- 底本
- Theophrastus. Characteres. Diels, Hermann, editor. Oxford: Clarendon Press, 1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0093.tlg009.humanitext-grc2:29.1-29.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节界定了袒护恶人者的性格,描绘了他结交败诉定罪之人、冷嘲善类,并在法庭和公民大会上为恶徒辩护、视其为民众看门狗的行为。
ἔστι δὲ ἡ φιλοπονηρία ἐπιθυμία κακίας, ὁ δὲ φιλοπόνηρός ἐστι τοιόσδε τις, οἷος ἐντυγχάνειν τοῖς ἡττημένοις καὶ δημοσίους ἀγῶνας ὠφληκόσι καὶ ὑπολαμβάνειν, ἐὰν τούτοις χρῆται, ἐμπειρότερος γενήσεσθαι καὶ φοβερώτερος.
袒护恶人是对邪恶的癖好,而袒护恶人者则是这样一种人:他结交那些败诉者以及在公诉中被定罪的人,并认为若与这些人往来,自己就会变得更有经验、更令人畏惧。
καὶ ἐπὶ τοῖς χρηστοῖς εἰπεῖν·1 ὡς φαίνεται, καὶ φῆσαι, ὡς οὐδείς ἐστι χρηστός, καὶ ὁμοίους πάντας εἶναι, καὶ ἐπισκῶψαι δὲ ὡς χρηστός ἐστι.
对于正派人士,他会说: “表面上看着是吧,”并声称世上没有一个人是正直的,大家全都半斤八两,还会讥讽道: “好一个正派人啊!”
καὶ τὸν πονηρὸν δὲ εἰπεῖν ἐλεύθερον, ἐὰν βούληταί τις εἰς πεῖραν ἐλθεῖν, καὶ τὰ μὲν ἄλλα ὁμολογεῖν ἀληθῆ ὑπὲρ αὐτοῦ λέγεσθαι ὑπὸ τῶν ἀνθρώπων, ἔνια δὲ ἀγνοεῖν·2 φῆσαι γὰρ αὐτὸν εὐφυῆ καὶ φιλέταιρον καὶ ἐπιδέξιον· καὶ διατείνεσθαι δὲ ὑπὲρ αὐτοῦ, ὡς οὐκ ἐντετύχηκεν ἀνθρώπῳ ἱκανωτέρῳ.
而对于恶棍,他却说只要有人愿意去试探,就会发现他是个胸襟开阔的汉子;他承认世人有关这恶棍所传的其他事是属实的,但声称人们对某些方面一无所知;因为他断言那人天赋聪颖、重情重义且精明干练,并极力为他辩护,称自己从未遇见过比他更能干的人。
καὶ εὔνους δὲ εἶναι τῷ ἐν ἐκκλησίᾳ λέγοντι ἢ ἐπὶ δικαστηρίῳ κρινομένῳ· καὶ πρὸς τοὺς καθημένους δὲ εἰπεῖν δεινὸς ὡς οὐ δεῖ τὸν ἄνδρα, ἀλλὰ τὸ πρᾶγμα κρίνεσθαι. καὶ φῆσαι αὐτὸν κύνα εἶναι τοῦ δήμου· φυλάττειν γὰρ αὐτὸν πρὸς τοὺς ἀδικοῦντας· καὶ εἰπεῖν, ὡς οὐχ ἕξομεν τοὺς ὑπὲρ τῶν κοινῶν συναχθεσθησομένους, ἂν τοὺς τοιούτους προώμεθα.
他偏袒在公民大会上发言或在法庭上受审的〔恶棍〕;并擅长对身旁就座的人说: “应当受审判的是事情本身,而不是那个人。” 他还声称那人是人民的看门狗,防范着那些为非作歹之徒;并说道: “如果我们舍弃这样的人,我们将不会有为公共利益而共同忧愤的人了。”
δεινὸς δὲ καὶ προστατῆσαι φαύλων καὶ συνεδρεῦσαι ἐν δικαστηρίοις ἐπὶ πονηροῖς πράγμασιν καὶ κρίσιν κρίνων3 ἐκδέχεσθαι τὰ ὑπὸ τῶν ἀντιδίκων λεγόμενα ἐπὶ τὸ χεῖρον.
他还极擅长充当无赖之流的庇护者,在法庭上为不正当的案件担任陪审助讼,并且在作为审判官断案时,把对立当事人所说的话往最坏的方向曲解。
καὶ τὸ ὅλον ἡ φιλοπονηρία ἀδελφή ἐστι τῆς πονηρίας, καὶ ἀληθές ἐστι τὸ τῆς παροιμίας τὸ ὅμοιον πρὸς τὸ ὅμοιον πορεύεσθαι.4
总而言之,袒护恶人就是邪恶的姐妹,那句谚语“同类相聚”当真是千真万确的。
- 29.3ἐπὶ τοῖς χρηστοῖς εἰπεῖν
介词 ἐπί 搭配与格在此表示所论及的对象(“关于正派的人”或“在谈到正直之士时”),用以引出随后的言论。
- 29.4ἔνια δὲ ἀγνοεῖν
不定式 ἀγνοεῖν 的逻辑主语既可理解为承接前文 ὑπὸ τῶν ἀνθρώπων 的“世人”,亦可指袒护恶人者自身。鉴于后文紧接着解释道“因为他坚称那人天赋异禀……”,此处当指恶人偏袒者宣称“世人对那人的某些优点并不了解”。
- 29.6κρίσιν κρίνων
同源宾语(cognate accusative)结构,意为“审理案件”或“作为法官进行裁决”。
- 29.7τὸ ὅμοιον πρὸς τὸ ὅμοιον πορεύεσθαι
充当同位语的“宾格加不定式”结构,引用了希腊著名的谚语:“同类走向同类”(即“物以类聚,人以群分”)。
