- 底本
- Theophrastus. Characteres. Diels, Hermann, editor. Oxford: Clarendon Press, 1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0093.tlg009.humanitext-grc2:6.1-6.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
泰奥弗拉斯托斯将破耻无赖定义为对可耻言行的麻木不仁,生动刻画了一个从事贱业、街头喧闹、嗜好诉讼、放高利贷且不知羞耻的人物形象。
ἡ δὲ ἀπόνοιά ἐστιν ὑπομονὴ αἰσχρῶν ἔργων καὶ λόγων, ὁ δὲ ἀπονενοημένος τοιοῦτός τις, οἷος ὀμόσαι ταχύ, κακῶς ἀκοῦσαι, λοιδορηθῆναι δυνάμενος,1 τῷ ἤθει ἀγοραῖός τις καὶ ἀνασεσυρμένος καὶ παντοποιός.
破耻无赖乃是对可耻言行的麻木隐忍;而破耻之徒是这样一种人:他轻率发誓,不在乎恶名,能够承受辱骂,性格卑俗下流,不知羞耻,无恶不作。
ἀμέλει δυνατὸς καὶ ὀρχεῖσθαι νήφων τὸν κόρδακα καὶ προσωπεῖον ἔχων ἐν κωμικῷ χορῷ.
他自然也能在清醒时跳科尔达克斯淫舞,或者戴着面具在喜剧歌队中起舞。
καὶ ἐν θαύμασι δὲ τοὺς χαλκοῦς ἐκλέγειν καθʼ ἕκαστον παριὼν καὶ μάχεσθαι τούτοις τοῖς τὸ σύμβολον φέρουσι καὶ προῖκα θεωρεῖν ἀξιοῦσι.
在杂耍杂技场中,他走遍每个人收取铜钱,并与那些出示凭证、自认有权免费观看的人争斗互殴。
δεινὸς δὲ καὶ πανδοκεῦσαι καὶ πορνοβοσκῆσαι καὶ τελωνῆσαι καὶ μηδεμίαν αἰσχρὰν ἐργασίαν ἀποδοκιμάσαι, ἀλλὰ κηρύττειν, μαγειρεύειν, κυβεύειν· τὴν μητέρα μὴ τρέφειν, ἀπάγεσθαι κλοπῆς, τὸ δεσμωτήριον πλείω χρόνον οἰκεῖν ἢ τὴν αὑτοῦ οἰκίαν.
他也极擅长开客栈、当皮条客、包揽赋税,不拒绝任何可耻的营生,兼做唱令官、厨夫和赌徒;他不赡养母亲,因行窃被押解受审,蹲监牢的时间比住在自己家里还要长。
καὶ τοῦτο δʼ ἂν εἶναι δόξειεν τῶν περιισταμένων τοὺς ὄχλους2 καὶ προσκαλούντων, μεγάλῃ τῇ φωνῇ καὶ παρερρωγυίᾳ λοιδορουμένων καὶ διαλεγομένων πρὸς αὐτούς, καὶ μεταξὺ οἱ μὲν προσίασιν, οἱ δὲ ἀπίασιν πρὶν ἀκοῦσαι αὐτοῦ, ἀλλὰ τοῖς μὲν ἀρχήν, τοῖς δὲ συλλαβήν, τοῖς δὲ μέρος τοῦ πράγματος λέγει, οὐκ ἄλλως θεωρεῖσθαι ἀξιῶν τὴν ἀπόνοιαν αὐτοῦ, ἢ ὅταν ᾖ πανήγυρις.
他看起来还像是那种聚拢群众并高声招呼的人,用沙哑刺耳的大嗓门向他们辱骂言谈;其间有些人围拢过来,有些人还没听完便转身离去,但他向一些人讲起头,向另一些人说个只言片语,向其余人讲事情的一截,仿佛觉得若非逢年过节的大集会,便不足以显现他的破耻行径。
ἱκανὸς δὲ καὶ δίκας τὰς μὲν φεύγειν, τὰς δὲ διώκειν, τὰς δὲ ἐξόμνυσθαι, ταῖς δὲ παρεῖναι ἔχων ἐχῖνον ἐν τῷ προκολπίῳ καὶ ὁρμαθοὺς γραμματειδίων ἐν ταῖς χερσίν·
在诉讼上他也颇有能耐,一些官司中充当被告,另一些中充当原告,有的宣誓回避,有的出庭时在胸前衣襟中怀揣证据瓮,手中拿着成卷的诉讼木版。
οὐκ ἀποδοκιμάζειν δὲ οὐδʼ ἅμα πολλῶν ἀγοραίων στρατηγεῖν καὶ εὐθὺς τούτοις δανείζειν καὶ τῆς δραχμῆς τόκον τρία ἡμιωβόλια τῆς ἡμέρας πράττεσθαι.3 καὶ ἐφοδεύειν τὰ μαγειρεῖα, τὰ ἰχθυοπώλια, τὰ ταριχοπώλια, καὶ τοὺς τόκους ἀπὸ τοῦ ἐμπολήματος εἰς τὴν γνάθον ἐκλέγειν.
他也不避讳统领一大帮市场游民,当场向他们放债,按每德拉克马每日收取三个“半奥波尔”的利息;他在熟食铺、鲜鱼档和咸鱼摊之间巡视,将从营业收入中收取的利息直接含进面颊口腔里。
Ἐργώδεις δέ εἰσιν οἱ τὸ στόμα εὔλυτον ἔχοντες πρὸς λοιδορίαν καὶ φθεγγόμενοι μεγάλῃ τῇ φωνῇ, ὡς συνηχεῖν αὐτοῖς τὴν ἀγορὰν καὶ τὰ ἐργαστήρια.
那些嘴舌极易搬弄辱骂、大声呼号以致集市与作坊都随之共鸣震响的人,确实是难以对付的讨厌之徒。
- 6.2οἷος ὀμόσαι ταχύ, κακῶς ἀκοῦσαι, λοιδορηθῆναι δυνάμενος
此处使用 τοιοῦτος ... οἷος 接不定式(ὀμόσαι, ἀκοῦσαι)表示人物特性的惯用句式。κακῶς ἀκοῦσαι 作为 κακῶς λέγειν 的被动意义对应表达,意为“遭人非议、承受恶名”。分词 δυνάμενος 统摄这些不定式,表示其有能力承受乃至麻木忍受这些恶言。
- 6.7καὶ τοῦτο δʼ ἂν εἶναι δόξειεν τῶν περιισταμένων τοὺς ὄχλους
中性代词 τοῦτο 指代此类人物或此种典型,充当 ἂν εἶναι δόξειεν(“似乎当属……”)的主语。属格分词 τῶν περιισταμένων 是部分属格/所属属格,意为“属于那些聚集群众之人的行列”。
- 6.9τῆς δραχμῆς τόκον τρία ἡμιωβόλια τῆς ἡμέρας πράττεσθαι
此句包含两个属格:τῆς δραχμῆς(基准额属格,“每德拉克马”)与 τῆς ἡμέρας(时间/分配属格,“每天”),修饰宾语 τόκον τρία ἡμιωβόλια(“三个半奥波尔的利息”,即1.5奥波尔)。在1德拉克马等于6奥波尔的货币体系下,日息高达25%,揭示其极端苛刻的盘剥手段。
