← 泰奥弗拉斯托斯

性格论

§24.1-24.13

傲慢的定义与目空一切的言行举止

将傲慢定义为除自身外对所有人的蔑视,并列举了傲慢者在日常待人、推辞公职以及书信指令中居高临下的典型言行。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§24.1

ἔστι δὲ ἡ ὑπερηφανία καταφρόνησίς τις πλὴν αὑτοῦ τῶν ἄλλων,1 ὁ δὲ ὑπερήφανος τοιόσδε τις, οἷος τῷ σπεύδοντι ἀπὸ δείπνου ἐντεύξεσθαι φάσκειν ἐν τῷ περιπατεῖν.

傲慢乃是对除自身之外的一切人的轻蔑,而傲慢之人则是这样一种人:对急于求见的人,宣称将在晚饭后散步时予以接见。

§24.3

καὶ εὖ ποιήσας μεμνῆσθαι φάσκειν.

向他人施予恩惠后,当面叮嘱对方务必牢记。

§24.4

καὶ βαδίζων ἐν ταῖς ὁδοῖς τὰς διαίτας κρίνειν ἐν τάχει τοῖς ἐπιτρέψασι.

在街道上行走时,草草为那些将纠纷委托给他的人作出仲裁裁决。

§24.5

καὶ χειροτονούμενος ἐξόμνυσθαι τὰς ἀρχάς,2 οὐ φάσκων σχολάζειν.

当被举手表决选为公职人员时,却宣誓推辞,声称自己无暇分身。

§24.6

καὶ προσελθεῖν πρότερος οὐδενὶ θελῆσαι.

绝不肯先向任何人主动走近致意。

§24.7

καὶ τοὺς πωλοῦντάς τι ἢ μεμισθωμένους δεινὸς κελεῦσαι ἥκειν πρὸς αὐτὸν ἅμʼ ἡμέρᾳ.

惯于吩咐那些售卖货物或受雇揽工的人,必须在黎明天明时就来见他。

§24.8

καὶ ἐν ταῖς ὁδοῖς πορευόμενος μὴ λαλεῖν τοῖς ἐντυγχάνουσι κάτω κεκυφώς, ὅταν δὲ αὐτῷ δόξῃ, ἄνω πάλιν.

在道路上行走时,低垂着头,不与迎面碰见的人说话,只有在他高兴时才又抬起头来。

§24.9

καὶ ἑστιῶν τοὺς φίλους αὐτὸς μὴ συνδειπνεῖν, ἀλλὰ τῶν ὑφʼ αὑτόν τινι συντάξαι αὐτῶν ἐπιμελεῖσθαι.

宴请朋友时,自己并不与宾客同席共餐,而是吩咐自己手下的一名仆役去照顾他们。

§24.10

καὶ προαποστέλλειν δέ, ἐπὰν πορεύηται, τὸν ἐροῦντα, ὅτι προσέρχεται.

无论前往何处,都要先打发人预先去通报,说自己正朝那里走来。

§24.11

καὶ οὔτε ἐπʼ ἀλειφόμενον αὑτὸν οὔτε λούμενον οὔτε ἐσθίοντα ἐᾶσαι ἂν εἰσελθεῖν.3

在自己涂抹油脂、沐浴或进餐时,绝不容许任何人擅自走进来。

§24.12

ἀμέλει δὲ καὶ λογιζόμενος πρός τινα τῷ παιδὶ συντάξαι τὰς ψήφους διωθεῖν καὶ κεφάλαιον ποιήσαντι γράψαι αὑτῷ εἰς λόγον.4

自然,在与别人结清账目时,他命令仆童去拨动算筹,算出总数后再替他记入账簿。

§24.13

καὶ ἐπιστέλλων μὴ γράφειν, ὅτι χαρίζοιο ἄν μοι, ἀλλʼ ὅτι βούλομαι γενέσθαι καὶ ἀπέσταλκα πρὸς σὲ ληψόμενος καὶ ὅπως ἄλλως μὴ ἔσται καὶ τὴν ταχίστην.

而在致信于人时,绝不会写道:“ 您算是帮了我的忙 ”,而是写道:“ 我要此事办成 ”、“ 我已派人前去向你提取 ”、“ 切勿有误 ”,以及“ 火速办理 ”。

语法注4 条
  1. 24.1πλὴν αὑτοῦ τῶν ἄλλων

    此处形成了离隔修饰(hyperbaton),表例外的介词短语 πλὴν αὑτοῦ(除自己之外)嵌入在名词 καταφρόνησις(轻蔑)及其宾格性属格 τῶν ἄλλων(对其他人)之间。

  2. 24.5ἐξόμνυσθαι τὰς ἀρχάς

    雅典法律惯用语,动词 ἐξόμνυμι 支配表示公职的宾格 τὰς ἀρχάς。指当选官职的公民以生病或无闲暇(οὐ σχολάζειν)等为由,依法宣誓拒绝就任的程序。

  3. 24.11οὔτε ἐπʼ ἀλειφόμενον αὑτὸν οὔτε λούμενον οὔτε ἐσθίοντα ἐᾶσαι ἂν εἰσελθεῖν

    介词 ἐπί 支配带分词的代词宾格(ἀλειφόμενον αὑτὸν 等),意为在某人从事某活动时“闯入其身旁”。与不定式 εἰσελθεῖν 连用,并配合表示潜在或习惯性态度的 ἄν,意为“绝不肯容许任何人在其涂油、洗浴或进餐时走进来”。

  4. 24.12κεφάλαιον ποιήσαντι γράψαι αὑτῷ εἰς λόγον

    与格分词 ποιήσαντι 与前文间接宾语 τῷ παιδί(仆童)保持一致。意指由仆童拨动算筹结算并得出总数(κεφάλαιον)后,再由该仆童记录进账簿(εἰς λόγον)。αὑτῷ 为利益与格(为他自己)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0093.tlg009.humanitext-grc2:24.1-24.13