- 底本
- Theophrastus. Characteres. Diels, Hermann, editor. Oxford: Clarendon Press, 1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0093.tlg009.humanitext-grc2:28.1-28.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阐明中伤的定义,描摹中伤者如何考掘并嘲弄他人低微的出身家世、造谣揭短、附和恶评离席之人,并肆意诋毁亲友和死者。
ἔστι δὲ ἡ κακολογία ἀγωγὴ ψυχῆς εἰς τὸ χεῖρον ἐν λόγοις, ὁ δὲ κακολόγος τοιόσδε τις, οἷος ἐρωτηθείς· ὁ δεῖνα τίς ἐστιν; ὀγκοῦσθαι καθάπερ οἱ γενεαλογοῦντες· πρῶτον ἀπὸ τοῦ γένους αὐτοῦ ἄρξομαι· τούτου ὁ μὲν πατὴρ ἐξ ἀρχῆς Σωσίας ἐκαλεῖτο, ἐγένετο δὲ ἐν τοῖς στρατιώταις Σωσίστρατος, ἐπειδὴ δὲ εἰς τοὺς δημότας ἐνεγράφη, Σωσίδημος. ἡ μέντοι μήτηρ εὐγενὴς Θρᾷττά ἐστι· καλεῖται γοῦν ἡ ψυχὴ1 Κρινοκοράκα· τὰς δὲ τοιαύτας φασὶν ἐν τῇ πατρίδι εὐγενεῖς εἶναι· αὐτὸς δὲ οὗτος ὡς ἐκ τοιούτων γεγονὼς κακὸς καὶ μαστιγίας.
中伤是心灵在言论中趋向恶劣的倾向,而中伤者则是这样一种人:当被人问及: “某某人是谁?” 他便像谱系学者那样摆出架子: “首先我要从他的门第说起。这人的父亲最初名叫索西阿斯,在行伍中改称索西斯特拉托斯,而当他登记入德谟区籍时,又成了索西德莫斯。不过他的母亲倒是个‘高贵’的色雷斯女子——至少那宝贝人儿名叫克里诺科拉卡;他们说这种女子在家乡就算是高贵的;而他自己既然由这样的人所生,便是个不折不扣的恶棍和该挨鞭子的奴才。”
καὶ κακῶς δὲ πρός τινα εἰπεῖν· ἐγὼ δήπου τὰ τοιαῦτα οἶδα, ὑπὲρ ὧν σὺ πλανᾷ πρὸς ἐμέ, κἀπὶ τούτοις διεξιών· αὗται αἱ γυναῖκες ἐκ τῆς ὁδοῦ τοὺς παριόντας συναρπάζουσι, καὶ οἰκία τις αὕτη τὰ σκέλη ἠρκυῖα·2 οὐ γὰρ οἷον λῆρός ἐστι τὸ λεγόμενον, ἀλλʼ ὥσπερ κύνες αἱ γυναῖκες ἐν ταῖς ὁδοῖς συνέχονται, καὶ τὸ ὅλον ἀνδρόλαλοί τινες, καὶ αὐταὶ παρὰ τὴν θύραν τὴν αὔλειον ὑπακούουσι.
他又会恶意地对人说: “你向我探听而感到迷惘的那些事,我自然全都知道,”接着便详加披露道: “这帮女人从大路上硬拽过路人,”以及 “这是一处张开双腿的门户;世人所传决非胡说,这些女人像狗一样在大街上交媾,”以及 “总而言之是一群爱跟男人搭话闲聊的女人,”以及 “她们亲自在院门前应门。”
ἀμέλει δὲ καὶ κακῶς λεγόντων ἑτέρων συνεπιλαμβάνεσθαι εἴπας· ἐγὼ δὲ τοῦτον τὸν ἄνθρωπον πλέον πάντων μεμίσηκα· καὶ γὰρ εἰδεχθής τις ἀπὸ τοῦ προσώπου ἐστίν· ἡ δὲ πονηρία οὐδὲν ὁμοία·3 σημεῖον δέ· τῇ γὰρ αὑτοῦ γυναικὶ τάλαντα εἰσενεγκαμένῃ προῖκα, ἐξ ἧς παιδίον αὐτῷ γεννᾷ, τρεῖς χαλκοῦς εἰς ὄψον δίδωσι καὶ τῷ ψυχρῷ λοῦσθαι ἀναγκάζει τῇ τοῦ Ποσειδῶνος ἡμέρᾳ.
当然,当别人说某人坏话时,他也随声附和道: “我比所有人都更憎恨这个家伙;他的相貌委实丑恶,而其邪恶更是无可比拟。证据就在这里:他自己的妻子带了数塔兰同的嫁妆给他,并为他生下了孩子,他却只给三个铜币买菜,还在波塞冬节(严冬之日)逼她用冷水洗澡。”
καὶ συγκαθήμενος δεινὸς περὶ τοῦ ἀναστάντος εἰπεῖν καὶ ἀρχήν γε εἰληφὼς μὴ ἀποσχέσθαι μηδὲ τοὺς οἰκείους αὐτοῦ λοιδορῆσαι.4 καὶ πλεῖστα περὶ τῶν φίλων καὶ οἰκείων [κακὰ εἰπεῖν] καὶ περὶ τῶν τετελευτηκότων κακῶς λέγειν, ἀποκαλῶν παρρησίαν καὶ δημοκρατίαν καὶ ἐλευθερίαν καὶ τῶν ἐν τῷ βίῳ ἥδιστα τοῦτο ποιῶν.
当与众人聚坐时,他擅长在中途离席者背后说坏话,一旦开了头,甚至连那人的亲眷也决不放过辱骂;他极尽所能诋毁朋友和亲属,恶毒中伤死者,把这称作畅所欲言、民主与自由,并将此作为人生中最畅快的美事。
οὕτως ὁ τῆς ἰδίας κακίας ἐρεθισμὸς μανικοὺς καὶ ἐξεστηκότας ἀνθρώπους τοῖς ἤθεσι ποιεῖ.
如此,自身恶毒的刺激使得人们在品性上变得狂悖而丧失理智。
- 28.2ἡ ψυχὴ
此处指代其母亲,是一种带有讽刺意味的口语化转喻(“那位宝贝人儿/那位灵魂”),用以嘲弄其母亲野蛮而粗鄙的名字克里诺科拉卡。
- 28.3οἰκία τις αὕτη τὰ σκέλη ἠρκυῖα
将房屋(οἰκία)拟人化为娼妓的鄙俗比喻。ἠρκυῖα 为 αἴρω(抬起、升起)的完成时主动分词阴性单数主格,修饰 οἰκία;τὰ σκέλη(双腿)为受影响局部的直接宾格,意为“一所抬起双腿/敞开门户的房子”。
- 28.4οὐδὲν ὁμοία
字面义为“全不类似任何事物”,属希腊语惯用表达,意为“无与伦比”、“无可比拟”,在此处极度夸张其人邪恶品质(πονηρία)之甚。
- 28.5ἀρχήν γε εἰληφὼς μὴ ἀποσχέσθαι μηδὲ τοὺς οἰκείους αὐτοῦ λοιδορῆσαι
接在分词短语 ἀρχήν γε εἰληφώς(“一旦开了头”)之后的不定式结构。否定词 μή 修饰不定式 ἀποσχέσθαι(“克制、住手”),而 μηδέ(“甚至不/也不”)继续引导 λοιδορῆσαι(“辱骂”),整句表达“一旦开了头,他甚至绝不克制去辱骂其亲眷”之意。
