- 底本
- Theophrastus. Characteres. Diels, Hermann, editor. Oxford: Clarendon Press, 1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0093.tlg009.humanitext-grc2:9.1-9.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
泰奥弗拉斯托斯将“厚颜无耻”界定为因贪图微利而不顾名声,并罗列了诸如向被骗者借债、在肉铺强索便宜以及在浴室白占便宜等一系列无赖行径。
ἡ δὲ ἀναισχυντία ἐστὶ μέν, ὡς ὅρῳ λαβεῖν,1 καταφρόνησις δόξης αἰσχροῦ ἕνεκα κέρδους, ὁ δὲ ἀναίσχυντος τοιοῦτός τις, οἷος πρῶτον μὲν ὃν ἀποστερεῖ, πρὸς τοῦτον ἀπελθὼν δανείζεσθαι,2 εἶτα θύσας τοῖς θεοῖς αὐτὸς μὲν δειπνεῖν παρʼ ἑτέρῳ, τὰ δὲ κρέα ἀποτιθέναι ἁλσὶ πάσας.
厚颜无耻,简明界定的话,乃是为了卑鄙私利而蔑视声誉;而厚颜无耻之徒则是这样一种人:首先,他竟然走到刚被自己骗取钱财的人那里去借贷;其次,在向神明献祭之后,自己跑到别人家里蹭饭,却把祭肉抹上盐存起来。
καὶ προσκαλεσάμενος τὸν ἀκόλουθον δοῦναι ἀπὸ τῆς τραπέζης ἄρας κρέας καὶ ἄρτον καὶ εἰπεῖν ἀκουόντων πάντων· εὐωχοῦ, Τίβειε.
他还会叫来自己的侍从,从席桌上拿取肉和面包递给他,并在众人听得到的情况下说道: “放开肚皮吃吧,提贝奥斯!”
καὶ ὀψωνῶν δὲ ὑπομιμνῄσκειν τὸν κρεωπώλην, εἴ τι χρήσιμος αὐτῷ γέγονε, καὶ ἑστηκὼς πρὸς τῷ σταθμῷ μάλιστα μὲν κρέας, εἰ δὲ μή, ὀστοῦν εἰς τὸν ζωμὸν ἐμβαλεῖν, καὶ ἐὰν μὲν λάβῃ, εὖ ἔχει, εἰ δὲ μή, ἁρπάσας ἀπὸ τῆς τραπέζης χολίκιον ἅμα γελῶν ἀπαλλάττεσθαι.
去买菜时,他会提醒肉贩自己从前是否帮过对方的忙,站在秤旁,尽可能扔进一块肉,要是不行就扔块熬汤的骨头;要是弄到了手,便心满意足;要是弄不到,就从肉案上抓起一把下水,边笑边溜走。
καὶ ξένοις δὲ αὑτοῦ θέαν ἀγοράσας μὴ δοὺς τὸ μέρος θεωρεῖν,3 ἄγειν δὲ καὶ τοὺς υἱεῖς εἰς τὴν ὑστεραίαν καὶ τὸν παιδαγωγόν.
他为外地客人购置戏院座票,自己不出份子钱去看戏,次日还会把儿子们和家仆教师也都带去。
καὶ ὅσα ἐωνημένος ἄξιά τις φέρει, μεταδοῦναι κελεῦσαι καὶ αὑτῷ.
每当有人买了便宜合算的货物带着走时,他就要求对方也分给自己一份。
καὶ ἐπὶ τὴν ἀλλοτρίαν οἰκίαν ἐλθὼν δανείζεσθαι κριθάς, ποτὲ δὲ ἄχυρα, καὶ ταῦτα τοὺς χρήσαντας ἀναγκάσαι ἀποφέρειν πρὸς αὑτόν.
他去别人家里借大麦,有时还借草料,并且强迫出借者亲自把这些东西送到他自己家里。
δεινὸς δὲ καὶ πρὸς τὰ χαλκεῖα τὰ ἐν τῷ βαλανείῳ προσελθὼν καὶ βάψας ἀρύταιναν βοῶντος τοῦ βαλανέως αὐτὸς αὑτοῦ καταχέασθαι καὶ εἰπεῖν4 ὅτι λέλουται ἀπιὼν κἀκεῖ οὐδεμία σοι χάρις.
他还很擅长在公共浴室里走到铜水盆前,浸下水勺,不顾浴池看管人的呼喊而把水浇在自己身上,一边走开一边说自己已经洗完了:“对你可没半点谢意!”
- 9.1ὡς ὅρῳ λαβεῖν
带 ὡς 的不定式绝对用法(限定用法),作为插入短语,意为“若以定义来把握”或“简要界定的话”。
- 9.2ὃν ἀποστερεῖ, πρὸς τοῦτον ἀπελθὼν δανείζεσθαι
关系从句(ὃν ἀποστερεῖ)前置于其先行词(指示代词 πρὸς τοῦτον)的倒装结构。正常的语序逻辑为 πρὸς τοῦτον, ὃν ἀποστερεῖ, ἀπελθὼν δανείζεσθαι(去到被他骗了钱的那人跟前借款)。
- 9.5μὴ δοὺς τὸ μέρος θεωρεῖν
分词 μὴ δούς(否定词 μή 表示习惯性或特征性否定)在此用作伴随状况分词,意为“未缴纳自己应出的份额(τὸ μέρος)”。不定式 θεωρεῖν 则延续由 οἷος 引领的一连串叙述性不定式。
- 9.8δεινὸς δὲ καὶ ... καταχέασθαι καὶ εἰπεῖν
形容词 δεινός(擅长于、敢于做某事)支配两个补足语不定式 καταχέασθαι 与 εἰπεῖν。中间插入了属格独立结构 βοῶντος τοῦ βαλανέως(尽管浴室仆人呼喊),表示背景伴随或让步。
