← 泰奥弗拉斯托斯

性格论

§23.1-23.9

吹嘘的定义与虚构财富人脉的行径

界定吹嘘的定义,刻画吹嘘之人捏造海上巨资、虚构与亚历山大和安提帕特的私交、夸大慈善捐款并冒充豪宅主人的种种浮夸行径。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§23.1

ἀμέλει δὲ ἡ ἀλαζονεία δόξει εἶναι προσποίησίς τις ἀγαθῶν οὐκ ὄντων, ὁ δὲ ἀλαζὼν τοιοῦτός τις, οἷος ἐν τῷ διαζεύγματι ἑστηκὼς διηγεῖσθαι ξένοις, ὡς πολλὰ χρήματα αὑτῷ ἐστιν ἐν τῇ θαλάττῃ· καὶ περὶ τῆς ἐργασίας τῆς δανειστικῆς διεξιέναι, ἡλίκη, καὶ αὐτὸς ὅσα εἴληφε καὶ ἀπολώλεκε· καὶ ἅμα ταῦτα πλεθρίζων πέμπειν τὸ παιδάριον εἰς τὴν τράπεζαν, δραχμῆς αὐτῷ κειμένης.1

无疑,吹嘘似乎是一种对并不拥有的优越之物的伪称,而吹嘘之人则是这样一种人:站在防波堤码头上,向外邦人讲述自己在海上贸易中投入了多少资金;又详述放贷生意是何等规模庞大,以及他个人赚了多少、亏了多少;一边夸大这些财富,一边打发仆役小童去银行,而实际上他在那里存着的不过只有一枚德拉克马。

§23.3

καὶ συνοδοιπόρου δὲ ἀπολαῦσαι ἐν τῇ ὁδῷ δεινὸς λέγων, ὡς μετʼ Ἀλεξάνδρου ἐστρατεύσατο, καὶ ὡς αὐτῷ εἶχε,2 καὶ ὅσα λιθοκόλλητα ποτήρια ἐκόμισε· καὶ περὶ τῶν τεχνιτῶν τῶν ἐν τῇ Ἀσίᾳ, ὅτι βελτίους εἰσὶ τῶν ἐν τῇ Εὐρώπῃ, ἀμφισβητῆσαι· καὶ ταῦτα φῆσαι, οὐδαμοῦ ἐκ τῆς πόλεως ἀποδεδημηκώς.

在旅途中结识同伴时,他善于大肆利用对方,声称自己曾与亚历山大一同出征,与亚历山大的交情非同寻常,自己带回了多少镶嵌宝石的杯爵;他还就亚洲的工匠比欧洲的工匠更为精良展开争论;然而他说出这些话时,却一辈子都未曾迈出过城门半步。

§23.4

καὶ γράμματα δὲ εἰπεῖν ὡς πάρεστι παρʼ Ἀντιπάτρου τριττὰ δὴ λέγοντα παραγίγνεσθαι αὐτὸν εἰς Μακεδονίαν· καὶ διδομένης αὐτῷ ἐξαγωγῆς ξύλων ἀτελοῦς, ὅτι ἀπείρηται,3 ὅπως μηδʼ ὑφʼ ἑνὸς συκοφαντηθῇ· περαιτέρω φιλοσοφεῖν προσῆκε Μακεδόσι.4

他又声称收到了安提帕特寄来的信函,足足有三封之多,催促他前往马其顿;并且尽管官方特许他免税出口木材,他却给推辞了,免得遭人诽谤中伤。 (按他的说法)马其顿人本该表现得更有远见才是。

§23.5

καὶ ἐν τῇ σιτοδείᾳ δὲ ὡς πλείω ἢ πέντε τάλαντα αὑτῷ γένοιτο τὰ ἀναλώματα διδόντι τοῖς ἀπόροις τῶν πολιτῶν· ἀνανεύειν γὰρ οὐ δύνασθαι.

在粮荒期间,他声称自己因赈济贫困公民而耗费了五塔兰同以上的巨资,因为自己就是狠不下心拒绝别人。

§23.6

καὶ ἀγνώτων δὲ παρακαθημένων κελεῦσαι θεῖναι τὰς ψήφους ἕνα αὐτῶν καὶ ποσῶν καθʼ ἑξακοσίας καὶ κατὰ μίαν καὶ προστιθεὶς πιθανῶς ἑκάστοις τούτων ὀνόματα ποιῆσαι καὶ δέκα τάλαντα· καὶ τοῦτο φῆσαι εἰσενηνέχθαι εἰς ἐράνους αὑτῷ· καὶ τὰς τριηραρχίας εἰπεῖν ὅτι οὐ τίθησιν οὐδὲ τὰς λῃτουργίας, ὅσας λελῃτούργηκε.

当有陌生人坐在身旁时,他便嘱咐其中一人摆放算筹计算,按六百德拉克马或一枚一枚地累计,并煞有介事地给每笔款项附上人名,凑足了整整十塔兰同;他声称这全是他个人筹集互助金借出的款项,还说这甚至都没算上他担任战船长以及履行其他公职的开销。

§23.7

καὶ προσελθὼν δʼ εἰς τοὺς ἵππους τοὺς ἀγαθοὺς τοῖς πωλοῦσι προσποιήσασθαι ὠνητιᾶν.

走到优良骏马面前,他向马贩子装出一副急欲购买的样子。

§23.8

καὶ ἐπὶ τὰς κλίνας ἐλθὼν ἱματισμὸν ζητῆσαι εἰς δύο τάλαντα καὶ τῷ παιδὶ μάχεσθαι, ὅτι τὸ χρυσίον οὐκ ἔχων αὑτῷ ἀκολουθεῖ.

走到售卖卧榻垫褥的地方,他打听价值两塔兰同的布料,并当场斥责仆童,责备他不带黄金就跟着自己出来。

§23.9

καὶ ἐν μισθωτῇ οἰκίᾳ οἰκῶν φῆσαι ταύτην εἶναι τὴν πατρῴαν πρὸς τὸν μὴ εἰδότα, καὶ διότι μέλλει πωλεῖν αὐτὴν διὰ τὸ ἐλάττω εἶναι αὑτῷ πρὸς τὰς ξενοδοκίας.

自己住着租来的房子,却对不知情的人吹嘘这是祖传的宅邸,还说因为地方太小难以接待宾客,正打算把它卖掉。

语法注4 条
  1. 23.2δραχμῆς αὐτῷ κειμένης

    由名词 δραχμῆς 与分词 κειμένης 构成的属格独立结构,带有转折或让步意味,将他极力吹嘘的庞大商业运作与其实际在银行仅存有一枚德拉克马的寒酸现状形成鲜明对照。

  2. 23.3ὡς αὐτῷ εἶχε

    动词 ἔχω 配合与格代词 αὐτῷ(指代亚历山大)以及副词性疑问词 ὡς 构成的习惯用法,意为“他与他关系如何”“彼此情谊何其亲密”,与前面的 ἐστρατεύσατο 并列。

  3. 23.4ὅτι ἀπείρηται

    由 ὅτι 引导的间接引语从句,承接前文的 εἰπεῖν。完成时被动态/中间态 ἀπείρηται 在此取“拒绝”“辞退”之意,与前置的属格独立结构 διδομένης αὐτῷ ἐξαγωγῆς(尽管给予其特权)构成让步与决定的逻辑对应。

  4. 23.4περαιτέρω φιλοσοφεῖν προσῆκε Μακεδόσι

    非人称动词 προσῆκε(未完成过去时)支配与格 Μακεδόσι 和不定词短语 περαιτέρω φιλοσοφεῖν 的句式。在文中作为吹嘘者的一句带有自负评判色彩的插话,意为“马其顿人本该思虑更深远/更明智才是”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0093.tlg009.humanitext-grc2:23.1-23.9