← 泰奥弗拉斯托斯

性格论

§5.1-5.10

迎合的定义与讨好他人的种种行径

狄奥弗拉斯托斯定义了“谄媚”,并描摹了谄媚者阿谀逢迎的种种举止:对人极尽恭维、仲裁中两面讨好、虚情假意逗弄他人幼子、注重外表修饰,以及大肆搜罗奇巧之物并炫耀性地提供场所以博取声名。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1

ἡ δὲ ἀρέσκειά ἐστι μέν, ὡς ὅρῳ περιλαβεῖν, ἔντευξις οὐκ ἐπὶ τῷ βελτίστῳ ἡδονῆς παρασκευαστική,1 ὁ δὲ ἄρεσκος ἀμέλει τοιοῦτός τις, οἷος πόρρωθεν προσαγορεύσας καὶ ἄνδρα κράτιστον εἰπὼν καὶ θαυμάσας ἱκανῶς, ἀμφοτέραις ταῖς χερσὶ μὴ ἀφιέναι καὶ μικρὸν προπέμψας καὶ ἐρωτήσας, πότε αὐτὸν ὄψεται, ἐπαινῶν ἀπαλλάττεσθαι.

谄媚若要概括定义,是一种不以至善为目的、只求博取愉悦的交往方式;而谄媚之人自然便是这样一种人:他在老远处就大声招呼,称对方为“最尊贵的人”,极尽赞赏之能事,双手紧握住对方不放;陪着走上一小段路,询问何时能再见面,并在连声称赞中离去。

§5.3

καὶ παρακληθεὶς δὲ πρὸς δίαιταν μὴ μόνον ᾧ πάρεστι βούλεσθαι ἀρέσκειν, ἀλλὰ καὶ τῷ ἀντιδίκῳ, ἵνα κοινὸς εἷς εἶναι δοκῇ.

被请去参与仲裁时,他不仅想要讨好请他出席的一方,还要讨好对方当事人,好让自己显得不偏不倚、完全公正。

§5.4

καὶ τοὺς ξένους δὲ εἰπεῖν ὡς δικαιότερα λέγουσι τῶν πολιτῶν.

他甚至声称外邦人说的话比本邦公民更为公正。

§5.5

καὶ κεκλημένος δὲ ἐπὶ δεῖπνον κελεῦσαι καλέσαι τὰ παιδία τὸν ἑστιῶντα, καὶ εἰσιόντα φῆσαι σύκου ὁμοιότερα εἶναι τῷ πατρί, καὶ προσαγόμενος φιλῆσαι καὶ παρʼ αὑτὸν καθίστασθαι· καὶ τοῖς μὲν συμπαίζειν αὐτὸς λέγων ἀσκός, πέλεκυς· τὰ δὲ ἐπὶ τῆς γαστρὸς ἐᾶν καθεύδειν ἅμα θλιβόμενος.

赴宴时,他会敦促主人将孩子们唤来;孩子们走进来时,他便夸赞他们比两枚无花果彼此之间更像其父亲,并把他们拉到身边亲吻,安置在自己身旁;他跟其中一些孩子一同玩耍,嘴里喊着“皮囊!手斧!”,任由另一些孩子睡在自己的肚子上,哪怕被压得难受也默默忍耐。

§5.6

καὶ πλειστάκις δὲ ἀποκείρασθαι καὶ τοὺς ὀδόντας λευκοὺς ἔχειν καὶ τὰ ἱμάτια δὲ χρηστὰ μεταβάλλεσθαι καὶ χρίσματι ἀλείφεσθαι.

他极频繁地理发,保持牙齿洁白,换穿体面的衣裳,涂抹名贵的芳膏。

§5.7

καὶ τῆς μὲν ἀγορᾶς πρὸς τὰς τραπέζας προσφοιτᾶν, τῶν δὲ γυμνασίων ἐν τούτοις διατρίβειν,2 οὗ ἂν ἔφηβοι γυμνάζωνται, τοῦ δὲ θεάτρου καθῆσθαι, ὅταν ᾖ θέα, πλησίον τῶν στρατηγῶν.

在广场上,他总爱流连在钱庄钱桌旁;在健身房里,他消磨在青年训练的场所;而在剧场看戏时,只要有演出,他就坐在将军们的近旁。

§5.8

καὶ ἀγοράζειν αὑτῷ μὲν μηδέν, ξένοις δὲ εἰς Βυζάντιον ἐπιστάλματα, καὶ Λακωνικὰς κύνας εἰς Κύζικον καὶ μέλι Ὑμήττιον εἰς Ῥόδον, καὶ ταῦτα ποιῶν τοῖς ἐν τῇ πόλει διηγεῖσθαι.

他从不为自己采买什么,却替拜占庭的客友代办采买委托,为基齐库斯的朋友采办拉科尼亚猎犬,为罗得岛的朋友采办海梅托斯山的蜂蜜,并且一边做着这些事,一边向城里的所有人夸耀叙述。

§5.9

ἀμέλει δὲ καὶ πίθηκον θρέψαι δεινὸς καὶ τίτυρον κτήσασθαι καὶ Σικελικὰς περιστερὰς καὶ δορκαδείους ἀστραγάλους καὶ Θουριακὰς τῶν στρογγύλων ληκύθους καὶ βακτηρίας τῶν σκολιῶν ἐκ Λακεδαίμονος καὶ αὐλαίαν ἔχουσαν Πέρσας ἐνυφασμένους, καὶ αὐλίδιον παλαιστριαῖον κόνιν ἔχον καὶ σφαιριστήριον.

自然,他也极擅长饲养猿猴,弄来短尾猴(或啼鸟),弄来西西里鸽子、瞪羚的踝骨、苏里伊产的圆油壶、斯巴达产的弯头手杖、织有波斯人图案的挂毯,以及一小块铺着摔跤沙尘的庭院和球场。

§5.10

καὶ τοῦτο περιὼν χρηννύναι τοῖς φιλοσόφοις, τοῖς σοφισταῖς, τοῖς ὁπλομάχοις, τοῖς ἁρμονικοῖς ἐπιδείκνυσθαι· καὶ αὐτὸς ἐν ταῖς ἐπιδείξεσιν ὕστερον ἐπεισιέναι ἐπὶ τῷ τὸν ἕτερον εἰπεῖν τῶν θεωμένων πρὸς τὸν ἕτερον,3 ὅτι τούτου ἐστὶν ἡ παλαίστρα.

他四处走动,把这处场地借给哲学家、智者、格斗教头和乐理学者们作展示表演;而在展示时,他自己总是故意迟来,就为了让观众中的一人向另一人说道:“这处角力场正是这个人的。”

语法注3 条
  1. 5.1οὐκ ἐπὶ τῷ βελτίστῳ ἡδονῆς παρασκευαστική

    形容词 παρασκευαστική 修饰 ἔντευξις,并支配宾格性属格 ἡδονῆς(“制造/博取愉悦”)。介词短语 ἐπὶ τῷ βελτίστῳ 表示目的或准则(“以至善为目的/依据”),否定词 οὐ 否定该短语,表示“交往旨在带来愉悦,却并非以至善为目的”。

  2. 5.7τῆς μὲν ἀγορᾶς πρὸς τὰς τραπέζας προσφοιτᾶν, τῶν δὲ γυμνασίων ἐν τούτοις διατρίβειν

    属格 τῆς ἀγορᾶς、τῶν γυμνασίων 以及后文的 τοῦ θεάτρου 均为表示处所范围的属格(部分属格),通过 μέν... δέ 置于句首构成对仗,用以设定活动空间;具体停留的地点则分别由随后的介词/副词短语(πρὸς τὰς τραπέζας、ἐν τούτοις... οὗ、πλησίον τῶν στρατηγῶν)进一步限定。

  3. 5.10ἐπὶ τῷ τὸν ἕτερον εἰπεῖν τῶν θεωμένων πρὸς τὸν ἕτερον

    介词 ἐπί 接带冠词不定式的与格(τῷ εἰπεῖν),用于表达目的或企图(“为了让……”)。不定式 εἰπεῖν 的逻辑主语为宾格 τὸν ἕτερον τῶν θεωμένων,整个结构表示“为了让观众中的一人向另一人说出……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0093.tlg009.humanitext-grc2:5.1-5.10