← 泰奥弗拉斯托斯

性格论

§10.1-10.14

吝啬的定义与锱铢必较者的行状

泰奥弗拉斯托斯界定了“吝啬”这一过度节省花销的品性,并列举了吝啬者在追讨微利、严苛持家以及日常起居中各种极度小气的行径。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.1

ἔστι δὲ ἡ μικρολογία φειδωλία τοῦ διαφόρου1 ὑπὲρ τὸν καιρόν, ὁ δὲ μικρολόγος τοιοῦτός τις, οἷος ἐν τῷ μηνὶ ἡμιωβόλιον ἀπαιτεῖν ἐπὶ τὴν οἰκίαν.

吝啬是超出适度范围对开支的节省;而吝啬之徒则是这样一种人:他在月内就跑到别人家里,去讨要半个奥波尔。

§10.3

καὶ [ὁ] συσσιτῶν ἀριθμεῖν τὰς κύλικας, πόσας ἕκαστος πέπωκε, καὶ ἀπάρχεσθαι ἐλάχιστον τῇ Ἀρτέμιδι τῶν συνδειπνούντων.

与人共餐时,他会数着杯子,算清每个人喝了多少杯,并且在同席者中献给阿尔忒弥斯女神的初熟祭品最少。

§10.4

καὶ ὅσα μικροῦ τις πριάμενος λογίζεται, πάντα φάσκων εἶναι.

无论别人算计着便宜买下了什么,他都坚称全都太贵。

§10.5

καὶ οἰκέτου χύτραν [εἶναι] ἢ λοπάδα κατάξαντος εἰσπρᾶξαι ἀπὸ τῶν ἐπιτηδείων.2

家仆要是打碎了一只陶锅或平底锅,他就要从口粮里扣除来赔偿。

§10.6

καὶ τῆς γυναικὸς ἐκβαλούσης τρίχαλκον οἷος μεταφέρειν τὰ σκεύη καὶ τὰς κλίνας καὶ τὰς κιβωτοὺς καὶ διφᾶν τὰ καλύμματα.

要是妻子掉了一枚三铜钱,他就会搬动家具、床榻和箱子,把垫被地毯翻个底朝天。

§10.7

καὶ ἐάν τι πωλῇ, τοσούτου ἀποδόσθαι, ὥστε μὴ λυσιτελεῖν τῷ πριαμένῳ.

他若是出卖什么东西,一定要定下让买主无利可图的高价才肯脱手。

§10.8

καὶ οὐκ ἂν ἐᾶσαι3 οὔτε συκοτραγῆσαι ἐκ τοῦ αὑτοῦ κήπου οὔτε διὰ τοῦ αὑτοῦ ἀγροῦ πορευθῆναι οὔτε ἐλάαν ἢ φοίνικα τῶν χαμαὶ πεπτωκότων ἀνελέσθαι.

他绝不容许别人从他的果园里吃一颗无花果,或者穿过他的田地,抑或拾起一颗掉在地上的橄榄或椰枣。

§10.9

καὶ τοὺς ὅρους δʼ ἐπισκοπεῖσθαι ὁσημέραι εἰ διαμένουσιν οἱ αὐτοί.

他每天都要察看界石,看它们是否原样未动。

§10.10

δεινὸς δὲ καὶ ὑπερημερίαν πρᾶξαι καὶ τόκον τόκου.

他还极擅长索取逾期罚金和利滚利的利息。

§10.11

καὶ ἑστιῶν τοὺς δημότας μικρὰ τὰ κρέα κόψας παραθεῖναι.

宴请同区居民时,他会把肉切成细碎的小块端上桌。

§10.12

καὶ ὀψωνῶν μηθὲν πριάμενος εἰσελθεῖν.

去市场买菜时,他空手而归,什么也不买。

§10.13

καὶ ἀπαγορεῦσαι τῇ γυναικὶ μήτε ἅλας χρηννύειν μήτε ἐλλύχνιον μήτε κύμινον μήτε ὀρίγανον μήτε ὀλὰς μήτε στέμματα μήτε θυηλήματα, ἀλλὰ λέγειν, ὅτι τὰ μικρὰ ταῦτα πολλά ἐστι τοῦ ἐνιαυτοῦ.

他严禁妻子借给别人盐、灯芯、孜然、牛至、粗大麦粒、花环或祭饼,并且说这些微小之物一年累积下来也是一笔大数目。

§10.14

καὶ τὸ ὅλον δὲ τῶν μικρολόγων4 καὶ τὰς ἀργυροθήκας ἔστιν ἰδεῖν εὐρωτιώσας καὶ τὰς κλεῖς ἰωμένας, καὶ αὐτοὺς δὲ φοροῦντας ἐλάττω τῶν μικρῶν5 τὰ ἱμάτια, καὶ ἐκ ληκυθίων μικρῶν πάνυ ἀλειφομένους, καὶ ἐν χρῷ κειρομένους, καὶ τὸ μέσον τῆς ἡμέρας ὑποδουμένους, καὶ πρὸς τοὺς γναφεῖς διατεινομένους, ὅπως τὸ ἱμάτιον αὐτοῖς ἕξει πολλὴν γῆν, ἵνα μὴ ῥυπαίνηται ταχύ.

总而言之,在这些吝啬鬼那里,可以看到钱箱发霉,钥匙生锈;他们自己穿着比矮个子还要短小的外衣,从极小的油瓶里倒油涂抹,头发剃得贴近头皮,直到正午才穿上鞋,并且向漂洗工竭力要求在外衣里多加漂白土,好让它不容易很快弄脏。

语法注5 条
  1. 10.1τοῦ διαφόρου

    中性实质化名词 τὸ διάφορον 在此处意为“金钱”“支出”或“花费”,作为宾格性属格依附于 φειδωλία。

  2. 10.5εἰσπρᾶξαι ἀπὸ τῶν ἐπιτηδείων

    τὰ ἐπιτήδεια 指发给家仆的“口粮”或“日用生活物资”。介词短语 ἀπό 表示扣除的来源,整个句式意为“从其口粮配额中扣除以偿还器具破损之费”。

  3. 10.8οὐκ ἂν ἐᾶσαι

    ἄν 与不定词 ἐᾶσαι 连用,相当于希求法或过去直陈式加 ἄν 的潜在/推测表达,在性格描写的框架下表示“他绝不会容许……”这样一种强烈的惯常倾向。

  4. 10.14τῶν μικρολόγων

    接在 καὶ τὸ ὅλον δέ 之后的属格复数 τῶν μικρολόγων 相对于句中动词 ἔστιν ἰδεῖν(人们可以看到……)充当范围或关联属格(“在吝啬者群体中 / 就吝啬者而言”),随后的几个宾格(τὰς ἀργυροθήκας、τὰς κλεῖς、αὐτούς)则是 ἰδεῖν 的直接宾语。

  5. 10.14ἐλάττω τῶν μικρῶν

    中性复数比较级 ἐλάττω(= ἐλάττονα,作 τὰ ἱμάτια 的表语性修饰语)后接比较属格 τῶν μικρῶν(“身材矮小之人”),是一种浓缩表达,意为“穿着甚至比矮个子适用的尺码还要短小的外衣”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0093.tlg009.humanitext-grc2:10.1-10.14