← 伪普鲁塔克

论音乐

§13-16

音乐的神圣起源与各种调式的渊源传说

吕西亚斯结束发言并将话席转交给学养丰富的索特里霍斯。索特里霍斯主张音乐源于阿波罗神而非凡人发明,赞美古代音乐的崇高品格,并论述了吕底亚调式与混合吕底亚调式的起源与流变传述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13

εἰρηκὼς κατὰ δύναμιν περί τε τῆς πρώτης μουσικῆς καὶ τῶν πρῶτον εὑρόντων αὐτήν καὶ ὑπὸ τίνων κατὰ χρόνους ταῖς προσεξευρέσεσιν ηὔξηται καταπαύσω τὸν λόγον1 καὶ παραδώσω τῷ ἑταίρῳ Σωτηρίχῳ, ἐσπουδακότι οὐ μόνον περὶ μουσικὴν ἀλλὰ καὶ περὶ τὴν ἄλλην ἐγκύκλιον παιδείαν ἡμεῖς; γὰρ μᾶλλον χειρουργικῷ μέρει τῆς μουσικῆς ἐγγεγυμνάσμεθα. ὁ μὲν Λυσίας ταῦτʼ εἰπὼν κατέπαυσε τὸν λόγον.

关于最初的音乐和最早发现它的人,以及随着时间的推移音乐是通过哪些人的相继发明而获得发展的,在尽己所能地陈述完毕后,我便结束我的发言,并将话题转交给我的同伴索特里霍斯;他不仅精研音乐,而且通晓其他通识性教育;而我们自己,则更多是在音乐的实际技艺(手艺)部分受到操练。 吕西亚斯说完这些话,便结束了发言。

§14

Σωτήριχος δὲ μετὰ τοῦτον ὧδέ πως ἔφη· ὑπὲρ σεμνοῦ ἐπιτηδεύματος καὶ θεοῖς μάλιστα ἀρέσκοντος, ὠγαθὲ Ὀνησίκρατες, τοὺς λόγους ἡμᾶς προετρέψω ποιήσασθαι. ἀποδέχομαι μὲν οὖν τῆς συνέσεως τὸν διδάσκαλον Λυσίαν ἀλλὰ μὴν καὶ τῆς μνήμης ἣν ἐπεδείξατο περί τε τοὺς εὑρετὰς τῆς πρώτης μουσικῆς καὶ περὶ τοὺς τὰ τοιαῦτα συγγεγραφότας· ὑπομνήσω δὲ τοῦθʼ, ὅτι τοῖς ἀναγεγραμμένοις μόνοις κατακολουθήσας πεποίηται τὴν δεῖξιν. ἡμεῖς δʼ οὐκ ἄνθρωπόν τινα παρελάβομεν εὑρετὴν τῶν τῆς μουσικῆς ἀγαθῶν, ἀλλὰ τὸν πάσαις ταῖς ἀρεταῖς κεκοσμημένον θεὸν Ἀπόλλωνα. οὔτε γὰρ Μαρσύου ἢ Ὀλύμπου ἢ Ὑάγνιδος, ὥς τινες οἴονται, εὕρημα ὁ αὐλός· οὐ μόνη δὲ κιθάρα Ἀπόλλωνος, ἀλλὰ καὶ αὐλητικῆς καὶ κιθαριστικῆς εὑρετὴς ὁ θεός. δῆλον δʼ ἐκ τῶν χορῶν καὶ τῶν θυσιῶν, ἃς προσῆγον μετʼ αὐλῶν τῷ θεῷ· καθάπερ ἄλλοι τε καὶ Ἀλκαῖος ἔν τινι τῶν ὕμνων ἱστορεῖ. καὶ ἡ ἐν Δήλῳ δὲ τοῦ ἀγάλματος αὐτοῦ ἀφίδρυσις ἔχει ἐν μὲν τῇ δεξιᾷ τόξον, ἐν δὲ τῇ ἀριστερᾷ Χάριτας, τῶν τῆς μουσικῆς ὀργάνων ἑκάστην τι ἔχουσαν·2 ἡ μὲν γὰρ λύραν κρατεῖ ἡ δʼ αὐλοὺς ἡ δʼ ἐν μέσῳ προσκειμένην ἔχει τῷ στόματι σύριγγα ὅτι δʼ οὗτος οὐκ ἐμὸς ὁ λόγος, Ἀντικλῆς καὶ Ἴστρος ἐν ταῖς Ἐπιφανείαις περὶ τούτων ἀφηγήσαντο. οὕτω δὲ παλαιόν ἐστι τὸ ἀφίδρυμα τοῦτο, ὥστε τοὺς ἐργασαμένους αὐτὸ τῶν καθʼ Ἡρακλέα Μερόπων φασὶν εἶναι. ἀλλὰ μὴν καὶ τῷ κατακομίζοντι παιδὶ τὴν Τεμπικὴν δάφνην εἰς Δελφοὺς παρομαρτεῖ αὐλητής· καὶ τὰ ἐξ Ὑπερβορέων δʼ ἱερὰ μετʼ αὐλῶν καὶ συρίγγων καὶ κιθάρας εἰς τὴν Δῆλόν φασι τὸ παλαιὸν στέλλεσθαι. ἄλλοι δὲ καὶ αὐτὸν τὸν θεόν φασιν αὐλῆσαι, καθάπερ ἱστορεῖ ὁ ἄριστος μελῶν ποιητὴς Ἀλκμάν· ἡ δὲ Κόριννα καὶ διδαχθῆναί φησι τὸν Ἀπόλλω ὑπʼ Ἀθηνᾶς αὐλεῖν. σεμνὴ οὖν κατὰ πάντα ἡ μουσική, θεῶν εὕρημα οὖσα.

索特里霍斯接着他的话,大致如此说道: “善良的奥尼西克拉特斯,你敦促我们发表论说的,乃是一项崇高且深得诸神喜爱的实践活动。因此,我固然赞赏作为导师的吕西亚斯展现出的聪明才智,尤其是他在论及最早音乐的发现者以及记载这些事迹的作家时所展示出的渊博记忆;但我必须提醒大家注意这一点:他是仅仅依据文字记载来进行论证的。然而,我们所接受的音乐福祉的开创者并非任何凡人,而是汇聚了一切美德的神明阿波罗。因为阿夫洛斯管绝非如某些人所认为的那样,是玛耳绪阿斯、奥林波斯或胡阿格尼斯的发明;不仅基塔拉琴属于阿波罗,而且双管奏术与基塔拉弹奏术的开创者都是这位神明。这从人们在阿夫洛斯管伴奏下向神献祭和组织合唱舞队便可清楚看出,正如其他人和阿尔卡埃乌斯在某首赞歌中所记载的那样。他在提洛岛的神像造型也是右手执弓,左手托着美惠三女神,她们每个人都持有一种乐器:一个手拿里拉琴,一个拿阿夫洛斯管,居中的那位则将绪林克斯排箫贴于口边。关于这一说法并非出自我的杜撰,安提克勒斯和伊斯忒洛斯在《神显记》中曾详述这些事迹。而且这座神像极为古老,以至于人们说制作它的人乃是与赫拉克勒斯同时代的麦洛普斯人。更有甚者,向德尔斐运送坦佩月桂枝的少年身旁有双管乐手随行;人们还说在古时,来自极北之地的圣物也是在阿夫洛斯管、排箫和基塔拉琴的伴奏下送达提洛岛的。另有人说神明亲自吹奏过阿夫洛斯管,正如最优秀的抒情诗人阿尔克曼所记载的那样;而科林娜甚至说阿波罗吹奏阿夫洛斯乃是受教于雅典娜。因此,作为诸神之发明的音乐,在各个方面都是崇高庄严的。

§15

ἐχρήσαντο δʼ αὐτῇ οἱ παλαιοὶ κατὰ τὴν ἀξίαν, ὥσπερ καὶ τοῖς ἄλλοις ἐπιτηδεύμασι πᾶσιν οἱ δὲ νῦν τὰ σεμνὰ αὐτῆς παραιτησάμενοι, ἀντὶ τῆς ἀνδρώδους ἐκείνης καὶ θεσπεσίας καὶ θεοῖς φίλης κατεαγυῖαν καὶ κωτίλην εἰς τὰ θέατρα εἰσάγουσι. τοιγάρτοι Πλάτων ἐν τῷ τρίτῳ τῆς Πολιτείας δυσχεραίνει τῇ τοιαύτῃ μουσικῇ· τὴν γοῦν Λύδιον ἁρμονίαν παραιτεῖται, ἐπειδὴ ὀξεῖα καὶ ἐπιτήδειος πρὸς θρῆνον. καὶ τὴν πρώτην σύστασιν αὐτῆς φασι θρηνώδη τινὰ γενέσθαι. Ὄλυμπον γὰρ πρῶτον Ἀριστόξενος ἐν τῷ πρώτῳ περὶ Μουσικῆς ἐπὶ τῷ Πύθωνί φησιν ἐπικήδειον αὐλῆσαι Λυδιστί. εἰσὶ δʼ οἳ Μελανιππίδην τούτου τοῦ μέλους ἄρξαι φασί· Πίνδαρος δʼ ἐν Παιᾶσιν ἐπὶ τοῖς Νιόβης γάμοις φησὶ Λύδιον ἁρμονίαν πρῶτον διδαχθῆναι. ἄλλοι δὲ Τόρηβον πρῶτον τῇ ἁρμονίᾳ χρήσασθαι, καθάπερ Διονύσιος ὁ Ἴαμβος ἱστορεῖ.

古人对待音乐正如对待其他所有实践一样,赋予其应有的崇高价值;然而当今之人却舍弃了它的庄重本质,将一种萎靡谄媚的音乐引入剧场,取代了那种阳刚、神圣且为神所喜爱的音乐。正因如此,柏拉图在《理想国》第三卷中对此类音乐表示厌恶;至少他排斥了吕底亚调式,因为它是尖锐且适于哀悼的。人们说吕底亚调式最初的构成正是带有哀伤性质的。因为阿里斯托克塞诺斯在《论音乐》第一卷中说,奥林波斯最早在皮同死时用阿夫洛斯管以吕底亚调吹奏了挽歌。但也有人说这种旋律是由墨拉尼庇得斯开创的;品达在《佩安赞歌》中则说,吕底亚调式是在尼俄伯的婚礼上最早被传授的。还有其他人说托瑞博斯是最早使用该调式的人,正如抑扬格诗人狄奥尼修斯所记载的那样。

§16

καὶ ἡ Μιξολύδιος δὲ παθητικὴ τίς ἐστι, τραγῳδίαις ἁρμόζουσα., Ἀριστόξενος δέ φησι Σαπφὼ πρώτην εὕρασθαι τὴν Μιξολυδιστί, παρʼ ἧς τοὺς τραγῳδοποιοὺς μαθεῖν· λαβόντας γοῦν αὀτοὺς συζεῦξαι τῇ Δωριστί,3 ἐπεὶ ἡ μὲν τὸ μεγαλοπρεπὲς καὶ ἀξιωματικὸν ἀποδίδωσιν ἡ δὲ τὸ παθητικόν, μέμικται δὲ διὰ τούτων τραγῳδία. ἐν δὲ τοῖς Ἱστορικοῖς τῆς Ἁρμονικῆς Πυθοκλείδην φησὶ τὸν αὐλητὴν εὑρετὴν αὐτῆς γεγονέναι. Λῦσις δὲ Λαμπροκλέα τὸν Ἀθηναῖον συνιδόντα, ὅτι οὐκ ἐνταῦθα ἔχει τὴν διάζευξιν, ὅπου σχεδὸν ἅπαντες ᾤοντο, ἀλλʼ ἐπὶ τὸ ὀξύ, τοιοῦτον αὐτῆς ἀπεργάσασθαι τὸ σχῆμα οἷον τὸ ἀπὸ παραμέσης ἐπὶ ὑπάτην ὑπατῶν.4 ἀλλὰ μὴν καὶ τὴν Ἐπανειμένην Λυδιστί, εἴπερ ἐναντία τῇ Μιξολυδιστί, παραπλησίαν οὖσαν τῇ Ἰάδι, ὑπὸ Δάμωνος εὑρῆσθαί φασι τοῦ Ἀθηναίου.

混合吕底亚调式也具有某种充沛的情感(悲感),适合于悲剧。阿里斯托克塞诺斯说,萨福最早发现了混合吕底亚调式,悲剧诗人们正是从她那里学来的;他们在采纳这种调式后将其与多里斯调式相结合,因为后者赋予雄伟与庄严,而前者赋予悲情感,悲剧正是通过这两者的融合而构成的。但在《和声学史》中,他[阿里斯托克塞诺斯]却说阿夫洛斯管乐手皮托克莱德斯才是其发明者。而吕西斯则说,雅典人兰普罗克勒斯洞察到该调式的分断点并不在几乎所有人都认为的位置,而是在高音区,并在该调式中确立了如同从副中音到最低音之最低音(高音之首音)那样的音阶形态。此外,至于‘松弛吕底亚调’,假使它确实与混合吕底亚调相反,它与伊奥尼亚调极为相似,人们说它是由雅典人达蒙发明的。”

语法注4 条
  1. 13εἰρηκὼς κατὰ δύναμιν ... καταπαύσω τὸν λόγον

    完成体分词 εἰρηκώς 与主句主语(第一人称单数吕西亚斯)一致,作表示伴随原因或时间的状语分词(“在尽力陈述完毕之后……”)。其后的间接疑问从句 ὑπὸ τίνων ... ηὔξηται 与前面的介词短语(περί τε ... καὶ τῶν ...)相并列,同为 εἰρηκώς 的支配对象。

  2. 14τῶν τῆς μουσικῆς ὀργάνων ἑκάστην τι ἔχουσαν

    分词 ἔχουσαν 在性数格上与 ἑκάστην(阴性单数宾格)一致,对前面的复数名词 Χάριτας 构成部分同位语。τι 作 ἔχουσαν 的直接宾语,并由部分属格 τῶν τῆς μουσικῆς ὀργάνων 所修饰(即“她们各自持有一件乐器”)。

  3. 16λαβόντας γοῦν αὀτοὺς συζεῦξαι τῇ Δωριστί

    原文中的 αὀτούς 系 αὐτούς 的传抄印误。此句为延续前文 φησι 的间接引语“宾格加不定式”结构。不定式 συζεῦξαι 的逻辑主语为指代悲剧诗人们(τοὺς τραγῳδοποιούς)的 αὐτούς,过去分词 λαβόντας 与之一致。

  4. 16τοιοῦτον αὐτῆς ἀπεργάσασθαι τὸ σχῆμα οἷον τὸ ἀπὸ παραμέσης ἐπὶ ὑπάτην ὑπατῶν

    由指示形容词 τοιοῦτον 和关系形容词 οἷον 构成的关联句式,充当宾语补足语:“将其音阶形态(τὸ σχῆμα)构造成如同从副中音到最高低音那样的样式(οἷον τὸ...)”。不定式 ἀπεργάσασθαι 的逻辑主语为宾格的 Λαμπροκλέα。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0094.tlg002.humanitext-grc2:13-16