καὶ τὰ Πρατίνου καὶ τῶν λοιπῶν, ὅσοι τῶν λυρικῶν ἄνδρες ἐγένοντο ποιηταὶ κρουμάτων ἀγαθοί· καὶ αὐλῆσαι δὲ καλῶς καὶ περὶ τὰ λοιπὰ μέρη τῆς συμπάσης παιδείας ἱκανῶς διαπονηθῆναι· παραλλάξαντα δὲ τὴν τῆς ἀκμῆς ἡλικίαν3 οὕτω σφόδρα ἐξαπατηθῆναι ὑπὸ τῆς σκηνικῆς τε καὶ ποικίλης μουσικῆς, ὡς καταφρονῆσαι τῶν καλῶν ἐκείνων, ἐν οἷς ἀνετράφη, τὰ Φιλοξένου δὲ καὶ Τιμοθέου ἐκμανθάνειν, καὶ τούτων αὐτῶν τὰ ποικιλώτατα καὶ πλείστην ἐν αὑτοῖς ἔχοντα καινοτομίαν· ὁρμήσαντὰ τʼ ἐπὶ τὸ ποιεῖν μέλη καὶ διαπειρώμενον ἀμφοτέρων τῶν τρόπων, τοῦ τε Πινδαρείου καὶ Φιλοξενείου, μὴ δύνασθαι κατορθοῦν ἐν τῷ Φιλοξενείῳ γένει· γεγενῆσθαι δʼ αἰτίαν τὴν ἐκ παιδὸς καλλίστην ἀγωγήν.
至于良好的规正抑或扭曲败坏取决于训练与习得,阿里斯托克塞诺斯已阐明得十分清楚。因为他说在他自己那个时代,底比斯的忒勒西阿斯年轻时曾受到最为纯正优美的音乐熏陶,学习了诸多名家的作品,特别是品达、底比斯的狄俄倪索斯、兰普罗斯、普拉提纳斯以及所有其他成为优秀器乐作家的抒情诗人之作;他亦能娴熟地吹奏双管笛,并对全套教养的其他各个部分下足了功夫磨练;然而度过壮年之后,他被舞台化而繁复的音乐极度迷惑,以致鄙弃了抚育他成长的那些高尚作品,转而熟记菲洛克塞诺斯与提摩泰俄斯之作,并且专门钻研其作品中最繁复、内含最多革新的部分;当他着手作曲并尝试品达式与菲洛克塞诺斯式两种风格时,却无法在菲洛克塞诺斯式的体裁上取得成功;而造成这一结果的原因,正是自幼所受的极其优良的训练教养。
- 30τὴν Ποίησιν λέγουσαν
散文引言中作“正义探问……诗歌说道”,而诗行中的发话者标记为 ΜΟΥΣ.(音乐)。抄本在 Ποίησιν(诗歌)与 Μουσικήν(音乐)之间存在异读;戏剧情境中的实际发话者即前文提到的拟人化“音乐”(εἰσαγαγεῖν τὴν Μουσικήν)。
- 30καμπῶν με κατεμέστωσε
此处是基于 καμπή(旋律的弯曲转调)与 κάμπη(菜青虫/毛虫)在复数属格 καμπῶν 中同形的双关语。与前面的 ῥαφάνους(卷心菜/萝卜)相对照,将音乐上的“转折弯曲”比作啃食蔬菜的“害虫”。
- 31παραλλάξαντα δὲ τὴν τῆς ἀκμῆς ἡλικίαν
宾格分词 παραλλάξαντα 指涉忒勒西阿斯,作为不定式 ἐξαπατηθῆναι 的逻辑主语。它没有依循前句中的与格 Τελεσίᾳ,而是转为间接引语不定式结构中标准的宾格主语(格的转换)。
