- 底本
- Theophrastus. Characteres. Diels, Hermann, editor. Oxford: Clarendon Press, 1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0093.tlg009.humanitext-grc2:25.1-25.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
泰奥弗拉斯托斯将胆怯定义为灵魂因恐惧而产生的退缩,描绘了胆怯者在航海时疑神疑鬼,以及在战场上藏匿兵刃、躲入营帐照看伤员却借此虚夸战功的行径。
ἀμέλει δὲ ἡ δειλία δόξειεν ἂν εἶναι ὕπειξίς τις ψυχῆς ἔμφοβος, ὁ δὲ δειλὸς τοιοῦτός τις, οἷος πλέων τὰς ἄκρας φάσκειν ἡμιολίας εἶναι· καὶ κλύδωνος γενομένου ἐρωτᾶν, εἴ τις μὴ μεμύηται τῶν πλεόντων·1 καὶ τοῦ κυβερνήτου ἀνακύπτων μὲν πυνθάνεσθαι, εἰ μεσοπορεῖ, καὶ τί αὐτῷ δοκεῖ τὰ τοῦ θεοῦ, καὶ πρὸς τὸν παρακαθήμενον λέγειν, ὅτι φοβεῖται ἀπὸ ἐνυπνίου τινός· καὶ ἐκδὺς διδόναι τῷ παιδὶ τὸν χιτωνίσκον· καὶ δεῖσθαι πρὸς τὴν γῆν προσάγειν αὑτόν.
胆怯当可视作心灵因恐惧而产生的一种退缩,而胆怯之人则是这样一种人:乘船航行时,硬说那些海角岬角是海盗快船;风浪一起,便询问同船之人中是否有人尚未入秘仪。他抬起头来向舵手打听船是否正行驶在开阔水域,以及舵手如何看待天神所示的天气征兆;又对邻座的人说,自己正因做了一个梦而心惊胆战;他脱下内衫递给仆童,恳求大家把他送上陆地去。
καὶ στρατευόμενος δὲ τοῦ πεζοῦ ἐκβοηθοῦντος τοὺς δημότας προσκαλεῖν, κελεύων πρὸς αὑτὸν στάντας πρῶτον περιιδεῖν, καὶ λέγειν, ὡς ἔργον διαγνῶναί ἐστι,2 πότεροί εἰσιν οἱ πολέμιοι·
在从军出征时,当步兵冲出去增援作战,他便招呼同村社的人过来,叫大家站在自己身边先观望四周,并说要分辨哪一方是敌人决非易事。
καὶ ἀκούων κραυγῆς καὶ ὁρῶν πίπτοντας εἰπεῖν πρὸς τοὺς παρεστηκότας, ὅτι τὴν σπάθην λαβεῖν ὑπὸ τῆς σπουδῆς ἐπελάθετο, τρέχειν ἐπὶ τὴν σκηνήν, τὸν παῖδα ἐκπέμψας καὶ κελεύσας προσκοπεῖσθαι, ποῦ εἰσιν οἱ πολέμιοι, ἀποκρύψαι αὐτὴν ὑπὸ τὸ προσκεφάλαιον,3 εἶτα διατρίβειν πολὺν χρόνον ὡς ζητῶν·
一听见呐喊声、看见有人倒下,他便对身旁的人说,自己由于仓促匆忙忘了带大剑,急忙奔回营帐,打发仆童外出并命其去打探敌人在何处,自己却把那把剑藏在枕下,然后耗费很长时间装作四处寻找的样子。
καὶ ἐν τῇ σκηνῇ ὁρῶν τραυματίαν τινὰ προσφερόμενον τῶν φίλων προσδραμὼν καὶ θαρρεῖν κελεύσας ὑπολαβὼν φέρειν· καὶ τοῦτον θεραπεύειν καὶ περισπογγίζειν καὶ παρακαθήμενος ἀπὸ τοῦ ἕλκους τὰς μυίας σοβεῖν καὶ πᾶν μᾶλλον ἢ μάχεσθαι τοῖς πολεμίοις· καὶ τοῦ σαλπικτοῦ δὲ τὸ πολεμικὸν σημήναντος καθήμενος ἐν τῇ σκηνῇ εἰπεῖν. ἄπαγʼ ἐς κόρακας· οὐκ ἐάσει τὸν ἄνθρωπον ὕπνου λαβεῖν4 πυκνὰ σημαίνων·
在营帐中看到朋友中有人负伤被抬过来,他便跑上前去,安慰对方鼓起勇气,接过来抬着他;他服侍这名伤员,用海绵擦洗伤处周围,坐在旁边轰赶伤口上的苍蝇,凡事都肯干,就是不肯去与敌人作战。当司号兵吹响战斗号角时,他坐在营帐里说道: “叫他见鬼去吧!没完没了地吹号,连让人睡一会儿都不肯!”
καὶ αἵματος δὲ ἀνάπλεως ἀπὸ τοῦ ἀλλοτρίου τραύματος ἐντυγχάνειν τοῖς ἐκ τῆς μάχης ἐπανιοῦσι καὶ διηγεῖσθαι ὡς κινδυνεύσας· ἕνα σέσωκα τῶν φίλων· καὶ εἰσάγειν πρὸς τὸν κατακείμενον σκεψομένους [τοὺς δημότας] τοὺς φυλέτας καὶ τούτων ἅμʼ ἑκάστῳ διηγεῖσθαι, ὡς αὐτὸς αὐτὸν ταῖς ἑαυτοῦ χερσὶν ἐπὶ σκηνὴν ἐκόμισεν.
他身上沾满了来自他人伤口的鲜血,迎面碰上从战场上返回的人,便如同自己冒过奇险一般向他们讲述: “我救出了一位朋友!” 他还领着前来看望躺着的伤员的同部落人进帐,向他们每个人逐一讲述自己是如何亲手将这位伤员抬回营帐的。
- 25.2εἴ τις μὴ μεμύηται τῶν πλεόντων
引出间接疑问从句的 εἰ 后接带有条件意味的否定词 μή。古希腊人普遍迷信,若与未曾加入萨莫色雷斯等秘仪的不洁之人同舟航行,便可能招致海难与神罚。此处因带有主观顾虑与假设意味,故采用 μή 而非 οὐ。
- 25.3ἔργον διαγνῶναί ἐστι
成语结构 ἔργον ἐστί 与不定式 διαγνῶναι 搭配,意为“做某事是一件难事/极其不易”(相当于 χαλεπόν ἐστι)。胆怯者以此为托词,借口难以分辨敌我以拖延参战。
- 25.4ἀποκρύψαι αὐτὴν ὑπὸ τὸ προσκεφάλαιον
不定式 ἀποκρύψαι 的宾语 αὐτήν 在语境中指代前面提到的长剑(τὴν σπάθην)。当胆怯者打发其仆童出去侦察敌情(τὸν παῖδα ἐκπέμψας...)之际,他自己把剑藏在枕下,以便随后装模作样地“到处寻找”(ὡς ζητῶν)。
- 25.5οὐκ ἐάσει τὸν ἄθρωπον ὕπνου λαβεῖν
ὕπνου 为与 λαβεῖν 搭配的部分属格,表示“获得片刻睡眠/合眼小憩”。否定词 οὐ 配合第三人称单数将来时 ἐάσει,生动表达出由于司号兵频繁吹号而“不容人睡上哪怕一会儿”的焦躁之情。
