← 泰奥弗拉斯托斯

性格论

§8.1-8.15

造谣的定义与四处散布虚假传闻者的行径

定义了流言制造的行为,并描摹了造谣者煞有介事地捏造战报、四处宣讲,最终因沉迷闲扯而招致自身实际损失的滑稽行径。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.1

ἡ δὲ λογοποιία ἐστὶ σύνθεσις ψευδῶν λόγων καὶ πράξεων, ὧν πιστεύεσθαι βούλεται ὁ λογοποιῶν,1 ὁ δὲ λογοποιὸς τοιοῦτός τις, οἷος ἀπαντήσας τῷ φίλῳ εὐθὺς καταβαλὼν τὸ ἦθος καὶ μειδιάσας ἐρωτῆσαι· πόθεν σύ; καὶ λέγεις τί καὶ πῶς; ἔχεις περὶ τοῦδε εἰπεῖν καινόν; καὶ ὡς ἐπιβαλὼν ἐρωτᾶν· μὴ λέγεταί τι καινότερον; καὶ μὴν ἀγαθά γέ ἐστι τὰ λεγόμενα.

捏造流言,是编造编造者意图让人信以为真的虚假言辞与事迹;而流言制造者则是这样一种人:一遇见熟人,立刻板起严肃的面孔,微笑着问道: “你打哪儿来?” 又问: “你有什么要说的?近况如何?” “关于这事你有什么新鲜消息吗?” 接着仿佛紧追不舍地问道: “有什么更新的说法吗?传言可真够精彩的呢。”

§8.3

καὶ οὐκ ἐάσας ἀποκρίνασθαι εἰπεῖν· τί λέγεις; οὐθὲν ἀκήκοας; δοκῶ μοί σε εὐωχήσειν καινῶν λόγων.

不给对方作答的机会,便接着说: “你说什么?你竟然什么都没听说?看来我得用一顿新鲜谈资好好款待你了。”

§8.4

καὶ ἔστιν αὐτῷ ἢ στρατιώτης ἢ παῖς Ἀστείου τοῦ αὐλητοῦ ἢ Λύκων ὁ ἐργολάβος παραγεγονὼς ἐξ αὐτῆς τῆς μάχης, οὗ φησιν ἀκηκοέναι.

他身边总备着某个士兵,或是吹笛人阿斯泰奥斯的僮仆,或是包工头吕孔——声称是刚从战场亲自赶回来的,他便是从那人口中听说的。

§8.5

αἱ μὲν οὖν ἀναφοραὶ τῶν λόγων τοιαῦταί εἰσιν αὐτοῦ, ὧν οὐθεὶς ἂν ἔχοι ἐπιλαβέσθαι.2

可见他的消息来源正是这种任何人也无法找寻核实的人物。

§8.6

διηγεῖται δὲ τούτους φάσκων λέγειν, ὡς Πολυπέρχων καὶ ὁ βασιλεὺς μάχῃ νενίκηκεν, καὶ Κάσανδρος ἐζώγρηται· καὶ ἂν εἴπῃ τις αὐτῷ· σὺ δὲ ταῦτα πιστεύεις; φήσει· τὸ πρᾶγμα βοᾶσθαι γὰρ ἐν τῇ πόλει, καὶ τὸν λόγον ἐπεντείνειν, καὶ πάντας συμφωνεῖν· ταὐτὰ γὰρ λέγειν περὶ τῆς μάχης· καὶ πολὺν τὸν ζωμὸν γεγονέναι.3

他便煞有介事地讲述,声称那些人说波利佩尔孔与国王在战事中大获全胜,而卡桑德罗斯已被生擒;要是有人对他说: “这话你当真信?” 他就会回答说:这事全城上下都在喧嚷,风声越传越盛,人人都口径一致——因为关于这场战役大家说的全是一模一样的话——而且“肉汤煮得极浓”(伤亡极其惨重)。

§8.8

εἶναι δʼ ἑαυτῷ καὶ σημεῖον τὰ πρόσωπα τῶν ἐν τοῖς πράγμασιν· ὁρᾶν γὰρ αὐτῶν πάντων μεταβεβληκότα· λέγει δʼ, ὡς καὶ παρακήκοε παρὰ τούτοις κρυπτόμενόν τινα ἐν οἰκίᾳ, ἤδη πέμπτην ἡμέραν ἥκοντα ἐκ Μακεδονίας, ὃς πάντα ταῦτα οἶδε.

他又说当权者们的脸色对他而言也是铁证,因为他看见他们所有人的神色全都变了;他还声称暗中探听到在他们某人家中藏匿着一个人,从马其顿赶来已经第五天了,对这一切了如指掌。

§8.9

καὶ πάντα διεξιών πως οἴεσθαι πιθανῶς σχετλιάζειν λέγων· δυστυχὴς Κάσανδρος· ὢ ταλαίπωρος· ἐνθυμῇ τὸ τῆς τύχης; ἀλλʼ οὖν ἰσχυρὸς γενόμενος.

在细说这一切时,他不知怎地还自以为惟妙惟肖地哀叹着,说道: “可怜的卡桑德罗斯啊!唉,这不幸的人!你可曾想过命运的无常?可他毕竟曾盛极一时啊。”

§8.10

καί δεῖ δʼ αὐτόν σε μόνον εἰδέναι· πᾶσι δὲ τοῖς ἐν τῇ πόλει προσδεδράμηκε λέγων.

又说: “但这事可唯独你一个人知道才行;” ——然而他早就跑遍城中,对每一个遇到的人都说了一遍。

§8.11

τῶν τοιούτων ἀνθρώπων τεθαύμακα, τί ποτε βούλονται λογοποιοῦντες· οὐ γὰρ μόνον ψεύδονται, ἀλλὰ καὶ ἀλυσιτελῶς ἀπαλλάττουσι·

我实在对这种人感到纳闷,他们捏造流言究竟图个什么;因为他们不仅说谎,而且落得毫无收益的下场。

§8.12

πολλάκις γὰρ αὐτῶν οἱ μὲν ἐν τοῖς βαλανείοις περιστάσεις ποιούμενοι τὰ ἱμάτια ἀποβεβλήκασιν, οἱ δʼ ἐν τῇ στοᾷ πεζομαχίᾳ καὶ ναυμαχίᾳ νικῶντες ἐρήμους δίκας ὠφλήκασιν· εἰσὶ δʼ οἳ καὶ πόλεις τῷ λόγῳ κατὰ κράτος αἱροῦντες παρεδειπνήθησαν.4

往往他们有的人在公共浴室招揽听众围观时丢了斗篷;有的人在柱廊里连打胜陆战海战时输掉了缺席判决的官司;还有人嘴上强攻攻陷城池,却误过了晚饭。

§8.14

πάνυ δὴ ταλαίπωρον αὐτῶν ἐστι τὸ ἐπιτήδευμα· ποίᾳ γὰρ οὐ στοᾷ, ποίῳ δὲ ἐργαστηρίῳ, ποίῳ δὲ μέρει τῆς ἀγορᾶς οὐκ ἐνημερεύουσιν ἀπαυδᾶν ποιοῦντες τοὺς ἀκούοντας·

他们的营生实在可悲得很;究竟有哪座柱廊、哪处作坊、市集的哪一个角落他们不整日泡在其中,直说到听众精疲力竭?

§8.15

οὕτως καὶ καταπονοῦσι ταῖς ψευδολογίαις.

他们就是这样以虚妄的胡言乱语将人折磨得疲惫不堪。

语法注4 条
  1. 8.1ὧν πιστεύεσθαι βούλεται ὁ λογοποιῶν

    关系代名词 ὧν 要么受其先行词 ψευδῶν λόγων καὶ πράξεων 的影响而产生格同化(attraction),要么作为被动不定式 πιστεύεσθαι(“被相信”)所支配的内容/范围属格。该句意指编造者希望这些虚假内容被他人信以为真。

  2. 8.5ὧν οὐθεὶς ἂν ἔχοι ἐπιλαβέσθαι

    ὧν 是以主句的 αἱ ἀναφοραί(“消息来源”,即士兵、小厮、包工头吕孔)为先行词的关系代名词。中动态不定式 ἐπιλαβέσθαι 支配属格,意为“抓住”、“查究”或“核实”。与 ἔχοι ἄν(潜在希求法+不定式,表“能够”)连用,说明这些证人都是让人无法当面查证质询的虚无缥缈之人。

  3. 8.7πολὺν τὸν ζωμὸν γεγονέναι

    字面意为“肉汤煮得极多/浓”。这是一句俗语隐喻,将战场上尸横遍野、血流成河的惨烈厮杀比作大锅煮烂肉汤,意指“伤亡极其惨重、杀戮极为惊人”,为间接引语中受格加不定词结构的一部分。

  4. 8.13παρεδειπνήθησαν

    复合动词 παραδειπνέω 的过去被动态。此处具有剥夺或错过含义的被动用法,意为“被耽误了晚饭”或“吃不上晚饭”,生动刻画了造谣者因沉醉于口头攻城略地而沦落到忍饥挨饿的滑稽下场。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0093.tlg009.humanitext-grc2:8.1-8.15