← 泰奥弗拉斯托斯

性格论

§26.1-26.7

寡头倾向的定义与厌弃民主的行为

寡头派的人追逐权位与私利,主张独断极权,并向志同道合者大肆抒发对民主政体、民众法庭、煽动政客以及平民阶层的极度厌恶。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26.1

δόξειεν δʼ ἂν εἶναι ἡ ὀλιγαρχία φιλαρχία τις ἰσχύος καὶ κέρδους γλιχομένη, ὁ δὲ ὀλιγαρχικὸς τοιοῦτός τις, οἷος τοῦ δήμου βουλευομένου, τίνας τῷ ἄρχοντι προσαιρήσονται τῆς πομπῆς τοὺς συνεπιμελησομένους, παρελθὼν ἀποφήνασθαι, ὡς δεῖ αὐτοκράτορας τούτους εἶναι, κἂν ἄλλοι προβάλλωνται δέκα, λέγειν· ἱκανὸς εἷς ἐστι, τοῦτον δὲ ὅτι δεῖ ἄνδρα εἶναι. καὶ τῶν Ὁμήρου ἐπῶν τοῦτο ἓν μόνον κατέχειν, ὅτι οὐκ ἀγαθὸν πολυκοιρανίη, εἷς κοίρανος ἔστω, τῶν δὲ ἄλλων μηδὲν ἐπίστασθαι.

寡头政治当可视作一种追逐权势与利益的弄权之欲,而寡头派的人则是这样一种人:当民众在商议应当选派何人去协助执政官督理游行队伍时,他便走上前去宣称,应当赋予这些人全权;即便其他人提议选十人,他也说道: “一人足矣,但此人必须是一个真正的男子汉。” 而在荷马的诗句中,他只记得这一句: “众人统治绝非善事,当由一人为王,”其余的诗句则一无所知。

§26.3

ἀμέλει δὲ δεινὸς τοῖς τοιούτοις τῶν λόγων χρήσασθαι ὅτι δεῖ αὐτοὺς ἡμᾶς συνελθόντας περὶ τούτων βουλεύσασθαι καὶ ἐκ τοῦ ὄχλου καὶ τῆς ἀγορᾶς ἀπαλλαγῆναι καὶ παύσασθαι ἀρχαῖς πλησιάζοντας καὶ ὑπὸ τούτων αὐτοὺς ὑβριζομένους ἢ τιμωμένους, καὶ ὅτι ἢ τούτους δεῖ ἢ ἡμᾶς οἰκεῖν τὴν πόλιν.

他自然极善于发表此类言论: “我们应当自己聚集起来商议这些事情,摆脱暴民与广场的纠缠,别再去谋求官职并遭受这些人的羞辱或褒奖,”又如: “这座城邦要么该由这些人居住,要么该由我们居住。”

§26.4

καὶ τὸ μέσον δὲ τῆς ἡμέρας ἐξιὼν καὶ τὸ ἱμάτιον ἀναβεβλημένος καὶ μέσην κουρὰν κεκαρμένος καὶ ἀκριβῶς ἀπωνυχισμένος σοβεῖν τοὺς τοιούτους λόγους τραγῳδῶν· διὰ τοὺς συκοφάντας οὐκ οἰκητόν ἐστιν ἐν τῇ πόλει, καὶ ὡς ἐν τοῖς δικαστηρίοις δεινὰ πάσχομεν ὑπὸ τῶν δεκαζομένων,1 καὶ ὡς θαυμάζω τῶν πρὸς τὰ κοινὰ προσιόντων τί βούλονται,2 καὶ ὡς ἀχάριστόν ἐστι τὸ πλῆθος καὶ δοῦλον ἀεὶ τοῦ νέμοντος καὶ διδόντος, καὶ ὡς αἰσχύνεται ἐν τῇ ἐκκλησίᾳ, ὅταν παρακαθῆταί τις αὐτῷ λεπτὸς καὶ αὐχμῶν.

他正午时分出门,披好外袍,修剪适度的发型,指甲也修剪得干干净净,迈着大步,像演悲剧般高谈阔论: “由于那些告密者的存在,这城邦简直无法居住,” “在法庭上,我们深受那些受贿陪审员的迫害,” “我真不明白那些投身公共事务的人到底图什么,” “民众是忘恩负义的,永远是施舍者与分发者的奴隶,”他还抱怨在公民大会上,每当有瘦削而蓬头垢面的人坐在他身旁,他便觉得无比耻辱。

§26.6

καὶ εἰπεῖν· πότε παυσόμεθα ὑπὸ τῶν λῃτουργιῶν καὶ τῶν τριηραρχιῶν ἀπολλύμενοι; καὶ ὡς μισητὸν τὸ τῶν δημαγωγῶν γένος, τὸν Θησέα πρῶτον φήσας τῶν κακῶν τῇ πόλει γεγονέναι αἴτιον· τοῦτον γὰρ ἐκ δώδεκα πόλεων εἰς μίαν καταγαγόντα τὸν δῆμον αὐξῆσαι, ὥστε πάντων κρατῆσαι τοὺς πολλοὺς λυθείσης τῆς βασιλείας·3 καὶ δίκαια αὐτὸν παθεῖν· πρῶτον γὰρ αὐτὸν ἀπολέσθαι ὑπʼ αὐτῶν.

他又说道: “我们因承担公益捐助和三列桨战船装备役而倾家荡产,究竟何时才能到头?” 以及: “那些煽动民众之徒是何等可憎!”声称忒修斯是城邦一切祸患的始作俑者;因为他将十二个城邦合并为一个城邦,扩大了民众的力量,以致于王政废除之后多数人掌握了一切权力;忒修斯落得悲惨下场乃是罪有应得,因为他自己就是第一个被这些人毁掉的。

§26.7

καὶ τοιαῦτα ἕτερα πρὸς τοὺς ξένους καὶ τῶν πολιτῶν τοὺς ὁμοτρόπους καὶ ταὐτὰ προαιρουμένους.

对待外邦人以及公民中那些脾性相投、抱有同样政治取向的人,他还发表其他诸如此类的言论。

语法注3 条
  1. 26.5ὑπὸ τῶν δεκαζομένων

    动词 δεκάζω(贿赂)的被动语态现在分词,指“受贿的人”,在此语境中具体指雅典法庭上受贿的陪审员。虽在语法上理论上亦可设想为中动语态(“行贿者”),但在雅典法律语境中,δεκάζομαι 用作被动指受贿陪审员是固定用法。

  2. 26.5θαυμάζω τῶν πρὸς τὰ κοινὰ προσιόντων τί βούλονται

    提前句式(prolepsis)。主句动词 θαυμάζω 支配表示惊讶对象的属格 τῶν πρὸς τὰ κοινὰ προσιόντων,间接疑问从句 τί βούλονται 则具体说明令其费解的内容(“我真对那些投身政务的人感到不解,不知道他们究竟图什么”)。

  3. 26.6ὥστε πάντων κρατῆσαι τοὺς πολλοὺς λυθείσης τῆς βασιλείας

    由 ὥστε 引导的结果从句。不定式 κρατῆσαι 支配属格 πάντων,其逻辑主语为宾格 τοὺς πολλούς。从句末尾的独立属格 λυθείσης τῆς βασιλείας(“王政被废除后”)说明了平民夺取全权的时间与背景条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0093.tlg009.humanitext-grc2:26.1-26.7