- 底本
- Theophrastus. Characteres. Diels, Hermann, editor. Oxford: Clarendon Press, 1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0093.tlg009.humanitext-grc2:7.1-7.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节给出了“多嘴”的定义,并描绘了多嘴之徒随时打断他人、在学堂、法庭、剧场等各处滔滔不绝,乃至对欲睡的孩子也唠叨不休的种种行径。
ἡ δὲ λαλιά, εἴ τις αὐτὴν ὁρίζεσθαι βούλοιτο, εἶναι ἂν δόξειεν ἀκρασία τοῦ λόγου, ὁ δὲ λάλος τοιοῦτός τις, οἷος τῷ ἐντυγχάνοντι εἰπεῖν, ἂν ὁτιοῦν πρὸς αὐτὸν φθέγξηται, ὅτι οὐθὲν λέγει καὶ ὅτι αὐτὸς πάντα οἶδεν καὶ ἂν ἀκούῃ αὑτοῦ, μαθήσεται· καὶ μεταξὺ δὲ ἀποκρινομένῳ ἐπιβάλλειν·1 εἶπας σύ; μὴ ἐπιλάθῃ, ὃ μέλλεις λέγειν, καὶ εὖ γε, ὅτι με ὑπέμνησας καὶ τὸ λαλεῖν ὡς χρήσιμόν που καὶ ὃ παρέλιπον καὶ ταχύ γε συνῆκας τὸ πρᾶγμα καὶ πάλαι σε παρετήρουν, εἰ ἐπὶ τὸ αὐτὸ ἐμοὶ κατενεχθήσῃ, καὶ ἑτέρας ἀρχὰς τοιαύτας πορίσασθαι, ὥστε μηδὲ ἀναπνεῦσαι τὸν ἐντυγχάνοντα.
多嘴,如果有人愿意给它下个定义,似乎可以说是言语的放纵无节;而多嘴之人则是这样一种人: 凡遇到人,只要对方朝他吐露片言只字,他便对人家说,对方所说纯属废话,唯有他自己洞悉一切,若对方听他的,便能学到教益;而在对方作答之际,他便中途插话: “你说完了吧?可别忘了你接下来想说的话,”又如: “太好了,你正好提醒了我,”又如: “闲聊是多么有用啊,”又如: “我刚才遗漏的是……” 又如: “你领会事情可真快,”又如: “我早就留意看着你,看你是否会得出与我相同的见解,” ——他还张罗出诸如此类的其他话头,以至于那遇见他的人连喘口气的工夫都没有。
καὶ ὅταν γε τοὺς καθʼ ἕνα ἀπογυμνώσῃ, δεινὸς καὶ ἐπὶ τοὺς ἀθρόους καὶ συνεστηκότας πορευθῆναι καὶ φυγεῖν ποιῆσαι μεταξὺ χρηματίζοντας.2
一旦他把各个人逐一说得无言以对,他甚至擅长向那些成群聚集在一起的人走过去,使他们在商议要事的半道上拔腿而逃。
καὶ εἰς τὰ διδασκαλεῖα δὲ καὶ εἰς τὰς παλαίστρας εἰσιὼν κωλύειν τοὺς παῖδας προμανθάνειν· τοσαῦτα καὶ προσλαλεῖ τοῖς παιδοτρίβαις καὶ διδασκάλοις.
他走进学堂和竞技场,妨碍男童们继续受教;他对体能教练和教师们喋喋不休地讲个没完。
καὶ τοὺς ἀπιέναι φάσκοντας δεινὸς προπέμψαι καὶ ἀποκαταστῆσαι εἰς τὰς οἰκίας.
对于那些声称要离开的人,他也极擅长一路护送并把他们送回家中。
καὶ πυθόμενος τὰ ἀπὸ τῆς ἐκκλησίας ἀπαγγέλλειν, προσδιηγήσασθαι δὲ καὶ τὴν ἐπʼ Ἀριστοφῶντος τότε γενομένην τοῦ ῥήτορος μάχην καὶ τὴν Λακεδαιμονίοις ὑπὸ Λυσάνδρου, καὶ οὕς ποτε λόγους αὐτὸς εἴπας εὐδοκίμησεν ἐν τῷ δήμῳ.
他打听了公民大会上的消息便到处转告,此外还要追加讲述当年在演说家阿里斯托丰时期发生的战斗、由吕珊德为斯巴达人进行的战斗,以及他自己有一次在民众面前演说博得赞誉的那些发言。
καὶ κατὰ τῶν πληθῶν γε ἅμα διηγούμενος κατηγορίαν παρεμβαλεῖν, ὥστε τοὺς ἀκούοντας ἤτοι ἐπιλαθέσθαι ἢ νυστάξαι ἢ μεταξὺ καταλιπόντας ἀπαλλάττεσθαι.
他在叙述的同时还夹带对大众的谴责,以至于听他说话的人要么忘却了手头的事,要么直打瞌睡,要么中途撇下他径自离去。
καὶ συνδικάζων δὲ κωλῦσαι κρῖναι καὶ συνθεωρῶν θεάσασθαι καὶ συνδειπνῶν φαγεῖν λέγων, ὅτι χαλεπὸν τῷ λάλῳ ἐστὶ σιωπᾶν, καὶ ὡς ἐν ὑγρῷ ἐστιν ἡ γλῶττα,3 καὶ ὅτι οὐκ ἂν σιωπήσειεν, οὐδʼ εἰ τῶν χελιδόνων δόξειεν εἶναι λαλίστερος.
他在同做陪审员时妨碍作判决,在结伴看戏时妨碍观赏,在共进晚餐时妨碍进食,声称对于一个爱饶舌的人来说保持沉默太难了,舌头如同浸在润滑油中一样灵活,就算被认为比燕子还要多嘴,他也绝不能安静下来。
καὶ σκωπτόμενος ὑπομεῖναι καὶ ὑπὸ τῶν αὑτοῦ παιδίων, ὅταν αὐτὸν ἤδη καθεύδειν βουλόμενα κελεύῃ λέγοντα ταῦτα·4 λαλεῖν τι ἡμῖν, ὅπως ἂν ἡμᾶς ὕπνος λάβῃ.
当孩子们已经想睡下了、向他吩咐并说出这样的话时,他甚至能忍受被自己的小孩子们取笑: “给我们随便唠叨点什么吧,好让我们快点睡着。”
- 7.3ἀποκρινομένῳ ἐπιβάλλειν
与格分词 ἀποκρινομένῳ 由动词 ἐπιβάλλειν(意为“插话”、“打断”)支配,或作受损与格,意为“在对方回答之际横插一嘴”。
- 7.4φυγεῖν ποιῆσαι μεταξὺ χρηματίζοντας
致使结构 ποιῆσαι + 不定式 φυγεῖν,结合了副词 μεταξὺ 与分词 χρηματίζοντας。副词 μεταξὺ 与分词搭配,表示“在……中途”,整体意为“使他们在洽谈公事/要务的中途逃跑”。
- 7.9ὡς ἐν ὑγρῷ ἐστιν ἡ γλῶττα
直译为“舌头处于湿润之处”。这是古典时期的习用语,形容舌头灵活润滑、转动自如,作为他无法保持沉默的托辞。
- 7.10ὅταν αὐτὸν ἤδη καθεύδειν βουλόμενα κελεύῃ λέγοντα ταῦτα
此句主语为前文的中性复数名词 τὰ παιδία(孩子们),谓语动词 κελεύῃ 依“中性复数主语配单数动词”的规则作单数。宾格代词 αὐτὸν 是 κελεύῃ 的受词。分词 λέγοντα 虽在词形上与阳性单数宾格同形,但此处与 βουλόμενα 一样作中性复数主格分词,与主语 τὰ παιδία 一致,引出孩子们在要求他时对他所说的话。
