← 泰奥弗拉斯托斯

性格论

§30.1-30.20

贪求微利的定义与锱铢必较的悭吝行径

本节界定了贪利(贪求可耻微利)的定义,并列举了该性格者在待客、公干、还债、日常家务及社交交往中极度吝啬、锱铢必较和占人便宜的种种行径。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§30.1

ἡ δὲ αἰσχροκέρδειά ἐστι ἐπιθυμία κέρδους αἰσχροῦ, ἔστι δὲ τοιοῦτος ὁ αἰσχροκερδής, οἷος ἑστιῶν ἄρτους ἱκανοὺς μὴ παραθεῖναι.

贪利是对可耻利益的欲求,而贪求可耻利益之人则是这样一种人:他大摆宴席时,却不摆出足够的面包。

§30.3

καὶ δανείσασθαι παρὰ ξένου παρʼ αὑτῷ καταλύοντος.

他向寄宿在自己家中的客人借钱。

§30.4

καὶ διανέμων μερίδας φῆσαι δίκαιον εἶναι διμοιρίαν τῷ διανέμοντι δίδοσθαι καὶ εὐθὺς αὑτῷ νεῖμαι.

在分发食物时,他声称分发者理应分得双份,并随即把双份分给自己。

§30.5

καὶ οἰνοπωλῶν κεκραμένον τὸν οἶνον τῷ φίλῳ ἀποδόσθαι.

若是卖酒,他会把兑了水的酒卖给朋友。

§30.6

καὶ ἐπὶ θέαν τηνικάδε πορεύεσθαι ἄγων τοὺς υἱεῖς, ἡνίκα προῖκʼ ἀφιᾶσιν οἱ θεατρῶναι.

他带儿子去看戏,总选在剧场承包商允许免费入场的时候才去。

§30.7

καὶ ἀποδημῶν δημοσίᾳ τὸ μὲν ἐκ τῆς πόλεως ἐφόδιον οἴκοι καταλιπεῖν, παρὰ δὲ τῶν συμπρεσβευτῶν δανείζεσθαι· καὶ τῷ ἀκολούθῳ ἐπιθεῖναι μεῖζον φορτίον ἢ δύναται φέρειν καὶ ἐλάχιστα ἐπιτήδεια τῶν ἄλλων παρέχειν· καὶ τῶν ξενίων τὸ μέρος τὸ αὑτοῦ ἀπαιτήσας ἀποδόσθαι·

他因公出使外国时,把城邦发给的旅费留在家里,转而向同行的使节借钱;他给随从驮上承受不了的重物,给予随从的口粮在所有人中也是最微薄的;在索要了属于自己的那份待客礼品后,将其变卖。

§30.8

καὶ ἀλειφόμενος ἐν τῷ βαλανείῳ καὶ εἰπών· σαπρόν γε τὸ ἔλαιον ἐπρίω, ὦ παιδάριον τῷ ἀλλοτρίῳ ἀλείφεσθαι.

他在公共浴场涂油时,说道:“孩子,你买的这油可真劣质啊!”然后便抹上别人的油。

§30.9

καὶ τῶν εὑρισκομένων χαλκῶν ἐν ταῖς ὁδοῖς ὑπὸ τῶν οἰκετῶν δεινὸς ἀπαιτῆσαι τὸ μέρος, κοινὸν εἶναι φήσας τὸν Ἑρμῆν.

家仆在街上捡到铜钱时,他擅长索要自己的一份,声称赫尔墨斯赐予的意外之财人人有份。

§30.10

καὶ θοἰμάτιον ἐκδοῦναι πλῦναι καὶ χρησάμενος παρὰ γνωρίμου ἐφελκύσαι πλείους ἡμέρας, ἕως ἂν ἀπαιτηθῇ.

他把外衣送去清洗时,向熟人借一件穿,一直拖延着穿上好多天,直到人家催讨才罢休。

§30.11

καὶ τὰ τοιαῦτα· Φειδωνείῳ μέτρῳ τὸν πύνδακα εἰσκεκρουμένῳ1 μετρεῖν αὐτὸς τοῖς ἔνδον τὰ ἐπιτήδεια σφόδρα ἀποψῶν.

他还会做出这类勾当:用底部向内凹陷的费冬式量斗亲自给家人分发口粮,并使劲把斗口刮平。

§30.12

ὑποπρίασθαι φίλου δοκοῦντος πρὸς τρόπου τι ὠνεῖσθαι,2 εἶτα λαβὼν ἀποδόσθαι·

当朋友看似要合算地买下某物时,他暗中抢先买下,得手后便转手倒卖。

§30.13

ἀμέλει δὲ καὶ χρέος ἀποδιδοὺς τριάκοντα μνῶν ἔλαττον τέτταρσι δραχμαῖς ἀποδοῦναι.

毋庸置疑,在偿还三十明那的债务时,他支付的款项硬要少给四德拉克马。

§30.14

καὶ τῶν υἱῶν δὲ μὴ πορευομένων εἰς τὸ διδασκαλεῖον [τὸν μῆνα ὅλον] διὰ τὴν ἀρρωστίαν ἀφαιρεῖν τοῦ μισθοῦ κατὰ λόγον, καὶ τὸν Ἀνθεστηριῶνα μῆνα μὴ πέμπειν αὐτοὺς εἰς τὰ μαθήματα διὰ τὸ θέας εἶναι πολλάς, ἵνα μὴ τὸν μισθὸν ἐκτίνῃ.

当儿子们因病[整月]没去学堂时,他便按比例扣减酬金;而在安特斯提利昂月,他因节日观览繁多而不送他们去上学,免得支付学费。

§30.15

καὶ παρὰ παιδὸς κομιζόμενος ἀποφορὰν τοῦ χαλκοῦ τὴν ἐπικαταλλαγὴν προσαπαιτεῖν, καὶ λογισμὸν δὲ λαμβάνων παρὰ τοῦ χειρίζοντος.

当收取奴隶上交的代役租时,他还要额外索要兑换铜币的贴水;在向管事者结算账目时,他也照样索要。

§30.16

καὶ φράτορας ἑστιῶν αἰτεῖν τοῖς ἑαυτοῦ παισὶν ἐκ τοῦ κοινοῦ ὄψον, τὰ δὲ καταλειπόμενα ἀπὸ τῆς τραπέζης ἡμίση τῶν ῥαφανίδων ἀπογράφεσθαι, ἵνʼ οἱ διακονοῦντες παῖδες μὴ λάβωσι.

在宴请同氏族成员时,他替自己的儿子们索要公共菜肴,并将餐桌上剩下的半截萝卜登记在册,免得伺候的侍童拿走。

§30.17

συναποδημῶν δὲ μετὰ γνωρίμων χρήσασθαι τοῖς ἐκείνων παισί, τὸν δὲ ἑαυτοῦ ἔξω μισθῶσαι καὶ μὴ ἀναφέρειν εἰς τὸ κοινὸν τὸν μισθόν.

与熟人一同出门远行时,他使唤他们的仆人,却把自己带来的仆人租给外人干活,且不把租金计入公共公款中。

§30.18

ἀμέλει δὲ καὶ συναγόντων παρʼ αὐτῷ, ὑποθεῖναι τῶν παρʼ ἑαυτοῦ διδομένων3 ξύλων καὶ φακῶν καὶ ὄξους καὶ ἁλῶν καὶ ἐλαίου τοῦ εἰς τὸν λύχνον.

毋庸置疑,大家在他家举行分摊聚餐时,他会把自家拿出的木柴、小扁豆、醋、盐以及灯油的费用全部计入客人的账单中。

§30.19

καὶ γαμοῦντός τινος τῶν φίλων καὶ ἐκδιδομένου θυγατέρα, πρὸ χρόνου τινὸς ἀποδημῆσαι, ἵνα μὴ προπέμψῃ προσφοράν.

当某个朋友结婚或嫁女时,他会在前些时候外出旅行,免得送上一份贺礼。

§30.20

καὶ παρὰ τῶν γνωρίμων τοιαῦτα κίχρασθαι, ἃ μήτʼ ἂν ἀπαιτήσαι μήτʼ ἂν ἀποδιδόντων ταχέως ἄν τις κομίσαιτο.

他向熟人借取的,尽是那些人家既不好意思讨回、就算归还人家也不会轻易收下的微琐之物。

语法注3 条
  1. 30.11Φειδωνείῳ μέτρῳ τὸν πύνδακα εἰσκεκρουμένῳ

    Φειδωνείῳ μέτρῳ 为表示手段的与格,完成时被动分词 εἰσκεκρουμένῳ 与其在性、数、格上一致。名词 τὸν πύνδακα(底)作限制/关系宾格(accusative of respect),修饰分词,表示“其底部向内凹陷的量斗”,用以缩减容积并克扣家人食粮。

  2. 30.12ὑποπρίασθαι φίλου δοκοῦντος πρὸς τρόπου τι ὠνεῖσθαι

    φίλου δοκοῦντος πρὸς τρόπου τι ὠνεῖσθαι 构成属格独立结构(意为“当朋友看似要合意/合算地购买某物时”)。动词 ὑποπρίασθαι 中前缀 ὑπο- 含有“暗中、抢先、截胡”的含义,指趁人不备暗自先下手买下,以此转手牟利。

  3. 30.18συναγόντων παρʼ αὐτῷ, ὑποθεῖναι τῶν παρʼ ἑαυτοῦ διδομένων

    συναγόντων 为省略了泛指主语的属格独立结构(“当人们在他家举行分摊宴集时”)。主句不定式 ὑποθεῖναι 在账目语境中意为“列入账单、记账索费”,接续的部分属格(τῶν... ξύλων καὶ φακῶν 等)表示将自家拿出的木柴、扁豆等部分费用记入聚餐者的账上让客人承担。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0093.tlg009.humanitext-grc2:30.1-30.20