- 底本
- Theophrastus. Characteres. Diels, Hermann, editor. Oxford: Clarendon Press, 1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0093.tlg009.humanitext-grc2:27.1-27.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节给出了“晚学者”的定义,并列举了一名老者不合时宜地沉迷于年轻人的操练、学歌、游戏与角力等荒唐行径。
ἡ δὲ ὀψιμαθία φιλοπονία δόξειεν ἂν εἶναι ὑπὲρ τὴν ἡλικίαν, ὁ δὲ ὀψιμαθὴς τοιοῦτός τις, οἷος ῥήσεις μανθάνειν ἑξηκονταέτης γεγονὼς καὶ ταύτας λέγων παρὰ πότον ἐπιλανθάνεσθαι. καὶ παρὰ τοῦ υἱοῦ μανθάνειν τὸ ἐπὶ δόρυ καὶ ἐπὶ ἀσπίδα καὶ ἐπʼ οὐράν.1 καὶ εἰς ἡρῷα συμβάλλεσθαι τοῖς μειρακίοις λαμπάδα τρέχειν. ἀμέλει δὲ κἄν που κληθῇ εἰς Ἡράκλειον, ῥίψας τὸ ἱμάτιον τὸν βοῦν αἴρεσθαι, ἵνα τραχηλίσῃ· καὶ προσανατρίβεσθαι εἰσιὼν εἰς τὰς παλαίστρας. καὶ ἐν τοῖς θαύμασι τρία ἢ τέτταρα πληρώματα ὑπομένειν τὰ ᾄσματα ἐκμανθάνων. καὶ τελούμενος τῷ Σαβαζίῳ σπεῦσαι, ὅπως καλλιστεύσῃ παρὰ τῷ ἱερεῖ. καὶ ἐρῶν ἑταίρας καὶ κριοὺς προσβάλλων ταῖς θύραις πληγὰς εἰληφὼς ὑπʼ ἀντεραστοῦ δικάζεσθαι. καὶ εἰς ἀγρὸν ἐφʼ ἵππου ἀλλοτρίου κατοχούμενος ἅμα μελετᾶν ἱππάζεσθαι καὶ πεσὼν τὴν κεφαλὴν κατεαγέναι.2 καὶ ἐν δεκαδισταῖς συνάγειν τοὺς μεθʼ αὑτοῦ συναύξοντας. καὶ μακρὸν ἀνδριάντα παίζειν πρὸς τὸν ἑαυτοῦ ἀκόλουθον.
晚学当可视作一种超越年龄的勤奋,而晚学之人则是这样一种人:年届六旬才去背诵戏剧独白,而在酒席上吟诵时却又忘词;从儿子那里学习“向右转”、“向左转”和“向后转”的口令;在英雄祭日与年轻小伙子们凑份子,去参加火炬接力赛;自然,若受邀前往某处的赫拉克勒斯神庙赴宴,便脱下外袍去抱起公牛,企图扭折其颈项;走进角力场,进行角力练习;在街头杂耍的演出中,为了学会那些唱段,一连坐满三四场观众也不离去;在领受萨巴齐乌斯神秘仪式的灌顶时,急于在祭司面前展现得最为出众;恋上交际花,用攻城槌般的架势撞击门板,被情敌痛打后还提起诉讼;骑着别人的马去乡间,顺便练习骑术,结果摔下马来打破了脑袋;在十日会的会友中,纠集那些与他共同举行仪式的人;与自己的贴身家奴一起玩“高大立像”
καὶ διατοξεύεσθαι καὶ διακοντίζεσθαι τῷ τῶν παιδίων παιδαγωγῷ καὶ ἅμα μανθάνειν παρʼ αὑτοῦ παραινεῖν, ὡς ἂν καὶ ἐκείνου μὴ ἐπισταμένου.3 καὶ παλαίων δʼ ἐν τῷ βαλανείῳ πυκνὰ ἕδραν στρέφειν, ὅπως πεπαιδεῦσθαι δοκῇ. καὶ ὅταν ὦσι χοροὶ γυναικῶν, μελετᾶν ὀρχεῖσθαι αὐτὸς αὑτῷ τερετίζων.
的儿童游戏;与照顾幼童的仆役比赛射箭和掷标枪,同时劝〔对方〕向自己学习,仿佛对方也一窍不通似的;在浴室里与人角力时,频频扭转臀部以显得自己训练有素;每当有妇女的歌舞表演时,他便自己为自己哼着曲调练习跳舞。
- 27.3τὸ ἐπὶ δόρυ καὶ ἐπὶ ἀσπίδα καὶ ἐπʼ οὐράν
中性冠词 τὸ 统括的古希腊军事操练口令:“向矛之侧”(即持矛的右侧=向右转)、“向盾之侧”(即持盾的左侧=向左转)、“向尾部”(即队尾=向后转)。
- 27.10τὴν κεφαλὴν κατεαγέναι
κατεαγέναι 是 κατάγνυμι(折断、打碎)的第二完成时主动语态,具有不及物/被动含义(“断裂”、“破碎”)。宾格 τὴν κεφαλὴν 作关系宾格或表受害身体部位的限制宾格(“摔破了头”)。
- 27.13ἅμα μανθάνειν παρʼ αὑτοῦ παραινεῖν, ὡς ἂν καὶ ἐκείνου μὴ ἐπισταμένου
不定式 μανθάνειν 受 παραινεῖν 支配,反身代词 αὑτοῦ(=ἑαυτοῦ)指代主语(晚学者),意为“同时劝〔对方〕向自己学习”。后半句 ὡς ἂν ... ἐπισταμένου 为 ὡς ἄν 接属格绝对结构(ἐκείνου μὴ ἐπισταμένου),表达一种假想或主观借口:“仿佛对方全无所知似的”。
