- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0094.tlg002.humanitext-grc2:26-28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论述了古希腊人将音乐用于军事与竞技锤炼、尊崇神明及青年教化,并批判了当代音乐堕落为纯粹剧场化娱乐的风气。随后,针对古人是否缺乏创新的质疑,作者详细阐述了特尔潘德罗斯与阿尔基洛科斯如何在保持庄严与适度原则的前提下,对音乐音阶与诗歌体裁进行的诸多开创性革新。
φανερὸν οὖν ἐκ τούτων, ὅτι τοῖς παλαιοῖς τῶν Ἑλλήνων εἰκότως μάλιστα πάντων ἐμέλησε πεπαιδεῦσθαι μουσικήν.1 τῶν γὰρ νέων τὰς ψυχὰς ᾤοντο δεῖν διὰ μουσικῆς πλάττειν τε καὶ ῥυθμίζειν ἐπὶ τὸ εὔσχημον, χρησίμης δηλονότι τῆς μουσικῆς ὑπαρχούσης πρὸς πάντα καιρὸν καὶ πᾶσαν ἐσπουδασμένην πρᾶξιν, προηγουμένως δὲ πρὸς τοὺς πολεμικοὺς κινδύνους· πρὸς οὓς οἱ μὲν αὐλοῖς ἐχρῶντο, καθάπερ Λακεδαιμόνιοι, παρʼ οἷς τὸ καλούμενον Καστόρειον ηὐλεῖτο μέλος, ὁπότε τοῖς πολεμίοις ἐν κόσμῳ προσῄεσαν μαχεσόμενοι· οἱ δὲ καὶ πρὸς λύραν ἐποίουν τὴν πρόσοδον τὴν πρὸς τοὺς ἐναντίους, καθάπερ ἱστοροῦνται μέχρι πολλοῦ χρήσασθαι τῷ τρόπῳ τούτῳ τῆς ἐπὶ τοὺς πολεμικοὺς κινδύνους ἐξόδου Κρῆτες. οἱ δʼ ἔτι καὶ καθʼ ἡμᾶς σάλπιγξι διατελοῦσι χρώμενοι. Ἀργεῖοι δὲ πρὸς τὴν τῶν Σθενείων τῶν καλουμένων παρʼ αὐτοῖς πάλην ἐχρῶντο τῷ αὐλῷ τὸν δʼ ἀγῶνα τοῦτον ἐπὶ Δαναῷ μὲν τὴν ἀρχὴν τεθῆναί φασιν, ὕστερον δʼ ἀνατεθῆναι Διὶ Σθενίῳ· οὐ μὴν ἀλλʼ ἔτι καὶ νῦν τοῖς πεντάθλοις νενόμισται προσαυλεῖσθαι οὐδὲν μὲν κεκριμένον οὐδʼ ἀρχαῖον, οὐδʼ οἷον ἐνομίζετο παρὰ τοῖς ἀνδράσιν ἐκείνοις, ὥσπερ τὸ ὑπὸ Ἱέρακος πεποιημένον πρὸς τὴν ἀγωνίαν ταύτην, ὃ ἐκαλεῖτο Ἐνδρομή· ὅμως δὲ καὶ εἰ ἀσθενές τι καὶ οὐ κεκριμένον, ἀλλʼ οὖν προσαυλεῖται.
由此可见,古希腊人格外重视接受音乐教育,实属顺理成章。因为他们认为,应当通过音乐来塑造青年的心灵并使其合乎端庄的规制;音乐显然对于一切时机与一切严肃的活动都大有用处,尤其是在战争的危险之中。面对这些危险,有人使用阿夫洛斯管,如拉刻代蒙人,在他们那里,每当列队走向敌人开战时,便吹奏所谓的“卡斯托尔之调”;另一些人则伴随着里拉琴向敌人挺进,正如克里特人被记载在极长的时间里一直采用这种方式奔赴战场之险。还有一些人直到我们当今的时代仍在使用军号。阿尔戈斯人则在他们所谓“斯忒涅亚节”的摔跤比赛中使用管乐;据说这项竞技最初是为达那俄斯而设,后来奉献给斯忒尼俄斯宙斯。不仅如此,直到如今,五项全能比赛仍习用管乐伴奏——虽然绝非精炼考究的古曲,亦非当年那些先民所惯用者,比如希厄拉克司专为这一竞技所作的、被称为“疾奔”的曲调;然而,哪怕软弱无力且不精炼,依然照例予以管乐伴奏。
ἐπὶ μέντοι τῶν ἔτι ἀρχαιοτέρων οὐδʼ εἰδέναι φασὶ τοὺς Ἕλληνας τὴν θεατρικὴν μοῦσαν· ὅλην δʼ αὐτῆς τὴν ἐπιστήμην πρός τε θεῶν τιμὴν καὶ τὴν τῶν νέων παίδευσιν παραλαμβάνεσθαι, μηδὲ τὸ παράπαν ἤδη θεάτρου παρὰ τοῖς ἀνδράσιν ἐκείνοις κατεσκευασμένου, ἀλλʼ ἔτι τῆς μουσικῆς ἐν τοῖς ἱεροῖς ἀναστρεφομένης, ἐν οἷς τιμήν τε τοῦ θείου διὰ ταύτης ἐποιοῦντο καὶ τῶν ἀγαθῶν ἀνδρῶν ἐπαίνους εἰκὸς δʼ εἶναι ὅτι τὸ θέατρον ὕστερον καὶ τὸ θεωρεῖν πολὺ πρότερον ἀπὸ τοῦ θεοῦ τὴν προσηγορίαν ἔλαβεν. ἐπὶ μέντοι τῶν καθʼ ἡμᾶς χρόνων τοσοῦτον ἐπιδέδωκε τὸ τῆς διαφθορᾶς εἶδος, ὥστε τοῦ μὲν παιδευτικοῦ τρόπου μηδεμίαν μνείαν μηδʼ ἀντίληψιν εἶναι, πάντας δὲ τοὺς μουσικῆς ἁπτομένους πρὸς τὴν θεατρικὴν προσκεχωρηκέναι μοῦσαν.
然而,在更为古老的先民时代,据说希腊人甚至根本不知戏剧性的音乐;〔音乐〕的全部专门知识都被用于敬奉神明与教育青年,在那些先民那里甚至全然未曾修筑剧场,音乐依旧停驻于圣所之中;他们在圣所里通过音乐尊崇神明,歌颂优秀的志士。剧场后来、以及观照在更早之前皆从神获得名称,亦属合理。然而在我们当今的时代,败坏的倾向愈演愈烈,以至于对教化式的风格已无人提及,亦无人领会,所有从事音乐的人都倒向了戏剧性的音乐。
εἴποι τις ὦ τᾶν, οὐδὲν οὖν ὑπὸ τῶν ἀρχαίων προσεξεύρηται καὶ κεκαινοτόμηται; φημὶ καὶ αὐτός, ὅτι προσεξεύρηται, ἀλλὰ μετὰ τοῦ σεμνοῦ καὶ πρέποντος. οἱ γὰρ ἱστορήσαντες τὰ τοιαῦτα Τερπάνδρῳ μὲν τήν τε Δώριον νήτην προσετίθεσαν, οὐ χρησαμένων αὐτῇ τῶν ἔμπροσθεν κατὰ τὸ μέλος· καὶ τὸν Μιξολύδιον δὲ τόνον ὅλον προσεξευρῆσθαι λέγεται, καὶ τὸν τῆς ὀρθίου μελῳδίας τρόπον τὸν κατὰ τοὺς ὀρθίους πρός τε τῷ ὀρθίῳ καὶ τὸν σημαντὸν τροχαῖον. ἔτι δέ, καθάπερ Πίνδαρός φησι, καὶ τῶν σκολιῶν μελῶν Τέρπανδρος εὑρετὴς ἦν· ἀλλὰ μὴν καὶ Ἀρχίλοχος τὴν τῶν τριμέτρων ῥυθμοποιίαν προσεξεῦρε καὶ τὴν εἰς τοὺς οὐχ ὁμογενεῖς ῥυθμοὺς ἔντασιν καὶ τὴν παρακαταλογὴν καὶ τὴν περὶ ταῦτα κροῦσιν· πρώτῳ δʼ αὐτῷ τὰ τʼ ἐπῳδὰ καὶ τὰ τετράμετρα καὶ τὸ κρητικὸν καὶ τὸ προσοδιακὸν ἀποδέδοται καὶ ἡ τοῦ ἡρῴου αὔξησις, ὑπʼ ἐνίων δὲ καὶ τὸ ἐλεγεῖον, πρὸς δὲ τούτοις ἥ τε τοῦ ἰαμβείου πρὸς τὸν ἐπιβατὸν παίωνα ἔντασις καὶ ἡ τοῦ ηὐξημένου ἡρῴου εἴς τε τὸ προσοδιακὸν καὶ τὸ κρητικόν· ἔτι δὲ τῶν ἰαμβείων τὸ τὰ μὲν λέγεσθαι παρὰ τὴν κροῦσιν τὰ δʼ ᾄδεσθαι,2 Ἀρχίλοχόν φασι καταδεῖξαι, εἶθʼ οὕτω χρήσασθαι τοὺς τραγικοὺς ποιητάς, Κρέξον δὲ λαβόντα εἰς διθυράμβων χρῆσιν ἀγαγεῖν. οἴονται δὲ καὶ τὴν κροῦσιν τὴν ὑπὸ τὴν ᾠδὴν3 τοῦτον πρῶτον εὑρεῖν, τοὺς δʼ ἀρχαίους πάντας πρόσχορδα κρούειν.
有人或许会说: “我的好朋友,难道古人就没有做出任何增益性的发明与革新吗?” 我自己也主张确实有所增益发明,但那是伴随着庄严与合宜之度的。因为记述此类掌故的人,将多里亚调极弦归功于特尔潘德罗斯,此前的人在旋律中未曾使用此弦;据说整个混合吕底亚音调亦是增益发明的,还有依循高亢节奏的高亢咏调风格,以及在高亢节奏之外的显拍转旋步格(特罗凯俄斯)。此外,正如品达所言,特尔潘德罗斯也是宴饮之歌(斯科利昂)的发明者。不仅如此,阿尔基洛科斯增益发明了三步格的节奏结构、将其引入非同类节奏的张弛结合、朗诵调式以及围绕这些的乐器伴奏;人们首先将插句体、四步格、克里特步格、导引入格以及英雄诗行的扩充归功于他,有些人甚至还将哀歌体归于他;除这些之外,还包括抑扬格向冲激式佩昂的张弛结合,以及扩充的英雄诗行向导引入格与克里特步格的结合。此外,关于抑扬格诗行一部分随乐器伴奏朗诵、另一部分歌唱的方式,据说也是阿尔基洛科斯率先倡导的,其后悲剧诗人们照此运用,克雷克索斯则采纳并引入狄俄倪索斯颂歌之中。他们还认为,在歌唱之下进行伴奏的和声法亦是由他首创,而古人此前全都是与歌声齐音弹奏弦乐的。
- 26ἐμέλησε πεπαιδεῦσθαι μουσικήν
此处为非人称动词 μέλει(不定过去时 ἐμέλησε)搭配与格 τοῖς παλαιοῖς 及完成体被动不定词 πεπαιδεῦσθαι 的句构,μουσικήν 则作为保留宾格(被动句中的内宾格)出现。此处选用完成体不定词而非现在时 παιδεύεσθαι,着重强调“已受到音乐教育并处于陶冶完成之状态”,而非仅指受教的过程本身。
- 28τῶν ἰαμβείων τὸ τὰ μὲν λέγεσθαι παρὰ τὴν κροῦσιν τὰ δʼ ᾄδεσθαι
此处整体属格(或指示论题的属格)τῶν ἰαμβείων 置于句首,中性单数冠词 τό 所统摄的宾格不定词结构(τὸ τὰ μὲν λέγεσθαι ... τὰ δʼ ᾄδεσθαι)作 καταδεῖξαι 的直接宾语。不定词的逻辑主语 τὰ μὲν 与 τὰ δέ 为中性复数,指抑扬格诗行中的“一部分……另一部分”;介词短语 παρὰ τὴν κροῦσιν 表示伴随情况,意为“伴着乐器弹奏”。
- 28τὴν κροῦσιν τὴν ὑπὸ τὴν ᾠδὴν
此为定冠词重复的后置修饰结构,介词短语 τὴν ὑπὸ τὴν ᾠδήν 处于定语位置修饰名词 τὴν κροῦσιν。介词 ὑπό 接宾格表示置于歌声之下的伴奏(即非齐奏的衬底和声或变奏),与后文古人皆以齐音(πρόσχορδα)伴奏形成鲜明对比,指代器乐伴奏与歌唱旋律产生差异的新技法。
