- 底本
- Theophrastus. Characteres. Diels, Hermann, editor. Oxford: Clarendon Press, 1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0093.tlg009.humanitext-grc2:22.1-22.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥弗拉斯托斯将“鄙吝”界定为在需要耗费金钱时逃避名誉的习性,并列举了此人在得胜奉献、公众认捐、嫁女婚宴、服饰日用等方面无所不用其极地削减开支的种种行径。
ἡ δὲ ἀνελευθερία ἐστὶν ἀπουσία τις [ἀπὸ] φιλοτιμίας δαπάνην ἐχούσης, ὁ δὲ ἀνελεύθερος τοιοῦτός τις, οἷος νικήσας τραγῳδοῖς ταινίαν ξυλίνην ἀναθεῖναι τῷ Διονύσῳ, ἐπιγράψας μὲν αὑτοῦ τὸ ὄνομα.
鄙吝(吝啬)是一种在涉及开销时对荣誉追求的缺失,而鄙吝之人则是这样一种人:在悲剧竞演中获胜时,只向狄奥尼索斯奉献一块刻着自己名字的木制绶带(木牌)。
καὶ ἐπιδόσεων γιγνομένων ἐκ τοῦ δήμου, ἀναστὰς σιωπῇ ἐκ τοῦ μέσου ἀπελθεῖν.
当民众发起自愿认捐时,他便悄然起身从人群中溜走。
καὶ ἐκδιδοὺς αὑτοῦ θυγατέρα τοῦ μὲν ἱερείου πλὴν τῶν ἱερέων1 τὰ κρέα ἀποδόσθαι, τοὺς δὲ διακονοῦντας ἐν τοῖς γάμοις οἰκοσίτους2 μισθώσασθαι.
嫁女儿的时候,将祭祀牺牲的肉除了应归祭司的部分外全拿去卖掉,并且雇用那些自备伙食的人在婚礼上端茶倒水。
καὶ τριηραρχῶν τὰ μὲν τοῦ κυβερνήτου στρώματα αὑτῷ ἐπὶ τοῦ καταστρώματος ὑποστόρνυσθαι, τὰ δὲ αὑτοῦ ἀποτιθέναι.
担任三列桨座战船指挥官时,在甲板上把舵手的铺垫铺在自己身下,而把自己带来的铺垫收起来。
καὶ τὰ παιδία δὲ δεινὸς μὴ πέμψαι εἰς διδασκάλου, ὅταν ᾖ [τοῦ ἀποτιθέναι καὶ τὰ παιδία] Μουσεῖα, ἀλλὰ φῆσαι κακῶς ἔχειν, ἵνα μὴ συμβάλωνται.
善于在缪斯节到来时不去送孩子们去学堂,反而推托说孩子身体不适,以此免除缴纳份子钱。
καὶ ἐξ ἀγορᾶς δὲ ὀψωνήσας [τὰ κρέα] αὐτὸς φέρειν τὰ λάχανα ἐν τῷ προκολπίῳ.
在市场上采购了鱼肉菜肴后,自己把蔬菜揣在外衣胸前的皱褶里带回家。
καὶ ἔνδον μένειν, ὅταν ἐκδῷ θοἰμάτιον ἐκπλῦναι·
把外衣送去浆洗时,就一直待在屋里不出门。
καὶ φίλου ἔρανον συλλέγοντος καὶ διειλεγμένου αὐτῷ, προσιόντα προϊδόμενος ἀποκάμψας ἐκ τῆς ὁδοῦ τὴν κύκλῳ3 οἴκαδε πορευθῆναι·
当朋友在筹集互助捐款并曾跟他提及此事时,只要远远望见朋友走来,便折出大道,绕远路走回家去。
καὶ τῇ γυναικὶ δὲ τῇ ἑαυτοῦ προῖκα εἰσενεγκαμένῃ μὴ πρίασθαι θεράπαιναν, ἀλλὰ μισθοῦσθαι εἰς τὰς ἐξόδους ἐκ τῆς γυναικείας4 παιδίον τὸ συνακολουθῆσον·
即使妻子带来了嫁妆,也不买贴身女仆,而是在妻子出门时才临时从女奴市场雇一个少女跟随。
καὶ τὰ ὑποδήματα παλινπήξει κεκαττυμένα φορεῖν καὶ λέγειν, ὅτι κέρατος οὐδὲν διαφέρει·
鞋子补了一层又一层还要穿,嘴里还念叨这鞋结实得简直和牛角没什么两样。
καὶ ἀναστὰς τὴν οἰκίαν καλλῦναι καὶ τὰς κλίνας ἐκκορῆσαι·
起床后亲自打扫房屋、掸去卧榻上的尘土。
καὶ καθεζόμενος παραστρέψαι τὸν τρίβωνα, ὃν αὐτὸν φορεῖ.
坐下的时候,把身上穿着的那件唯一磨破的短斗篷翻个面(以防磨损)。
- 22.4πλὴν τῶν ἱερέων
ἱερέων 是名词 ἱερεύς(祭司)的阳性属格复数,受介词 πλήν(除了……之外)支配,意为“除了(应分给)祭司们的份例之外”。在雅典城邦习惯中,祭祀受宰牲畜的部分肉块依法划归祭司,其余由施祭者处理,吝啬者便将除祭司份额外本应分给宾客的肉尽数转卖。
- 22.4οἰκοσίτους
οἰκοσίτους 是充当谓语性修饰语的宾格形容词,修饰 μισθώσασθαι 的宾语 τοὺς διακονοῦντας。其字面含义为“自备伙食的/自家带饭的”,说明他雇佣婚礼侍应时特意约定由对方自理三餐,以省下伙食费。
- 22.9τὴν κύκλῳ
这是省略了阴性名词 ὁδόν(道路)的副词性方向/方式宾格,由与格副词 κύκλῳ(环绕地)修饰,意为“走绕远的路”、“绕道而行”。
- 22.10ἐκ τῆς γυναικείας
形容词 γυναικείας 之后省略了阴性名词 ἀγορᾶς(市场),为固定习语,指雅典市场中的“女市”(贩卖女性日用品或雇佣女奴隶的专区)。他虽得了妻子的嫁妆,却舍不得买固定的贴身侍女,仅在必要时临时从女市雇女童充数。
